- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:6.35-6.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
修道士巴拉姆顺从神圣启示,乔装成商人前往印度的王城,以一颗神异宝石为由接触王子的傅役。经由傅役禀报,巴拉姆得以被召入宫中,与约阿萨夫单独相见。
Ἐγένετο γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν μοναχός τις, σοφὸς τὰ θεῖα, βίῳ τε καὶ λόγῳ κοσμούμενος, καὶ εἰς ἄκρον πᾶσαν μοναχικὴν μετελθὼν πολιτείαν· ὅθεν μὲν ὁρμώμενος καὶ ἐκ ποίου γένους οὐκ ἔχω λέγειν, ἐν πανερήμῳ δέ τινι τῆς Σενααρίτιδος γῆς τὰς οἰκήσεις ποιούμενος, καὶ τῆς ἱερωσύνης τετελειωμένος τῇ χάριτι. Βαρλαὰμ ἦν ὄνομα τούτῳ τῷ γέροντι. οὗτος οὖν ἀποκαλύψει τινὶ θεόθεν αὐτῷ γενομένῃ γνοὺς τὰ κατὰ τὸν υἱὸν τοῦ βασιλέως, ἐξελθὼν τῆς ἐρήμου, πρὸς τὴν οἰκουμένην κατῆλθε. καί, ἀμείψας τὸ ἑαυτοῦ σχῆμα, ἱμάτιά τε κοσμικὰ ἀμφιασάμενος, καὶ νηὸς ἐπιβάς, ἀφίκετο εἰς τὰ τῶν Ἰνδῶν βασίλεια, καὶ ἐμπόρου ὑποδὺς προσωπεῖον, τὴν πόλιν καταλαμβάνει, ἔνθα δὴ ὁ τοῦ βασιλέως υἱὸς τὸ παλάτιον εἶχε. καί, ἡμέρας διατρίψας ἐκεῖσε πολλάς, ἠκριβολογήσατο τὰ κατ’ αὐτὸν καὶ τίνες οἱ τούτῳ πλησιάζοντες. μαθὼν οὖν τὸν ἀνωτέρω ῥηθέντα παιδαγωγὸν πάντων αὐτῷ μᾶλλον οἰκειότατον εἶναι, προσελθὼν αὐτῷ κατ’ ἰδίαν, ἔφη· Γινώσκειν σε βούλομαι, κύριέ μου, ὅτι ἔμπορος ἐγὼ ἐκ μακρᾶς ἐλήλυθα χώρας, καὶ ὑπάρχει μοι λίθος τίμιος, ᾧ παρόμοιος πώποτε οὐχ εὑρέθη. καὶ οὐδενὶ μέχρι τοῦ νῦν τοῦτον ἐφανέρωσα· σοὶ δὲ κατάδηλον ἤδη ποιῶ, συνετόν τε καὶ νουνεχῆ βλέπων σε ἄνδρα, ὡς ἂν εἰσαγάγῃς1 με πρὸς τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐπιδώσω τοῦτον αὐτῷ. πάντων γὰρ τῶν καλῶν ἀσυγκρίτως ὑπερέχει· δύναται καὶ τυφλοῖς τῇ καρδίᾳ φῶς δωρεῖσθαι σοφίας, κωφῶν δὲ ὦτα ἀνοίγειν, ἀλάλοις τε φωνὴν διδόναι, καὶ ῥῶσιν τοῖς νοσοῦσι παρέχειν· τοὺς ἄφρονας σοφίζει, δαίμονας διώκει, καὶ πᾶν ὅ τι καλὸν καὶ ἐράσμιον ἀφθόνως χορηγεῖ τῷ κεκτημένῳ αὐτόν. λέγει πρὸς αὐτὸν ὁ παιδαγωγός· Ὁρῶ σε ἄνθρωπον σταθεροῦ καὶ βεβηκότος φρονήματος· τὰ δὲ ῥήματά σου ἄμετρά σε καυχᾶσθαι ἐμφαίνουσι. λίθους γὰρ καὶ μαργαρίτας πολυτελεῖς καὶ πολυτίμους πῶς ἄν σοι