- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:5.33-5.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王子目睹一位衰朽的老人并领悟到衰老与死亡的必然性,深陷剧痛并厌弃尘世之乐,而他渴求真理的心灵蒙受了神圣天意的垂顾。
καὶ ἐπαύσατο μὲν ὁ τοῦ βασιλέως υἱὸς ἐπερωτῶν, ὠδυνήθη δὲ τὴν καρδίαν ἐπὶ τῷ ὁραθέντι, καὶ ἠλλοιώθη ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ τῷ ἀσυνήθει τοῦ πράγματος. Μετ’ οὐ πολλὰς δὲ ἡμέρας αὖθις διερχόμενος ἐντυγχάνει γέροντι πεπαλαιωμένῳ ἐν ἡμέραις πολλαῖς, ἐρρικνωμένῳ μὲν τὸ πρόσωπον, παρειμένῳ δὲ τὰς κνήμας,1 συγκεκυφότι, καὶ ὅλως πεπολιωμένῳ, ἐστερημένῳ τοὺς ὀδόντας, καὶ ἐγκεκομμένα λαλοῦντι. ἔκπληξις οὖν αὐτὸν λαμβάνει· καὶ δὴ πλησίον τοῦτον ἀγαγὼν ἐπηρώτα μαθεῖν τὸ τῆς θέας παράδοξον. οἱ δὲ συμπαρόντες εἶπον· Οὗτος χρόνων ἤδη πλείστων ὑπάρχει, καὶ κατὰ μικρὸν μειουμένης αὐτῷ τῆς ἰσχύος, ἐξασθενούντων δὲ τῶν μελῶν, εἰς ἣν ὁρᾷς ἔφθασε ταλαιπωρίαν. Καὶ τί, φησί, τούτου τὸ τέλος; οἱ δὲ εἶπον αὐτῷ· Οὐδὲν ἄλλο ἢ θάνατος αὐτὸν διαδέξεται. Ἀλλὰ καὶ πᾶσιν, ἔφη, τοῖς ἀνθρώποις τοῦτο πρόκειται; ἢ καὶ τοῦτο ἐνίοις αὐτῶν συμβαίνει; ἀπεκρίθησαν ἐκεῖνοι· Εἰ μὴ προλαβὼν ὁ θάνατος μεταστήσει τινὰ τῶν ἐντεῦθεν, ἀδύνατον, τῶν χρόνων προβαινόντων, μὴ εἰς ταύτης ἐλθεῖν τὴν πεῖραν τῆς τάξεως.2 καί φησιν ὁ παῖς· ἐν πόσοις οὖν ἔτεσι τοῦτο ἐπέρχεταί τινι; καὶ εἰ πάντως πρόκειται ὁ θάνατος, καὶ οὐκ ἔστι μέθοδος τοῦτον παραδραμεῖν, καὶ μηδὲ εἰς ταύτην ἐλθεῖν τὴν ταλαιπωρίαν; λέγουσιν αὐτῷ· Ἐν ὀγδοήκοντα μὲν ἢ καὶ ἑκατὸν ἔτεσιν εἰς τοῦτο τὸ γῆρας καταντῶσιν οἱ ἄνθρωποι, εἶτα ἀποθνήσκουσι, μὴ ἄλλως ἐνδεχομένου. χρέος γὰρ φυσικὸν ὁ θάνατός ἐστιν, ἐξ ἀρχῆς ἐπιτεθὲν τοῖς ἀνθρώποις, καὶ ἀπαραίτητος ἡ τούτου ἐπέλευσις.
