← 大马士革的圣约翰

巴兰和约萨法特

§5.31-5.32

王子的外出许可与目睹病患和盲人

王子就自己被禁闭的原因向父王询问,并获得了外出的许可;然而他在外界遇见了麻风病人和盲人,初次得知突如其来的疾病对人类的折磨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.31

ὁ δὲ πατήρ, ἐξ αὐτῶν τῶν ῥημάτων ἀλγήσας τὰ σπλάγχνα, ἔφη· Λέγε μοι, τέκνον ποθεινότατον, τίς ἡ συνέχουσά σε λύπη, καὶ θᾶττον αὐτὴν εἰς χαρὰν μεταμεῖψαι σπουδάσω. καὶ φησὶν ὁ παῖς· Τίς ὁ τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως, ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με,1 ἀπρόϊτον πάντη καὶ ἀθέατον πᾶσί με καταστήσας; καὶ ὁ πατὴρ ἔφη· Οὐ βούλομαι, ὦ τέκνον, ἰδεῖν σέ τι τῶν ἀηδιζόντων τὴν καρδίαν σου καὶ ἐγκοπτόντων σοι τὴν εὐφροσύνην. ἐν τρυφῇ γὰρ διηνεκεῖ καὶ χαρᾷ πάσῃ καὶ θυμηδίᾳ ζῆσαί σε τὸν ἅπαντα διανοοῦμαι αἰῶνα. Ἀλλ’ εὖ ἴσθι, ὦ δέσποτα, φησὶν ὁ υἱὸς τῷ πατρί, τῷ τρόπῳ τούτῳ οὐκ ἐν χαρᾷ καὶ θυμηδίᾳ ζῶ, ἐν θλίψει δὲ μᾶλλον καὶ στενοχωρίᾳ πολλῇ, ὡς καὶ αὐτὴν τὴν βρῶσίν τε καὶ πόσιν ἀηδῆ μοι καταφαίνεσθαι καὶ πικράν. ποθῶ γὰρ ὁρᾶν πάντα τὰ ἔξω τῶν πυλῶν τούτων. εἰ οὖν βούλει ἐν ὀδύνῃ μὴ ζῆν με, κέλευσον προέρχεσθαι καθὼς βούλομαι, καὶ τέρπεσθαι τὴν ψυχὴν τῇ θέᾳ τῶν γενομένων τέως ἀθεάτων μοι.

父亲因这几句话心中深感痛楚,便说:“告诉我,我最心爱的孩子,那纠缠着你的忧伤究竟是什么,我必将竭力迅速将其化为喜乐。”少年便说:“我被囚禁于此究竟是何道理,以致你将我封闭在城墙与门户之内,使我完全不得外出,也不得为众人所见?”父亲说:“我的孩子,我不愿你见到任何使你心中不快、阻碍你欣喜的事物。因为我的用意,乃是让你终生都生活在持续的享乐、全然的喜悦与欣慰之中。”儿子对父亲说:“然而主啊,请您确知,以这等方式,我并非生活在喜悦与欣慰中,反而是在极大的苦恼与逼仄之中,以至于连吃喝本身在我看来都是令人不悦且苦涩的。因为我渴望见到这些门户之外的一切。因此,您若不愿我生活在痛苦中,就请下令允准我随心外出,并以观看那些迄今为止未为我所见之物来怡悦我的灵魂。”

