← 大马士革的圣约翰

巴兰和约萨法特

§5.28-5.30

王子获悉幽禁原委并渴求真理

深居宫中且成长为聪慧青年的王子从一位亲近的导师处探得自己被囚禁的原委,得悉了针对基督徒的迫害及出生时的预言,从而萌发了寻求真理之心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.28

Ὁ δὲ τοῦ βασιλέως υἱός, περὶ οὗ ὁ λόγος ἀπ̓ ἀρχῆς εἰπεῖν ὥρμηται, ἐν τῷ κατασκευασθέντι αὐτῷ παλατίῳ ἀπρόϊτος ὤν, τῆς ἐφήβου ἥψατο ἡλικίας, πᾶσαν τὴν Αἰθιόπων καὶ Περσῶν μετελθὼν παιδείαν, οὐκ ἔλαττον τὴν ψυχὴν ἢ τὸ σῶμα εὐφυὴς ὢν καὶ ὡραῖος, νουνεχής τε καὶ φρόνιμος καὶ πᾶσι διαλάμπων ἀγαθοῖς πλεονεκτήμασι, ζητήματά τε φυσικὰ πρὸς τοὺς διδάσκοντας αὐτὸν προβαλλόμενος, ὡς κἀκείνους θαυμάζειν ἐπὶ τῇ τοῦ παιδὸς ἀγχινοίᾳ καὶ συνέσει, ἐκπλήττεσθαι δὲ καὶ τὸν βασιλέα τό τε χαριέστατον τοῦ προσώπου καὶ τὸ τῆς ψυχῆς κατάστημα. ἐντολάς τε ἐδίδου τοῖς συνοῦσιν αὐτῷ, μηδὲν τὸ παράπαν τῶν τοῦ βίου ἀνιαρῶν αὐτῷ γνώριμον θεῖναι, μηδ’ ὅτι ὅλως θάνατος τὰ παρόντα τερπνὰ διαδέχεται. κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι, καί, τοῦτο δὴ τὸ τοῦ λόγου, εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν.1 πῶς γὰρ ἂν καὶ διέλαθεν ἀνθρωπίνῃ φύσει ὁ θάνατος; οὐ μέντοι οὐδὲ τῷ παιδὶ διέλαθε. πάσῃ γὰρ συνέσει κατάκομον ἔχων ἐκεῖνος τὸν λογισμόν, ἐσκόπει καθ’ ἑαυτὸν τίνι λόγῳ αὐτόν τε ἀπρόϊτον εἶναι ὁ πατὴρ κατεδίκασε καὶ παντὶ τῷ βουλομένῳ τὴν εἰς αὐτὸν οὐ συγχωρεῖ εἴσοδον. ἔγνω γὰρ καθ’ ἑαυτὸν μὴ ἄνευ τῆς τοῦ πατρὸς προσταγῆς τοῦτο εἶναι. ὅμως ᾐδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῷ τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ2 σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι τὸ πρᾶγμα, κἂν ἐρωτήσῃ, οὐκ ἂν αὐτῷ τὰ τῆς ἀληθείας γνωριεῖ.

另一方面,本篇叙述自起初便意图述及的王子,未曾迈出那座为他所建的宫殿,渐渐达到了青年期;他修习了埃塞俄比亚人与波斯人的全部学识,在心灵上之聪慧与俊美丝毫不逊于肉体,深明事理且审慎机敏,彰显出诸般美好的过人才能,常向教导他的师傅们提出自然哲理的问题,以致众人皆惊叹于少年的机智与洞察力,而国王也为他容貌的绝佳风采及心灵的沉着气度深感赞叹。国王向伺候王子的人下达命令,绝不可将人生中的任何愁苦之事告知他,甚至连现世的享乐终将被死亡所取代这一事实也绝不可让他知晓。然而国王所倚靠的尽是虚妄的指望,正如俗语所言,“企图射箭于苍天”。因为死亡又怎能隐瞒过人类的天性呢?事实上,连那少年也未能被瞒过。因他的心思完全被各种明达的见识所充满,他便暗自思忖:父亲究竟是出于何种缘由判定自己不可外出,且不准任何想见他的人进内。因为他心中明白,若无父亲的命令,绝不会有这等事。然而他却羞于向父亲询问:一方面他自忖,父亲绝不至于不为他的益处着想,这是不近情理的;另一方面他又思虑,此事若本就出于父亲的意愿,即便自己发问,父亲也绝不会将实情告知他。