国王的儿子便止住了探问,却因所见之事心中作痛,由于这前所未见的光景,他的面容也改变了。 没过许多日子,王子再次巡游穿行时,遇见一位饱经漫长岁月的衰弱老人:面庞布满皱纹,双腿瘫软无力,弯腰驼背,满头白发,牙齿掉光,言语破碎结巴。于是惊骇抓住了王子;他便命人将这老人引到近前,探问以求了解这景象之异乎寻常的缘由。随行在侧的人说道:“此人已历经极多年岁,因体力逐渐衰退,四肢无力,才落到您所见的这般凄惨境地。” 王子说:“那么,此事的结局又是什么?”他们便对他说:“除了死亡将接替他之外,再无别物。” 王子说:“难道这也是摆在一切人面前的命运吗?抑或这也是仅临到他们中某些人身上的?”他们回答说:“除非死亡抢先一步将某人从这世间移去,否则随着年岁递增,绝不可能不经历这般境况的遭遇。” 少年便说:“那么在多少年岁之内,这等事便会临到某人?难道死亡当真是必然注定的,竟没有任何途径能够将其逃脱,甚至连陷入这等凄苦都不必承受吗?” 他们对他说:“人在八十年乃至一百年间便会落入这般老迈,随后便死去,别无其他可能。因为死亡乃是天然的债务,自起初便加在人类身上,它的临到是无可抗拒的。”
Ταῦτα πάντα ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ συνετὸς ἐκεῖνος καὶ φρόνιμος νεανίας, στενάξας ἐκ βάθους καρδίας, ἔφη· Πικρὸς ὁ βίος οὗτος καὶ πάσης ὀδύνης καὶ ἀηδίας ἀνάπλεως, εἰ ταῦτα οὕτως ἔχει. καὶ πῶς ἀμεριμνήσει τις τῇ προσδοκίᾳ τοῦ ἀδήλου θανάτου, οὗ ἡ ἔλευσις οὐ μόνον ἀπαραίτητος, ἀλλὰ καὶ ἄδηλος, καθὼς εἴπατε, ὑπάρχει; καὶ ἀπῆλθε ταῦτα στρέφων ἐν ἑαυτῷ, καὶ ἀπαύστως διαλογιζόμενος, καὶ πυκνὰς ποιούμενος περὶ τοῦ θανάτου τὰς ὑπομνήσεις, πόνοις τε καὶ ἀθυμίαις ἐκ τούτου συζῶν καὶ ἄπαυστον ἔχων τὴν λύπην. ἔλεγε γὰρ ἐν ἑαυτῷ· Ἆρά ποτέ με ὁ θάνατος καταλήψεται; καὶ τίς ἔσται ὁ μνήμην μου ποιούμενος μετὰ θάνατον, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; καὶ εἰ ἀποθανὼν εἰς τὸ μὴ ὂν διαλυθήσομαι; ἢ ἔστι τις ἄλλη βιοτὴ καὶ ἕτερος κόσμος; ταῦτα καὶ τὰ τούτοις ὅμοια ἀπαύστως διενθυμούμενος ὠχριῶν κατετήκετο, κατ’ ὄψιν δὲ τοῦ πατρός, ὅτε συνέβη τοῦτον ἀφικέσθαι, προσεποιεῖτο τὸ ἱλαρὸν καὶ ἄλυπον, μὴ βουλόμενος εἰς γνῶσιν τῷ πατρὶ τὰ αὐτῷ μελετώμενα ἐλθεῖν. ἐπόθει δὲ ἀκατασχέτῳ τινὶ πόθῳ καὶ ἐγλίχετο ἐντυχεῖν τινι τῷ δυναμένῳ τὴν αὐτοῦ πληροφορῆσαι καρδίαν, καὶ λόγον ἀγαθὸν ταῖς αὐτοῦ ἀκοαῖς ἐνηχῆσαι. Τὸν προμνημονευθέντα δὲ παιδαγωγὸν αὖθις ἐπηρώτα, εἴ πού τινα γινώσκει τὸν δυνάμενον αὐτῷ συμβαλέσθαι πρὸς τὸ ποθούμενον, καὶ τὸν νοῦν αὐτοῦ βεβαιῶσαι, δεινῶς ἰλιγγιῶντα ἐν τοῖς λογισμοῖς, καὶ μὴ δυνάμενον ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα.
