← 大马士革的圣约翰

巴兰和约萨法特

§7.44-7.46

三位一体之神、天地造化与天使堕落

巴尔拉姆向约阿萨夫阐明他的主乃是主耶稣基督与三位一体的独一真神,并讲述了天使、天地万物以及按上帝形象所造之人的创造过程,随之叙述了乐园的戒命与天使长叛逆堕落的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.44

Αὖθις οὖν ἀναλαβὼν τὸν λόγον ὁ Βαρλαάμ, εἶπεν· Εἰ τὸν ἐμὸν βούλει Δεσπότην μαθεῖν, ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος. οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων εἴδωλα· ἀλλ’ ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ, ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ. οὗτος οὖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς Θεός, ἄναρχός τε καὶ ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτός τε καὶ ἀσώματος, ἀόρατος, ἀπερίγραπτος, ἀπερινόητος, ἀγαθὸς καὶ δίκαιος μόνος, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος,1 τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, πρῶτον μὲν δημιουργεῖ τὰς οὐρανίους δυνάμεις καὶ ἀοράτους, ἀναρίθμητά τινα πλήθη ἄϋλά τε καὶ ἀσώματα, λειτουργικὰ πνεύματα τῆς τοῦ Θεοῦ μεγαλειότητος· ἔπειτα τὸν ὁρώμενον κόσμον τοῦτον, οὐρανόν τε καὶ γῆν καὶ τὴν θάλασσαν, ὅνπερ καὶ φωτὶ φαιδρύνας κατεκόσμησεν, οὐρανὸν μὲν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις, γῆν δὲ παντοίοις βλαστήμασι καὶ διαφόροις ζῴοις, τήν τε θάλασσαν πάλιν τῷ παμπληθεῖ τῶν νηκτῶν γένει. ταῦτα πάντα, αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. εἶτα δημιουργεῖ τὸν ἄνθρωπον χερσὶν ἰδίαις, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς εἰς διάπλασιν τοῦ σώματος, τὴν δὲ ψυχὴν λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος αὐτῷ δούς, ἥτις κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ δεδημιουργῆσθαι γέγραπται· κατ’ εἰκόνα μέν, διὰ τὸ νοερὸν καὶ αὐτεξούσιον, καθ’ ὁμοίωσιν δὲ διὰ τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν.

巴尔拉姆再次接过话头说道:“你若想知道我的主宰是谁,祂便是主耶稣基督,上帝的独生子,那可称颂、独一有权势的,万王之王,万主之主,独一不死、住在人不能靠近的光中、与父及圣灵同享荣耀的那一位。因为我并不属于那些将这些众多且纷乱者奉为神明、崇拜这些毫无生气且聋哑的偶像之人;我所认识并宣信的,是那位在三个位格中受荣耀的独一上帝,即在父、子与圣灵中,同具同一本性与实体,同具同一不可分割的荣耀与国度。这位在三个位格中的独一上帝,无始无终,永恒常存,非受造,不改变且无形体,不可见,无可限量,不可测度,唯独至善且公义,使万有——无论可见的与不可见的——从虚无中立定存在。祂首先创造了属天而不可见的大能者,即无数非物质且无形体的群体,服侍上帝威严的仆役之灵;接着创造了这可见的世界,即天、地与海,并以光辉使之明亮秀美地装饰起来:以太阳、月亮与星辰装饰诸天,以各种草木与各样走兽装饰大地,又以各类无数游动的活物装饰海洋。这一切,都是祂一说便产生,祂一吩咐便造成的。随后祂亲手创造了人,从地里取尘土塑造肉身,又藉着自己的吹气赋予他具有理性与心智的灵魂,圣书上记载这灵魂是照着上帝的形象与样式被造的:‘照着形象’是因其具有心智与自由意志,‘照着样式’则是因其在力所能及的范围内与美德相符。