§5.30

ὅθεν παρ’ ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω. ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ’ αὐτοῦ τί ἂν βούλοιτο τῷ βασιλεῖ3 ἡ ἐν τῷ περιτειχίσματι ἐκείνῳ τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσῃ μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῷ γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῷ κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν, ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος αὐτοῦ οἱ ἀστρολόγοι προηγόρευσαν. Ἵν’ οὖν, φησί, μή, ἀκούσας τῆς ἐκείνων διδαχῆς, ταύτην προκρίνῃς τῆς ἡμετέρας θρησκείας, μὴ προσομιλεῖν σοι πολλούς, ἀλλ’ εὐαριθμήτους, ὁ βασιλεὺς ἐπετηδεύσατο, ἐντολάς ἡμῖν δοὺς μηδέν σοι τῶν τοῦ βίου ἀνιαρῶν γνωρίσαι. Ταῦτα ὡς ἤκουσεν ὁ νεανίας οὐδὲν ἕτερον προσέθετο λαλῆσαι·4 ἥψατο δὲ τῆς καρδίας αὐτοῦ λόγος σωτήριος, καὶ ἡ τοῦ Παρακλήτου χάρις τοὺς νοητοὺς αὐτοῦ ὀφθαλμοὺς διανοίγειν ἐπεχείρησε, πρὸς τὸν ἀψευδῆ χειραγωγοῦσα Θεόν, ὡς προϊὼν ὁ λόγος δηλώσειε. Συχνῶς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως κατὰ θέαν τοῦ παιδὸς ἐρχομένου ʽἀγάπῃ γὰρ ὑπερβαλλούσῃ ἐφίλει αὐτόν̓, ἐν μιᾷ λέγει αὐτῷ ὁ υἱός· Μαθεῖν τι ἐπεθύμησα παρὰ σοῦ, ὦ δέσποτα καὶ βασιλεῦ, ἐφ’ ᾧ λύπη διηνεκὴς καὶ μέριμνα ἀδιάπαυστος κατεσθίει μου τὴν ψυχήν.

因此他决意从其他人那里、而非从父亲那里获悉这些事情。在他的一众侍从导师中,有一位比其他人更得王子的喜爱与信任;王子便更加亲近他,并以优厚的赏赐款待他,随后向他探询:国王将自己关在那围墙之内究竟有何用意?王子说:“你若能将此事清楚告诉我,你在我眼中必被视为胜过一切之人,我也必与你立下永久友谊的盟约。”那位导师自身也是个明达之人,深知少年通达而完备的智慧,又知他绝不至于给自己招来危险,便将一切事细致地向他叙说:国王对基督徒、尤其是对苦修者所施加的迫害,他们是如何被驱逐并逐出那一境内的,以及他出生时占星术士们所预言的事。他说:“因此,为了不叫你在听闻他们的教训后,将其置于我们的宗教之上,国王才设法使只有极少数、而非众人能够与你接触交谈,并向我们下令,绝不可让你知晓人生中的任何愁苦之事。” 少年听完这些话,便没有再多言;然而救恩的话语触动了他的心扉,保惠师的恩典开始开启他悟性的眼目,牵引着他归向真实的上帝,正如后文的叙述将要显明的那样。由于身为父亲的国王常来看望少年(因他以极深的爱爱着儿子),有一天儿子便对父亲说:“我的主、国王啊,我渴望从您这里得悉一事,因着这件事,持续的忧伤与无休止的顾虑正吞噬着我的灵魂。”

语法注4 条
  1. 5.29εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν

    紧随前述定动词(κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι)之后、用以修饰主语(国王)状态的分词短语。正如前文 τοῦτο δὴ τὸ τοῦ λόγου(“正如俗语所言”)所提示的,“向天空射箭”是一句古代谚语,意指“企图做不可能或徒劳无益之事”。

  2. 5.29τοῦτο μὲν ... τοῦτο δὲ ...

    作状语副词性宾格的呼应结构,意为“一方面……另一方面……”,分别引出王子犹豫不敢向父亲询问的两个对应原因(即分词 λέγων 和 σκοπῶν 所带领的从属表述)。

  3. 5.30τί ἂν βούλοιτο τῷ βασιλεῖ

    间接疑问句中由 ἄν 搭配祈愿语气构成的潜在表达。动词 βούλομαι 搭配人称与格(τῷ βασιλεῖ)是习惯用法,意为“对国王而言意味着什么/国王究竟意欲何为”,其主语为后接的名词短语 ἡ ... κάθειρξις。

  4. 5.30οὐδὲν ἕτερον προσέθετο λαλῆσαι

    中动相动词 προστίθημι 搭配不定词的句式,为七十士译本及圣经希腊语中常见的闪米特语风格习惯表达,意为“继续/再度做某事”。与否定代词 οὐδέν 连用,表示“未再多说一句”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:5.28-5.30