διηγησαίμην ὅσους ἑώρακα; ἔχοντας δὲ τοιαύτας ἃς εἴρηκας δυνάμεις οὔτε εἶδον, οὔτε ἤκουσα. ὅμως ὑπόδειξόν μοι αὐτόν, καί, εἴ ἐστι κατὰ τὸ ῥῆμά σου, θᾶττον εἰσάγω τοῦτον πρὸς τὸν τοῦ βασιλέως υἱόν, καὶ τιμὰς ὅτι μεγίστας καὶ δωρεὰς λήψῃ παρ’ αὐτοῦ. πρινὴ δὲ βεβαιωθῆναί με2 τῇ ἀψευδεῖ τῶν ὀφθαλμῶν ὁράσει, ἀδύνατόν μοι τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ περὶ πράγματος ἀφανοῦς ταῦτα δὴ τὰ ὑπέρογκα ἀπαγγεῖλαι. ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας μήτε ἑωρακέναι πώποτε μήτε ἀκηκοέναι τοιαύτας δυνάμεις καὶ ἐνεργείας· ὁ γὰρ πρὸς σέ μου λόγος οὐ περί του τυχόντος ἐστὶ πράγματος, ἀλλὰ θαυμαστοῦ τινὸς καὶ μεγάλου. ὅτι δὲ ἐζήτησας τοῦτον θεάσασθαι, ἄκουσον τῶν ἐμῶν ῥημάτων. Ὁ λίθος οὗτος ὁ πολύτιμος μετὰ τῶν προειρημένων ἐνεργειῶν καὶ δυνάμεων, ἔτι καὶ ταύτην κέκτηται τὴν ἰσχύν· οὐ δύναται θεάσασθαι αὐτὸν ἐκ τοῦ προχείρου ὁ μὴ ἔχων ἐρρωμένην μὲν τὴν ὅρασιν καὶ ὑγιαίνουσαν, ἁγνὸν δὲ τὸ σῶμα καὶ πάντη ἀμόλυντον. εἰ γάρ τις, μὴ τὰ δύο ταῦτα καλὰ ἔχων, προπετῶς ἐμβλέψειε τῷ τιμίῳ λίθῳ τούτῳ, καὶ αὐτὴν δήπου ἣν ἔχει ὀπτικὴν δύναμιν καὶ τὰς φρένας προσαπολέσειεν. ἐγὼ δέ, οὐκ ἀμύητος τῆς ἰατρικῆς ἐπιστήμης ὑπάρχων, καθορῶ σου τοὺς ὀφθαλμοὺς μὴ ὑγιῶς ἔχοντας, καὶ δέδοικα μὴ καὶ ἧς ἔχεις ὁράσεως3 στέρησιν προξενήσω. ἀλλὰ τὸν υἱὸν τοῦ βασιλέως ἀκήκοα βίον μὲν ἔχειν σώφρονα, τοὺς ὀφθαλμοὺς δὲ ὡραίους καὶ ὑγιῶς ὁρῶντας· τούτου χάριν ἐκείνῳ ὑποδεῖξαι τὸν θησαυρὸν τοῦτον τεθάρρηκα. σὺ οὖν μὴ ἀμελῶς περὶ τούτου διατεθῇς, μηδὲ πράγματος τοιούτου τὸν κύριόν σου ἀποστερήσῃς. ὁ δὲ πρὸς αὐτόν, Καὶ εἰ ταῦτα, φησίν, οὕτως ἔχει, μή μοι τὸν λίθον ὑποδείξῃς· ἐν ἁμαρτίαις γὰρ πολλαῖς ὁ βίος μου ἐρρύπωται· οὐχ ὑγιῶς δὲ καὶ τὴν ὅρασιν, καθὼς εἶπας, κέκτημαι. ἀλλ’ ἐγώ, τοῖς σοῖς πεισθεὶς ῥήμασι, γνωρίσαι ταῦτα τῷ κυρίῳ μου καὶ βασιλεῖ οὐκ ὀκνήσω. εἶπε ταῦτα, καὶ εἰσελθὼν κατὰ μέρος πάντα τῷ υἱῷ τοῦ βασιλέως ἀπήγγειλεν. ἐκεῖνος δέ, ὡς ἤκουσε τὰ τοῦ παιδαγωγοῦ ῥήματα, χαρᾶς τινὸς καὶ θυμηδίας πνευματικῆς ᾔσθετο, τῇ αὐτοῦ ἐμπνευσάσης καρδίᾳ, καί, ἔνθους ὥσπερ γενόμενος τὴν ψυχήν, ἐκέλευσε θᾶττον εἰσαγαγεῖν τὸν ἄνδρα. Ὡς οὖν εἰσῆλθεν ὁ Βαρλαάμ, καὶ δέδωκεν αὐτῷ τὴν πρέπουσαν εἰρήνην, ἐπέτρεψεν αὐτὸν καθεσθῆναι, καί, τοῦ παιδαγωγοῦ ὑποχωρήσαντος, λέγει ὁ Ἰωάσαφ τῷ γέροντι·