§5.32

Ἐλυπήθη ὁ βασιλεὺς ὡς ἤκουσε ταῦτα, καὶ διεσκόπει ὡς, εἰ κωλύσει τῆς αἰτήσεως, πλείονος αὐτῷ ἀνίας καὶ μερίμνης πρόξενος ἔσται. καὶ Ἐγώ σου, τέκνον, εἰπών, τὰ καταθύμια ποιήσω. ἵππους αὐτίκα ἐκλεκτοὺς καὶ δορυφορίαν τὴν βασιλεῖ πρέπουσαν εὐτρεπισθῆναι κελεύσας, προέρχεσθαι αὐτὸν ὅτε βούλοιτο διωρίσατο, ἐπισκήψας τοῖς συνοῦσιν αὐτῷ μηδὲν ἀηδὲς εἰς συνάντησιν αὐτῷ ἄγειν, ἀλλὰ πᾶν ὅ τι καλὸν καὶ τέρψιν ἐμποιοῦν, τοῦτο ὑποδεικνύειν τῷ παιδί, χορούς τε συγκροτεῖν ἐν ταῖς ὁδοῖς παναρμονίους κροτούντων ᾠδὰς καὶ ποικίλα θέατρα συνιστώντων,2 ὥστε τούτοις τὸν νοῦν αὐτοῦ ἀπασχολεῖσθαι καὶ ἐνηδύνεσθαι. Ἀμέλει οὑτωσὶ συχνάζων ἐν ταῖς προόδοις ὁ τοῦ βασιλέως υἱὸς εἶδεν ἐν μιᾷ τῶν ἡμερῶν, κατὰ λήθην τῶν ὑπηρετῶν, ἄνδρας δύο, ὧν ὁ μὲν λελωβημένος, τυφλὸς δὲ ὁ ἕτερος ἦν· οὓς ἰδών, καὶ ἀηδισθεὶς τὴν ψυχήν, λέγει τοῖς μετ’ αὐτοῦ· Τίνες οὗτοι, καὶ ποταπὴ ἡ δυσχερὴς αὐτῶν θέα; οἱ δέ, μὴ δυνάμενοι τὸ εἰς ὅρασιν αὐτοῦ ἐλθὸν ἀποκρύψαι, ἔφησαν· Πάθη ταῦτά εἰσιν ἀνθρώπινα, ἅτινα ἐξ ὕλης διεφθαρμένης καὶ σώματος κακοχύμου τοῖς βροτοῖς συμβαίνειν εἴωθε. καί φησιν ὁ παῖς· Πᾶσι τοῖς ἀνθρώποις ταῦτα εἴθισται συμβαίνειν; λέγουσιν ἐκεῖνοι· Οὐ πᾶσιν, ἀλλ̓ οἷς ἂν ἐκτραπείη τὸ ὑγιεινὸν3 ἐκ τῆς τῶν χυμῶν μοχθηρίας. αὖθις οὖν ἐπυνθάνετο ὁ παῖς Εἰ οὐ πᾶσι, φησί, τοῦτο τοῖς ἀνθρώποις συμβαίνειν εἴωθεν, ἀλλά τισιν, ἆρα γνωστοὶ καθεστήκασιν, οὓς μέλλει ταῦτα καταλήψεσθαι τὰ δεινά; ἢ ἀδιορίστως καὶ ἀπροόπτως ὑφίσταται; λέγουσιν ἐκεῖνοι· Καὶ τίς τῶν ἀνθρώπων τὰ μέλλοντα συνιδεῖν δύναται καὶ ἀκριβῶς ἐπιγνῶναι; κρεῖττον γὰρ ἀνθρωπίνης φύσεως τοῦτο, καὶ μόνοις ἀποκληρωθὲν τοῖς ἀθανάτοις θεοῖς.

国王听闻这些话便甚觉忧愁,心想若阻挠儿子的请求,必会给他带来更大的愁苦与忧虑。于是他说:“孩子,我必照你的心愿去行。”他立即下令备好良马与配得上王者的卫队,规定王子何时愿意便可外出;同时严令吩咐随侍他的人,绝不可让任何令人不快之物进入他的视线,而要将一切美好且能引发愉悦的事物展现给少年,并在道路上组织起人们奏唱乐歌、排演各式戏剧之极其和谐的歌舞队,好让他的心思得以借此排遣并享乐。 王子就这样频繁地巡游出行,某一日,因侍从们的疏忽,他看见了两个人,其中一人患了严重的麻风,另一人则是瞎子。看见他们,王子心灵深感不悦,便对身边的人说:“这些人是谁?他们这令人作呕的景象是怎么回事?”随从们无法隐瞒已进入他视线的事物,便说:“这些都是人间的疾苦,往往是由于败坏的物质以及体内体液失调而临到凡人身上的。”少年便说:“这些事也是常临到一切人身上的吗?”他们说:“并非一切人,而是临到那些因体液败坏而使健康状况受损的人。”少年于是再次探问:“如果这并非惯常临到一切人身上,”他说,“而只是某些人,那么,这些可怕之灾祸将要临到何人身上,难道是预先已知的吗?抑或是毫无定准、毫无预兆地发生的?”他们回答说:“人间又有谁能预察将来之事并确切地知晓呢?因为这超乎人类的天性,乃是唯独赋予不朽的神明的。”

语法注3 条
  1. 5.31ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με

    此处 ὅτι 引导的从句起同位语式的说明作用,具体阐述前文名词短语“Τίς ὁ τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως”(我在此被囚禁究竟是何道理)。虽然在语法上亦可视为原因状语从句(“因为你将我封闭……”),但理解为对囚禁行为本身的补充说明更符合疑问句的整体语境。

  2. 5.32κροτούντων ᾠδὰς καὶ ποικίλα θέατρα συνιστώντων

    属格现在分词 κροτούντων 与 συνιστώντων 既可理解为修饰前文宾格名词 χορούς(歌舞队)之组成人员的描述性属格,亦可视为以不特定多数人为逻辑主语的独立属格(“在众人奏响乐歌、排演各式戏剧之中”)。将其视为具体说明歌舞队成员行动的修饰性属格最为自然。

  3. 5.32οἷς ἂν ἐκτραπείη τὸ ὑγιεινόν

    此结构由关系代词 οἷς 与 ἄν 及愿望语气(ἐκτραπείη)结合而成,构成表示泛指与潜在可能性的假定性关系从句,意为“(若体液发生恶化)其健康状态可能遭到破坏的人们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:5.31-5.32