← 大马士革的圣约翰

巴兰和约萨法特

§6.39-6.41

撒种的比喻与君王尊崇修士的寓言

约阿萨夫要求观看宝珠,巴拉姆则引用撒种的比喻以探验王子的心智;在王子表达了对真理的热切渴求后,巴拉姆便以一位尊荣君王礼敬两位身着褴褛的修士之寓言作答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.39

Ὑπόδειξόν μοι τὸν πολύτιμον λίθον, περὶ οὗ μεγάλα τινὰ καὶ θαυμαστὰ λέγειν σε1 ὁ ἐμὸς παιδαγωγὸς διηγήσατο. ὁ δὲ Βαρλαὰμ οὕτως ἀπήρξατο τῆς πρὸς αὐτὸν διαλέξεως· Οὐ δίκαιόν ἐστιν, ὦ βασιλεῦ, ψευδῶς τι καὶ ἀπερισκέπτως πρὸς τὸ ὑπερέχον τῆς σῆς δόξης λέγειν με· πάντα γὰρ τὰ δηλωθέντα σοι παρ’ ἐμοῦ ἀληθῆ εἰσι καὶ ἀναμφίλεκτα. ἀλλ̓, εἰ μὴ πρότερον δοκιμὴν τῆς σῆς λάβω φρονήσεως, οὐ θέμις τὸ μυστήριον φανερῶσαί σοι. φησὶ γὰρ ὁ ἐμὸς Δεσπότης· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσε παρὰ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐβλάστησε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καί, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἑκατοστεύοντα. εἰ μὲν οὖν γῆν εὕρω ἐν τῇ καρδίᾳ σου καρποφόρον καὶ ἀγαθήν, οὐκ ὀκνήσω τὸν θεῖον σπόρον ἐμφυτεῦσαί σοι καὶ φανερῶσαι τὸ μέγα μυστήριον· εἰ δὲ πετρώδης αὕτη καὶ ἀκανθώδης ἐστί, καὶ ὁδὸς πατουμένη τῷ βουλομένῳ παντί, κρεῖττον μηδόλως τοῦτον δὴ τὸν σωτήριον καταβαλεῖν σπόρον καὶ εἰς διαρπαγὴν αὐτὸν θεῖναι τοῖς πετεινοῖς καὶ θηρίοις, ὧν ἔμπροσθεν ὅλως μὴ βαλεῖν τοὺς μαργαρίτας ἐντέταλμαι. ἀλλὰ πέπεισμαι περὶ σοῦ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, ὅτι καὶ τὸν λίθον ὄψει τὸν ἀτίμητον, καὶ τῇ αἴγλῃ τοῦ φωτὸς αὐτοῦ φῶς καὶ αὐτὸς ἀξιωθήσῃ γενέσθαι, καὶ καρπὸν ἐνέγκῃς ἑκατοστεύοντα. διὰ σὲ γὰρ ἔργον ἐθέμην καὶ μακρὰν διήνυσα ὁδόν, τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι2 ἃ οὐκ ἀκήκοας. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Ἐγὼ μέν, πρεσβύτα τίμιε, πόθῳ τινὶ καὶ ἔρωτι ἀκατασχέτῳ ζητῶ λόγον ἀκοῦσαι καινόν τινα καὶ ἀγαθόν, καὶ πῦρ ἔνδοθεν ἐν τῇ καρδίᾳ μου ἐκκέκαυται δεινῶς φλέγον με καὶ παρορμῶν μαθεῖν ἀναγκαίας τινὰς συζητήσεις· οὐκ ἔτυχον δὲ μέχρι τοῦ νῦν ἀνθρώπου δυναμένου πληροφορῆσαί με περὶ τούτων. εἰ δὲ τύχω σοφοῦ τινος καὶ ἐπιστήμονος, καὶ ἀκούσω λόγον σωτηρίας, οὔτε πετεινοῖς, ὡς οἶμαι, τοῦτον ἐκδώσω, οὔτε θηρίοις, οὔτε μὴν πετρώδης φανήσομαι, ὡς ἔφης, οὔτε ἀκανθώδης, ἀλλὰ καὶ εὐγνωμόνως δέξομαι καὶ εἰδημόνως τηρήσω. σὺ δέ, εἴ τι τοιοῦτον ἐπίστασαι, μὴ διακρύψῃς ἀπ’ ἐμοῦ, ἀλλ’ ἀνάγγειλόν μοι. ὡς γὰρ ἤκουσα ἐκ μακρᾶς ἀφικέσθαι σε γῆς, ἥσθη μου ἡ ψυχή, καὶ εὔελπις ἐγενόμην διὰ σοῦ τοῦ ποθουμένου ἐπιτυχεῖν. διὰ τοῦτο καὶ θᾶττον εἰσήγαγόν σε πρός με καὶ προσηνῶς ἐδεξάμην, ὥσπερ τινὰ τῶν συνήθων μοι καὶ ἡλικιωτῶν, εἴπερ οὐ ψευσθήσομαι τῆς ἐλπίδος. καὶ ὁ Βαρλαὰμ ἔφη· Καλῶς ἐποίησας τοῦτο καὶ ἀξίως τῆς σῆς βασιλικῆς μεγαλοπρεπείας, ὅτι μὴ τῇ φαινομένῃ προσέσχες εὐτελείᾳ, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος. Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ’ ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας,3 διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους· ἦν δὲ γινώσκων τούτους ὁ βασιλεὺς τῷ ὑπωπιασμῷ τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσεκύνησε, καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτῳ, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες· μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῷ βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῷ ἀδελφῷ καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῷ ἀπόκρισιν ὁ βασιλεύς, ἣν οὐ συνῆκεν ὁ ἀδελφὸς αὐτοῦ. Ἔθος γὰρ ἦν ἐκείνῳ τῷ βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο· καὶ τῇ φωνῇ τῆς σάλπιγγος ἐκείνης ᾔσθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν.