原来,在那个时代有一位修道士,深通属神之事,其为人与言辞皆极具操守,且攀登了全备修道生活的至高境地;他自何处出发、出身于何种宗族,我无从说明,但他寄居在塞那阿尔之地的一片荒漠之中,并因圣职之恩典而臻于完满。这位老人的名字叫巴拉姆。他借着神所赐给他的某种启示,得知了关于王子之事,便走出荒漠,下到人烟聚居的世界。他改变了自己的装束,穿上世俗的衣裳,登上一艘舟船,抵达了印度诸邦;他戴上商人的面具,来到了国王之子设立宫殿的城邑。他在那里盘桓多日,仔细探听了关于王子的详情以及究竟何人得以亲近他。在得知前文提及的那位傅役比所有人都更与王子亲密之后,巴拉姆便私下走近他,说道:“我主,我愿让你知道,我乃是从远方之国而来的商人,我拥有一颗珍贵的宝石,从未有人见过与其相似之物。直到如今,我尚未向任何人显露过它;但因我见你是个聪颖而有见识的人,我如今便向你阐明,好使你能引我觐见王之子,我也好将此物交付给他。因为它无可比拟地凌驾于一切美好的事物之上:它能将智慧之光赐予心盲之人,开启聋者的耳朵,使哑巴出声,使患病之人恢复强健;它使愚顽者得智慧,驱逐恶魔,并将一切美好可爱之物丰沛地赐给拥有它的人。”傅役对他说:“我见你是个心志坚定而沉稳之人;然而你的言语却显出你夸口无度。因为昂贵而珍奇的宝石与珍珠,我所见过的之多,又如何能向你数算得清呢?但我却从未见过、也未听闻过具有你所说这等威力的宝物。尽管如此,你且将其展示给我看;若是真如你所说,我便会迅速将它带到王之子那里,你也必从他那里获得至高无上的尊荣与赏赐。但在我亲眼得见、确信无疑之前,若要我就一件隐秘未见之事向我的主公与君王呈报这些夸大之词,对我而言乃是不可能的。”巴拉姆便说:“你说从未见过也未听闻过这等威力与功用,说得极是;因为我向你所进之言并非关乎寻常之事,而是关乎某种奇妙而伟大的事物。至于你请求观看它,且听我的言语:这颗珍贵的宝石除了前述的功用与威力之外,还具备这样一种权能:凡不具备强健健全之视力、 身体未达圣洁全然无染之人,绝不可仓促观赏它。因为若有人不具备这两样美德而冒失地注视这颗宝石,他甚至很可能会连自己现有的视力与神智也一并丧失。而我并非不通医术之人,我看出你的眼睛并不健康,我唯恐会致使你连现有的视力也被剥夺。但我听闻国王之子过着克己节制的生活,双目清秀且视物健全;为此缘故,我才敢于将这宝物展示给他。因此,你切不可对此事漫不经心,也不可剥夺你的主公获此珍宝的机缘。”傅役便对他说:“若事情果真如此,就请不要将这宝石展示给我看;因我的生命受许多罪孽所污秽,如你所言,我的视力也并不健康。但我既已信服你的言辞,便绝不迟疑将这些事禀告我的主公与君王。”他说完这些话,便走进去将一切细末详尽地禀告了王之子。王子一听见傅役的言辞,便觉察到一种喜乐与属灵的欢欣吹入了他的心中,他的灵魂仿佛受到神感一般,便下令火速将那人引进来。及至巴拉姆走进来,向他致以合宜的平安问候,王子便准许他坐下;待傅役退下之后,约阿萨夫对老人说道:
- 6.37ὡς ἂν εἰσαγάγῃς
连词 ὡς ἄν 后接过去时虚拟语气(aorist subjunctive),用以引导目的从句,意为“为了使你引见[我]”。古典阿提卡散文中常使用 ἵνα 或 ὅπως,而在通用希腊语及晚期希腊语中,ὡς ἄν 加虚拟语气是表达目的从句的常见句式。
- 6.37πρινὴ δὲ βεβαιωθῆναί με
时间连词 πρὶν ἤ(此处连写为单字 πρινή)后接对格不定式结构(对格主语 με 加上被动过去时不定式 βεβαιωθῆναι),构成表示时间先后的副词从句,意为“在我确信之前”。
- 6.38ἧς ἔχεις ὁράσεως
此处出现了关系代名词的格吸引(attraction)及先行词内包现象。其底层的句法结构本为 τῆς ὁράσεως ἣν ἔχεις:因主句中的名词 στέρησιν(剥夺、丧失)要求支配属格,关系代词由原本的宾格(ἣν)受吸引变格为属格(ἧς),而先行词 ὁράσεως 则被内包入关系从句之中。