§7.46

τοῦτον τὸν ἄνθρωπον αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας, βασιλέα τῶν ἐπὶ γῆς κατέστησεν· ἐποίησε δὲ ἐξ αὐτοῦ τὸ θῆλυ, βοηθὸν αὐτῷ κατ’ αὐτόν. Καὶ φυτεύσας παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, εὐφροσύνης καὶ θυμηδίας πάσης πεπληρωμένον, ἔθετο ἐν αὐτῷ τὸν ἄνθρωπον ὃν ἔπλασε, πάντων μὲν τῶν ἐκεῖσε θείων φυτῶν κελεύσας ἀκωλύτως μετέχειν, ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι,2 ὅπερ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, οὕτως εἰπών. ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων,3 μιᾶς στρατιᾶς πρωτοστάτης, οὐδόλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας φυσικῆς ἐσχηκὼς ἴχνος ἀλλ’ ἐπ’ ἀγαθῷ γενόμενος, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ καλοῦ εἰς τὸ κακόν, καὶ ἐπήρθη τῇ ἀπονοίᾳ, ἀντᾶραι βουληθεὶς τῷ Δεσπότῃ καὶ Θεῷ. διὸ ἀπεβλήθη τῆς τάξεως αὐτοῦ καὶ τῆς ἀξίας, καί, ἀντὶ τῆς μακαρίας δόξης ἐκείνης καὶ ἀγγελικῆς ὀνομασίας, διάβολος ἐκλήθη καὶ Σατανᾶς προσωνόμασται. ἔρριψε γὰρ αὐτὸν ὁ Θεὸς ὡς ἀνάξιον τῆς ἄνωθεν δόξης· συναπεσπάσθη δὲ αὐτῷ καὶ συναπεβλήθη καὶ πλῆθος πολὺ τοῦ ὑπ’ αὐτὸν τάγματος τῶν ἀγγέλων,

上帝以自由意志和不死性尊崇这人,立他为地上万物的君王;又从他身上造出女人,作为与他相配的帮手。并在东方伊甸栽立乐园,充满诸般欢愉与喜乐,将所造的人安置在其中,吩咐他可以毫无阻拦地享用那里所有神圣的植物,唯独立下一条诫命决不可品尝那唯一一棵,即被称为知善恶树的那棵,如此说道:‘你们吃它的那日,必定死亡。’然而在上述天使大能者中,有一队军队的领袖,其自身本无半点由创造主而来的本性之恶,完全是为善而被造的,却凭着自由意志的选择从善转向了恶,在狂妄中自高自大,妄图与主宰和上帝抗衡。因此他被褫夺了原有的品阶与尊荣,不再享有那福乐的荣耀与天使的名号,而被称作魔鬼,并起名叫撒旦。因为上帝判定他不配享有天上的荣耀而将他抛掷下去;受他统领的天使品阶中也有许多被一同拉下,一同被驱逐了。”

语法注3 条
  1. 7.45ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος

    短语 ἐκ μὴ ὄντων 意为“从非存在之中”或“从虚无中”(ex nihilo)。分词 ὄντων 与否定词 μή 搭配,表示概念上、类别上的非存在,而非具体事实性的否定(后者通常用 οὐ)。

  2. 7.46ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι

    属格短语 ἑνὸς δὲ μόνου 被倒装前置于 ἐντολήν 之前(hyperbaton)。在句法上,它既作限定 ἐντολήν 的宾格性属格(“关于唯一一物的诫命”),又作不定式 γεύσασθαι 所支配的属格宾语。随后的中性关系代词 ὅπερ 在性上与之一致,并预示后文的 ξύλον。

  3. 7.46εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων

    主语 εἷς(阳性主格单数)与主谓动词 ἐτράπη 和 ἐπήρθη 之间,插入了长分词短语 οὐδόλως... ἐσχηκὼς... ἀλλ’ ἐπ’ ἀγαθῷ γενόμενος。其句法核心为:“天使诸能者中的一位……由善转恶,并在狂妄中自大”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:7.44-7.46