← 大马士革的圣约翰

巴兰和约萨法特

§6.42-6.44

死亡号角与四个箱匣的比喻

国王用死亡号角使指责他的兄弟认识到自身的愚妄,随后又以涂金与涂沥青的四个箱匣为喻,教导臣宰们应当着眼于灵魂的内在价值而非肉眼所见的外表。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.42

ἑσπέρας οὖν καταλαβούσης, ἀπέστειλεν ὁ βασιλεὺς τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν1 ἐπὶ τῇ θύρᾳ τοῦ οἴκου τοῦ ἀδελφοῦ αὐτοῦ. ὡς οὖν ἤκουσεν ἐκεῖνος τὴν σάλπιγγα τοῦ θανάτου, ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας καὶ διέθετο τὰ κατ’ αὐτὸν ὅλην τὴν νύκτα· ἅμα δὲ πρωΐ, ἀμφιασάμενος μέλανα καὶ πενθήρη, μετὰ γυναικὸς καὶ τέκνων ἀπέρχεται εἰς τὴν θύραν τοῦ παλατίου κλαίων καὶ ὀδυρόμενος. εἰσαγαγὼν δὲ αὐτὸν ὁ βασιλεύς, καὶ οὕτως ἰδὼν ὀλοφυρόμενον, ἔφη· Ὦ ἀσύνετε καὶ ἄφρον, εἰ σὺ οὕτως ἐδειλίασας τὸν κήρυκα τοῦ ὁμοτίμου σου ἀδελφοῦ, πρὸς ὃν οὐδὲν ὅλως ἑαυτὸν ἡμαρτηκέναι γινώσκεις, πῶς ἐμοὶ μέμψιν ἐπήγαγες ἐν ταπεινώσει ἀσπασαμένῳ τοὺς κήρυκας τοῦ Θεοῦ μου, τοὺς εὐηχέστερον σάλπιγγος μηνύοντάς μοι τὸν θάνατον καὶ τὴν φοβερὰν τοῦ Δεσπότου ὑπάντησιν, ᾧ πολλὰ καὶ μεγάλα ἐμαυτὸν ἡμαρτηκέναι ἐπίσταμαι; ἰδοὺ τοίνυν τὴν σὴν ἐλέγχων ἄνοιαν τούτῳ δὴ τῷ τρόπῳ ἐχρησάμην, ὥσπερ οὖν καὶ τοὺς ὑποθεμένους σου τὴν κατ’ ἐμοῦ μέμψιν θᾶττον ἀνοηταίνειν ἐλέγξω. καὶ οὕτω θεραπεύσας τὸν ἀδελφὸν αὐτοῦ καὶ ὠφελήσας οἴκαδε ἀπέστειλεν. Ἐκέλευσε δὲ γενέσθαι ἐκ ξύλων βαλάντια τέσσαρα. καὶ τὰ μὲν δύο περικαλύψας πάντοθεν χρυσίῳ, καὶ ὀστᾶ νεκρῶν ὀδωδότα βαλὼν ἐν αὐτοῖς, χρυσαῖς περόναις κατησφαλίσατο· τὰ δὲ ἄλλα πίσσῃ καταχρίσας καὶ ἀσφαλτώσας, ἐπλήρωσε λίθων τιμίων καὶ μαργαρίτων πολυτίμων καὶ πάσης μυρεψικῆς εὐωδίας.

傍晚降临时,国王派遣吹响死亡号角的人前往他兄弟的家门前吹响。那人一听到死亡的号角,便对自己的性命感到绝望,整夜都在交代后事;次日清晨,他换上黑色丧服,同妻子儿女哭泣哀嚎着来到王宫门前。国王将他引了进来,见他如此悲泣,便说道:“糊涂愚蠢的人啊,若你对与你地位平等的兄弟的使者尚且如此畏惧——而你明知自己对他毫无冒犯,那你怎能责难我谦卑地问候我上帝的使者呢?他们以比号角更清晰的声音向我预告死亡,以及与那位我知道自己屡屡犯下滔天大罪的主宰之间可怕的会面。看哪,我用这种方法正是为了揭露你的愚妄,也同样很快要揭露那些挑唆你责备我的人正是在行愚妄之事。”国王以此劝慰并教导了他的兄弟,然后打发他回家。随后,他吩咐用木头制作四个箱匣。其中两个通体包上金箔,里面放入散发恶臭的死人骨殖,并用金扣紧紧封好;另外两个则涂上沥青和柏油,里面装满宝石、珍贵的珍珠和各类调制香膏的馥郁芬芳。