“请将那颗珍贵的宝石展示给我看;我的傅役曾述及你谈起此物有某些伟大而奇妙之处。”巴拉姆便如此开启了与他的对谈:“王啊,若我对你卓越的尊严虚妄而轻率地进言,乃是不义的;因为我向你阐明的一切皆真实且无可置疑。然而,若我不先探试你的明哲,便不可将这奥秘显露给你。因为我的主曾说:‘有一个撒种的出去撒他的种子;撒的时候,有的落在路旁,飞鸟来吃尽了。又有的落在磐石地上,那里的土不多,因为没有深土,立刻发苗;但日头出来一晒,又因为没有根,就枯干了。又有的落在荆棘里,荆棘长起来,把它窒息了。还有的落在好土里,结出百倍的果子。’因此,若我在你心中寻得丰产而良善的土壤,我便绝不迟疑将这神圣的种子栽植在你心里,并将这伟大的奥秘显明;但若它满是磐石与荆棘,且是任由众人践踏的道路,那还是全然不播撒这救赎的种子、也不将其置于飞鸟和野兽的抢夺之中更好,因我受命决不可将珍珠丢在它们面前。但我坚信关于你有着更美且关乎救恩的事,即你必得见那无价的宝石,且因其光辉的照耀你自己也配得成为光明,并结出百倍的果实。正为了你,我立下这桩事工,走过漫长的旅途,要将你从未见过的指示给你,将你从未听闻的教导给你。”约阿萨夫对他说:“尊贵的长者,我确实怀着某种渴慕与无法抑制的热切,寻求聆听某种崭新而美善的言语,有一团火在我内心里剧烈燃烧,焚灼着我并催促我去探明某些至关重要的研讨;但直到如今,我尚未遇见能在这些事上使我确信知晓的人。但若我能遇见一位智慧通达之人,得听救赎的言词,我想我既不会将其抛给飞鸟,也不会丢给野兽,如你所言,我也绝不会显出磐石或荆棘的样子,反而会感恩地领受并明智地谨守。而你若懂得任何这等事,就不要向我隐瞒,而要向我宣布。因为当我听闻你从远方之地到来,我的灵魂便甚欢喜,且满怀希望借着你能得偿所愿。为此缘故,我才将你火速召到我面前并亲切地款待,宛如对待一位旧识或同辈,倘若我的希望果真不会落空。”巴拉姆说:“你行这事甚好,且配得上你君王般的威严,因你并未留意于外在的卑微,反倒归属于隐藏的盼望。从前有一位伟大而显赫的君王;有一次,当他乘着金饰的战车、带着合于王者的仪仗经过时,适逢有两个人与〔他〕迎面相遇,他们身穿破烂污秽的衣衫,面容消瘦且极度苍白;但国王知道,这些人乃是借着对肉体的克制与修行的汗水消磨了血肉之躯。因此,他一看见他们,便立即跳下战车,仆倒在地敬拜,站起来拥抱他们并极尽亲切地亲吻。但他的显贵与臣宰们对此甚为不悦,认为他做出了有辱君王尊严之事;但因不敢当面斥责,他们便让国王的亲兄弟去对国王说,切勿如此羞辱冠冕的高位。当他将这些话告诉他的兄弟、责备其不合时宜的自贬之后,国王给了他一个答复,但他兄弟却未能领会。原来那位国王有一个习惯:每当他向某人下达死刑判决时,便会派遣一位传令官,带着专为此事设立的号角前往那人的门前;众人在听到那号角之声时,便皆知道那人已被定为死罪。”

语法注3 条
  1. 6.39λέγειν σε

    由动词 διηγήσατο 所支配的“对格加不定词”(AcI)结构。其中 σε 为不定词 λέγειν 的逻辑主语,而 μεγάλα τινὰ καὶ θαυμαστά 则为 λέγειν 的直接宾语(“我的傅役曾述及你谈起某些伟大而奇妙之事”)。

  2. 6.40τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι

    带有属格定冠词 τοῦ 的不定词短语(带冠词不定词),用于表示目的(“为了向你展示……并教导你……”)。在后古典期及拜占庭希腊语中,不带介词的属格带冠词不定词常充当目的从句的作用(相当于 ἵνα 引导的从句)。

  3. 6.40καὶ ἐγένετο, διερχομένου αὐτοῦ ... ὑπαντῆσαι δύο ἄνδρας

    常见于七十士译本与新约圣经的拟希伯来语构词模式(καὶ ἐγένετο 结构)。不定词 ὑπαντῆσαι 充当非人称动词 ἐγένετο 的语法主语,而 δύο ἄνδρας 则作为不定词的对格逻辑主语,中间插入了表示时间的属格独立结构(διερχομένου αὐτοῦ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:6.39-6.41