- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:4.26-4.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
元老院议员遵照病人的建议身着毛衣重获国王的信任,但国王对修道士的怒火益发炽烈;在严审并驳辩两名被捕的修道士后,国王将二人处以火刑,并下令格杀全国所有的修道士。
τρίχινα δὲ ἀμφιεσάμενος, ἅμα πρωὶ πρόσελθε τῷ βασιλεῖ. τοῦ δὲ πυνθανομένου, Τί σοι τὸ σχῆμα τοῦτο βούλεται;1 ἀποκρίθητι· Περὶ ὧν μοι χθὲς ὡμίλησας, ὦ βασιλεῦ, ἰδοὺ πάρειμι ἐν ἑτοίμῳ τοῦ ἀκολουθῆσαί σοι τὴν ὁδὸν ἣν προεθυμήθης ὁδεῦσαι· εἰ γὰρ καὶ ποθεινή ἐστιν ἡ τρυφὴ καὶ ἡδίστη, ἀλλὰ μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι·2 ἡ δὲ τῆς ἀρετῆς ὁδός, ἣν μέλλεις βαδίζειν, κἂν δύσκολός ἐστι καὶ τραχεῖα, ἀλλὰ μετὰ σοῦ ὄντι ῥᾳδία μοι αὕτη καὶ εὔκολος καὶ ποθεινή· ὡς γὰρ κοινωνόν με ἔσχες τῶν ἐνταῦθα καλῶν, οὕτω καὶ τῶν λυπηρῶν ἕξεις, ἵνα καὶ τῶν μελλόντων συγκοινωνήσω σοι. ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνήρ, ἀποδεξάμενος τὰ ῥήματα τοῦ ἀσθενοῦς, ἐποίησε καθὰ δὴ καὶ αὐτῷ λελάληκεν· ὃν ἰδὼν ὁ βασιλεὺς καὶ ἀκούσας, ἥσθη μὲν ἐπὶ τούτῳ, ἀγάμενος λίαν τὴν εἰς αὐτὸν εὔνοιαν, ψευδῆ δὲ τὰ κατ’ αὐτοῦ λαληθέντα γνούς, πλείονος αὐτὸν τιμῆς καὶ τῆς εἰς αὐτὸν παρρησίας ἀπολαύειν πεποίηκεν· κατὰ δὲ τῶν μοναζόντων ὀργῆς αὖθις ὑπερεπίμπλατο, ἐκείνων εἶναι ταῦτα λέγων τὰ διδάγματα, τὸ ἀπέχεσθαι τοὺς ἀνθρώπους τῶν τοῦ βίου ἡδέων καὶ ἀδήλοις ὀνειροπολεῖσθαι ἐλπίσιν. Ἐξερχόμενος δὲ αὖθις εἰς θήραν, ὁρᾷ δύο μοναχοὺς κατὰ τὴν ἔρημον διερχομένους, οὓς κρατηθῆναι καὶ τῷ αὐτοῦ προσαχθῆναι ὀχήματι κελεύσας, ὀργίλως τε αὐτοῖς ἐνιδών, καὶ πῦρ, τὸ τοῦ λόγου, πνεύσας,3 ἔφη· Οὐκ ἠκούσατε, ὦ πλάνοι καὶ ἀπατεῶνες, τῶν κηρύκων διαρρήδην βοώντων μή τινα τῆς ὑμῶν κακοδαιμονίας μετὰ τρεῖς ἡμέρας ἐν πόλει ἢ χώρᾳ τῆς ἐμῆς εὑρεθῆναι ἐξουσίας, ἢ πάντως πυρίκαυστος ἔσται; οἱ δὲ μοναχοί· Ἰδοὺ ʽφασἲ καθὰ δὴ καὶ προσέταξας, ἐξερχόμεθά σου τῶν πόλεων καὶ τῶν χωρῶν· μακρᾶς δὲ ἡμῖν τῆς ὁδοῦ προκειμένης τοῦ ἀπελθεῖν πρὸς τοὺς ἡμετέρους ἀδελφούς, ἐνδεῶς ἔχοντες τροφῆς, ταύτην ἐποριζόμεθα, τοῦ ἔχειν τὰ ἐφόδια καὶ μὴ λιμοῦ παρανάλωμα γενέσθαι. ὁ δὲ βασιλεὺς ἔφη· Ὁ θανάτου δεδοικὼς ἀπειλὴν οὐκ ἀσχολεῖται εἰς πορισμὸν βρωμάτων. λέγουσιν οἱ μονασταί· Καλῶς εἶπας, ὦ βασιλεῦ· οἱ θάνατον δεδοικότες διὰ φροντίδος ἔχουσι πῶς αὐτὸν ἐκφύγωσι. τίνες δέ εἰσιν οὗτοι, ἀλλ’ ἢ οἱ τοῖς ῥευστοῖς προστετηκότες καὶ τούτοις ἐπτοημένοι, οἵτινες, μηδὲν ἀγαθὸν ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν ὁ παρ’ ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆς ἀϊδίου ζωῆς καὶ κρείττονος, ποθητὸς ἡμῖν μᾶλλον ἢ φοβερός ἐστιν οὗτος. Ἐφ’ οἷς ἐξ ἀγχινοίας δῆθεν ὁ βασιλεὺς ἐπιλαβέσθαι τῶν μοναχῶν βουλόμενος, ἔφη· Τί δέ; οὐ πρὸ μικροῦ εἴπατε ὑποχωρεῖν ὑμᾶς, καθὰ δὴ καὶ προσέταξα; καί, εἰ οὐ δεδοίκατε τὸν θάνατον, πῶς φυγῇ ἐχρήσασθε; ἰδοὺ καὶ ταῦτα μάτην κομπάζοντες διεψεύσασθε. ἀπεκρίθησαν οἱ μοναχοί· Οὐ τὸν παρὰ σοῦ ἀπειλούμενον θάνατον δεδοικότες φεύγομεν, ἀλλ’ ἐλεοῦντές σε, ἵνα μὴ περισσοτέρας κατακρίσεως αἴτιοί σοι γενώμεθα, προεθυμήθημεν ὑποχωρεῖν· ἐπεί, τό γε εἰς ἡμᾶς ἧκον,4 οὐδόλως σου τὰς ἀπειλάς ποτε δειλιῶμεν. πρὸς ταῦτα ὁ βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν αὐτοὺς πυρικαύστους γενέσθαι· καὶ ἐτελειώθησαν οἱ τοῦ Χριστοῦ θεράποντες διὰ πυρός, τῶν μαρτυρικῶν τυχόντες στεφάνων. δόγμα τε ἐξέθετο, εἴ πού τις εὑρεθῇ μονάζων, ἀνεξετάστως φονεύεσθαι. καὶ οὐδεὶς ὑπελείφθη ἐν ἐκείνῃ τῇ χώρᾳ τοῦ τοιούτου τάγματος, εἰ μὴ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἑαυτοὺς κατακρύψαντες. ταῦτα μὲν οὖν δὴ τοιαῦτα.