§6.43

σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῷ μεγιστᾶνας ἐπὶ τῇ τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια.2 οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῇ πίσσῃ κατακεχρισμένα καὶ τῇ ἀσφάλτῳ εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα. Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῇ δόξῃ καὶ δυναστείᾳ σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων.3 εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῇ τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίᾳ. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα, ὕβριν ἡγήσασθε τὴν ἐμὴν κατὰ πρόσωπον αὐτῶν ἐπὶ γῆς προσκύνησιν· ἐγὼ δέ, τοῖς νοεροῖς ὄμμασι τὸ τίμιον αὐτῶν καὶ περικαλλὲς κατανοήσας τῶν ψυχῶν, ἐνεδοξάσθην μὲν τῇ τούτων προσψαύσει, παντὸς δὲ στεφάνου καὶ πάσης βασιλικῆς ἀλουργίδος τιμιωτέρους αὐτοὺς ἡγησάμην. οὕτως οὖν αὐτοὺς ᾔσχυνε, καὶ ἐδίδαξε μὴ τοῖς φαινομένοις πλανᾶσθαι, ἀλλὰ τοῖς νοουμένοις προσέχειν. κατ’ ἐκεῖνον τοίνυν τὸν εὐσεβῆ καὶ σοφὸν βασιλέα καὶ σὺ πεποίηκας, τῇ ἀγαθῇ ἐλπίδι προσδεξάμενός με, ἧς οὐ ψευσθήσῃ, ὡς ἔγωγε οἶμαι. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωασάφ. Ταῦτα μὲν δὴ πάντα καλῶς εἶπας καὶ εὐαρμόστως· ἀλλ’ ἐκεῖνο θέλω μαθεῖν, τίς ἐστιν ὁ σὸς Δεσπότης, ὃν κατ’ ἀρχὰς τοῦ λόγου περὶ τοῦ σπορέως ἐκείνου εἰρηκέναι ἔλεγες.

国王用毛绳将这些箱匣紧紧系牢,召集那些曾在他迎见那些人一事上责备他的重臣们,将这四个箱匣摆在他们面前,让他们评估这些和那些各自值多少价值。他们判定那两个镀金的箱匣价值连城;因为他们说:“里面极可能存放着君王的冠冕与佩带;而那些涂抹着沥青和柏油的,只值卑贱可怜的价钱。”国王对他们说:“我也知道你们会这般说;因为你们是用肉眼看可感的外观;但绝不应当如此行。反倒应当用内心的眼睛,去看那存放在内部的尊荣或卑微。”国王命人打开镀金的箱匣;箱匣一开,一股难闻的恶臭扑鼻而来,显出一幅极令人作呕的景象。国王于是说:“这就是那些身着华丽显赫衣袍、夸耀盛名与权势,内心却散发着死行与恶行臭气之人的形象。”接着他又下令打开涂满沥青柏油的箱匣,其中所藏之物的绚丽与芳香使所有在场之人都心生欢喜。国王对他们说:“你们知道这与何物相似吗?这正如那些身披破烂衣衫的卑微之人;你们看着他们外在的形状,便将我当面向他们俯伏在地的敬拜视为羞辱;而我用明达的心灵之眼领会了他们灵魂的高贵与至美,因与他们触碰而倍感荣耀,且认为他们比任何冠冕和君王紫袍都更为尊贵。”国王就这样使他们蒙羞,并教导他们莫被表象迷惑,而要着眼于心智所领悟之事物。“因此,你也正如那位虔诚而智慧的君王一般行事,怀着美好的盼望接纳了我,我想这盼望是决不会落空的。”约阿萨夫对他说:“这一切你都说得极好且甚为中肯;但我想要知道的是:在言谈之初你提到曾讲述那撒种者之事的你的主,究竟是谁?”

语法注3 条
  1. 6.42ἀπέστειλεν τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν

    动词 ἀπέστειλεν(派遣)支配宾格 τὴν σάλπιγγα,后接表目的的不定式 σαλπίζειν(吹响)。此处既可理解为拟人或借代修辞(“派遣死亡的号角去吹响”,以器物代指持号角的传令官),亦可理解为不定式的逻辑主语(传令官)被省略,而 τὴν σάλπιγγα 作 σαλπίζειν 的宾语。无论何种读法,皆承接前节所言专职执号角的传令官。

  2. 6.43τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια

    带定冠词属格的不定式 τοῦ ἀποτιμήσασθαι 表目的(“为了评估/鉴定”)。在间接疑问从句中,πόσου ... τιμήματος 是形容词 ἄξια(值得、配当)所支配的价值属格(genitive of price/value),修饰 ταῦτα 与 ἐκεῖνα,构成“这些值多少价钱,那些值多少价钱”的结构。

  3. 6.43ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων

    分词 ἀποζόντων 出自动词 ἀπόζω(散发气味/恶臭),支配表示源泉或材料的属格 νεκρῶν καὶ πονηρῶν ἔργων(死行与恶行)。与副词 ἔσωθεν(在内、从内)一同修饰前文指代人物的实质化分词(即那些身着华服之人)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:6.42-6.44