那位聪颖而明智的年轻人目睹并听闻了这一切,由衷地叹息道:“若事情真是如此,则这人生便是苦涩的,充满了各样的痛苦与不快。既然死亡不仅如你们所说无可避免,而且其来临乃是不可捉摸的,那么人怀着对这不可知之死亡的预期,又怎能无忧无虑呢?” 于是他离去了,在心中辗转反思这一切,不住地思索,屡屡忆念起死亡,从此便生活在痛苦与沮丧之中,怀着无休止的忧愁。因为他在自己心中暗忖道:“难道有朝一日死亡也会将我吞噬?当时间将一切归于遗忘之时,在死后又有谁会留存对我的记忆?而我死后是消解于虚无之中,抑或尚有另一种生命与另一个世界存在?” 因不住地反复思量这些及类似之事,他脸色苍白,日渐消瘦;但在父亲面前,每逢父亲到来之时,他便假装喜乐且毫无忧戚,因他不愿让父亲察觉自己所思虑之事。他怀着难以抑制的渴望,切慕遇见某位能够满足他的心意、将善道之言传入他耳中的人。 他再次询问前文提及的那位傅役,是否碰巧认识某人,能够就其所渴求之事助他一臂之力,并使他在思绪中深受眩晕之苦、无法摆脱关于这些事情之忧虑的心志得以坚固。
ὁ δέ, τῶν προειρημένων πάλιν ἐπιμνησθείς, ἔλεγεν· Εἶπόν σοι καὶ πρότερον ὅπως ὁ πατήρ σου τοὺς σοφοὺς ἐκείνους καὶ ἀσκητὰς ἀεὶ περὶ τῶν τοιούτων φιλοσοφοῦντας, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ μετ’ ὀργῆς ἐδίωξε, καὶ οὐ γινώσκω νυνί τινα τοιοῦτον ἐν τῇ περιχώρῳ ταύτῃ. πολλοῦ δὲ ἐπὶ τούτοις ἄχθους ἐκεῖνος πληρωθείς, καὶ τὴν ψυχὴν δεινῶς κατατρωθείς, ἐῴκει ἀνδρὶ θησαυρὸν ἀπολέσαντι μέγαν καὶ εἰς τὴν αὐτοῦ ζήτησιν ὅλον αὐτοῦ τὸν νοῦν ἀσχολουμένῳ. ἐντεῦθεν ἀγῶνι διηνεκεῖ καὶ μερίμνῃ συνέζη, καὶ πάντα τὰ ἡδέα καὶ τερπνὰ τοῦ κόσμου ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς ἄγος τι καὶ βδέλυγμα. οὕτως οὖν ἔχοντι τῷ νέῳ καὶ ποτνιωμένῳ κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός,3 καὶ οὐ παρεῖδεν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀλλά, τὴν συνήθη αὐτῷ φιλανθρωπίαν καὶ ἐπὶ τούτῳ δείξας, ἐγνώρισεν ὁδὸν ἣν ἔδει πορεύεσθαι τρόπῳ τοιῷδε·
傅役再次忆及先前说过的话,便说:“我早先就曾告诉过你,你的父亲对于那些经常探讨这等奥理的哲士与修道者,有的予以处决,有的怒加驱逐;如今在这方圆之地,我并不知晓还有这样的人。” 王子听闻此言满心重压,灵魂深受重创,宛如一人失落了无价的珍宝,便倾尽全副心思去寻找它一般。从此他生活在持续的挣扎与忧虑之中,世间一切甘甜愉悦之物,在他眼中皆如污秽与可憎之物。 因此,当青年身处这等境况、在灵魂中恳求寻得至善之时,遍察一切之眼看见了他,那位愿万人得救、明白真道的主并未忽视他,反而因向他也展现其一贯的仁慈爱意,以下述方式将他所当行的道路指示了他:
- 5.33ἐρρικνωμένῳ μὲν τὸ πρόσωπον, παρειμένῳ δὲ τὰς κνήμας
配合完成时被动分词使用的宾格 τὸ πρόσωπον 和 τὰς κνήμας(以及后文的 τοὺς ὀδόντας)均为表示范围的“关系宾格”(即限制性宾格),用以指明各种生理状态所涉及的身体具体部位。
- 5.33ἀδύνατον, τῶν χρόνων προβαινόντων, μὴ εἰς ταύτης ἐλθεῖν τὴν πεῖραν τῆς τάξεως
非人称形容词 ἀδύνατον(不可能)之后的不定式 ἐλθεῖν 带有否定词 μή。此处 μή 用于否定不定式,与 ἀδύνατον 构成双重否定,整体表达强烈的肯定结论,即“随着时间推移,不可能不经历这一境况(必然会经历)”。
- 5.35οὕτως οὖν ἔχοντι τῷ νέῳ καὶ ποτνιωμένῳ κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός
句首的与格短语 οὕτως οὖν ἔχοντι τῷ νέῳ... 作为表示情况或关涉的与格前置,随后在由主语 ὁ πάντα βλέπων ὀφθαλμός 统领的主句谓语 εἶδεν 之后,以代词宾格 αὐτόν 作为复指宾语再次引入。这种微弱的破格句法(anacoluthon)旨在将青年当时的痛苦心境作为先置背景加以凸显。