身披毛衣,清晨便去见王。当他询问:‘你这副装束究竟是何意?’你就回答说:‘王啊,关于你昨日对我所言之事,看哪,我已经准备就绪,随时跟随你走你所立志要走的路。因为即便奢华的生活令人向往且至为甘美,但我断不愿在你离去之后独自承受它;而你将要踏上的美德之路,纵使艰辛险阻,但若能与你同行,于我而言便是轻松、平易且可愿的。因为你既让我同享此世的美好,也必同样让我同担忧患,好叫我来世也能与你同得基业。’那位显贵之人采纳了病人的建议,完全照他所说的去行。国王见其装束,听其言语,为此大悦,极其赞赏他对自己的忠心,并明白此前针对他的谗言皆属虚妄,便使他得享更高的尊荣以及对王的直言之权。然而,国王对修道士们的怒火再度满溢,称正是他们的教导,教唆人们远离生活的欢愉,沉迷于不可预知的虚妄盼望。随后国王再次出猎,见两名修道士正穿行于荒野之中,便下令将他们捉拿并押解至自己的车驾前,怒目注视他们,正如俗语所言‘喷吐怒火’般说道:‘你们这群骗子和惑众之徒,难道没有听见传令官明确宣布,三日之后,凡属你们这种灾星之流,若再在我统治之下的任何城镇或疆域被发现,必遭烈火焚死吗?’修道士们说:‘看哪,正如你所吩咐的,我们正离开你的城镇与土地;但因前往弟兄那里的路程遥远,我们又缺乏食物,所以才筹集口粮,以便备齐盘缠,不至沦为饥饿的牺牲品。’国王说:‘惧怕死亡威胁的人,绝不会忙于张罗食物。’修道士们说:‘王啊,你所言甚是;凡惧怕死亡之人,皆挂虑着如何逃脱死亡。然而这些人除了是留恋流俗事物、为其神魂颠倒的人之外,还能是谁呢?他们既然不指望在那边觅得任何美善,便对眼前的事物难以割舍,故而惧怕死亡。但我们这些早已离弃世界及世上万事、因基督之名行走狭窄艰难之路的人,既不惧怕死亡,亦不贪恋现世,唯独渴慕来世之福。因此,经由你们加于我们的死亡,反倒成了通往永恒而美好生命的凭证,于我们而言,死亡非但不可怕,反倒是可渴慕的。’国王本想自作聪明以此言抓住修道士们的把柄,便说:‘那么,方才你们不是说正如我所吩咐的那样正在退避吗?既然你们不惧怕死亡,为何又采取逃避之举?看哪,你们在此事上不过是徒然夸口,说了谎话。’修道士们回答说:‘我们逃离,并非因惧怕你所威胁的死亡,而是因怜悯你,免得我们成为使你遭受更重定罪的因由,所以才决意退避;因为就我们而言,我们绝不畏惧你的威胁。’国王闻言大怒,下令将他们施以火刑;基督的仆人们便藉着烈火得以完全,赢得了殉道的冠冕。国王随后颁布法令:若在何处发现修道士,一律格杀勿论,无需审讯。自此,在那片土地上,除了藏身于山岭、洞穴与地穴中的人之外,这一群体便无一人留存。事情的原委大略便是如此。
- 4.26Τί σοι τὸ σχῆμα τοῦτο βούλεται;
短语 τί βούλεται 是表示“意欲何为”“意指为何”的习惯表达;与格 σοι 用作关涉与格(“对你而言”),整句构成疑问句:“你这副装束/打扮究竟意味着什么?”。
- 4.26μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι
由 μή 搭配祈愿语气动词 γένοιτο 构成的表达厌弃与祈愿的句式(“但愿绝不发生于我”),其语法主语为不定词短语 μετὰ σὲ ταύτην ἀναδέξασθαι。介词短语 μετὰ σέ 在语境中理解为“在你之后/没有你”。
- 4.27πῦρ, τὸ τοῦ λόγου, πνεύσας
短语 τὸ τοῦ λόγου 是表示“正如俗语所言”的插入性宾格短语。分词 πνεύσας 带有内宾格(同源宾格性质)πῦρ,构成意指“喷吐烈火/勃然大怒”的比喻性习语。
- 4.28τό γε εἰς ἡμᾶς ἧκον
由中性现在分词 ἧκον 构成的副词性宾格短语(或独立宾格表达),与 εἰς 搭配构成习惯用法,意为“就我们而言”“就关系到我们的方面来说”。
