← 大马士革的圣约翰

巴兰和约萨法特

§40.361-40.362

巴拉拉姆的应许与约阿萨法漫长的旷野苦修

约阿萨法在异象中受巴拉拉姆训诫,并获许日后将一同承受天国居所与荣耀;醒来后,他在荒野中坚守了三十五载非凡的苦修生活,直至生命的终了,全然沉浸于与基督的紧密结合中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.361

καὶ οὐ μᾶλλον εὐφράνθης τὴν ψυχὴν ὅτι εἰσηκούσθη σου ἡ πολλὴ περὶ αὐτοῦ δέησις; ὁ δὲ Ἰωάσαφ, ὡς εἴθιστο ἀεὶ λέγειν αὐτῷ, Συγχώρησον, ἔφη, Πάτερ, συγχώρησον. ποῦ δὲ αὐτὸς οἰκεῖς γνώρισόν μοι. Ἐν ταύτῃ, φησί, τῇ μεγάλῃ καὶ περικαλλεῖ πόλει· οἰκεῖν ἔλαχον ἐν μεσαιτάτῃ τῆς πόλεως πλατείᾳ φωτὶ καταστραπτομένῃ ἀπλέτῳ. ἀξιοῦν δὲ αὖθις ὁ Ἰωάσαφ ἐδόκει τὸν Βαρλαὰμ εἰς τὸ ἑαυτοῦ ἀπαγαγεῖν αὐτὸν σκήνωμα καὶ φιλοφρόνως ξεναγῆσαι. ἀλλ’ οὔπω τὸν καιρὸν ἥκειν, ἔλεγεν ἐκεῖνος, πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν, ἔτι τῷ φορτίῳ τοῦ σώματος ὑποκείμενον.1 Εἴπερ οὖν ἀνδρείως καρτερήσεις, καθάπερ σοι ἐνετειλάμην, ἥξεις μικρὸν ὕστερον, καὶ τῶν αὐτῶν ἀξιωθήσῃ σκηνωμάτων, τῆς αὐτῆς τεύξῃ χαρᾶς τε καὶ δόξης, καὶ συνδιαιωνίζων ἔσῃ μοι.2 ἔξυπνος δὲ ἐπὶ τούτοις γενόμενος, ὁ Ἰωάσαφ τοῦ φωτὸς ἐκείνου καὶ τῆς ἀρρήτου δόξης εἶχε τὴν ψυχὴν ἔτι πεπληρωμένην, καὶ σὺν πολλῷ τῷ θαύματι τῷ Δεσπότῃ χαριστήριον ἀνέπεμπεν ὕμνον. Ἔμεινε δὲ μέχρι τέλους τὴν ἀγγελικὴν ἀληθῶς ἐπὶ γῆς ἀνύων διαγωγήν, καὶ σκληροτέρᾳ ἀσκήσει μετὰ τὴν παρέλευσιν τοῦ γέροντος χρώμενος· πέμπτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τὴν ἐπίγειον καταλιπὼν βασιλείαν καὶ τὸν ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, πέντε δὲ καὶ τριάκοντα χρόνους ἐν τῇ πανερήμῳ ταύτῃ ἀσκήσας, ὥσπερ τις ἄσαρκος, τὴν ὑπὲρ ἄνθρωπον ἄσκησιν, πολλὰς μὲν πρότερον ψυχὰς ἀνθρώπων τοῦ ψυχοφθόρου δράκοντος ἀποσπάσας καὶ τῷ Θεῷ προσαγαγὼν σεσωσμένας, καὶ ἀποστολικῆς ἐν τούτῳ χάριτος ἀξιωθείς, μάρτυς δὲ τῇ προαιρέσει γενόμενος, καὶ παρρησίᾳ τὸν Χριστὸν ἐνώπιον βασιλέων ὁμολογήσας καὶ τυράννων, καὶ κήρυξ μεγαλοφωνότατος τῆς αὐτοῦ μεγαλειότητος ἀναφανείς, πολλὰ δ’ αὖ πάλιν πνεύματα πονηρίας ἐν τῇ ἐρήμῳ καταπαλαίσας, καὶ πάντων τῇ τοῦ Χριστοῦ περιγενόμενος δυνάμει, καὶ τῆς ἄνωθεν πλουσίως μετασχὼν δωρεᾶς τε καὶ χάριτος, ἐντεῦθεν κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα πάσης περιγείου ἀχλύος εἶχεν,3 ὡς παρόντα δὲ τὰ μέλλοντα προεθεώρει, καὶ Χριστὸς ἦν αὐτῷ ἀντὶ πάντων, Χριστὸν ἐπόθει, Χριστὸν ὡς παρόντα ἑώρα, Χριστοῦ τὸ κάλλος διὰ παντὸς ἐνωπτρίζετο, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μοῦ ἐστιν ἵνα μὴ σαλευθῶ· καὶ αὖθις· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·4 ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. ἐκολλήθη γὰρ ὄντως ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Χριστοῦ, συναρμοσθεῖσα αὐτῷ ἀρραγεῖ συναφείᾳ. οὐ μετετράπη τῆς θαυμαστῆς ταύτης ἐργασίας, οὐκ ἠλλοίωσε τὸν κανόνα τῆς ἀσκήσεως ἑαυτοῦ, ἀπ’ ἀρχῆς μέχρι τέλους, ἴσην τηρήσας τὴν προθυμίαν ἐκ νεωτέρας μέχρι τῆς τοσαύτης ἡλικίας, μᾶλλον δὲ καὶ εἰς ὑψηλοτέραν ὁσημέραι προκόπτων τὴν ἀρετὴν καὶ καθαρωτέρας ἀξιούμενος θεωρίας. Ἀμέλει τοιαύτην πολιτευσάμενος πολιτείαν καὶ οὕτως ἀξίαν τῆς ἑαυτοῦ κλήσεως ἐργασίαν ἀποδεδωκὼς

并且因着你关于他的恳切祈求得蒙垂听,你的灵魂难道没有反倒欢喜吗?”约阿萨法如同以往习惯对他说的那样说道:“父啊,请原谅我,请原谅我。然而请告诉我,您自己住在何处。”他说:“就在这座伟大而极其美丽的城中;我分得的住处正是在城中最中心的广场,那里闪耀着无尽的光辉。”约阿萨法似乎又在恳求巴拉拉姆将他带入自己的住处并热情款待他。但那位回答说,对于尚且承受着肉身重负的你而言,前往那些住处的时刻尚未到来。“因此,若你照我所吩咐你的英勇忍耐,不久之后你便会到来,并配得进入同样的住处,获得同样的喜乐与荣耀,与我永世同在。”约阿萨法在此之后醒来,他的灵魂仍充盈着那光辉与不可言喻的荣耀,便怀着巨大的惊叹向主宰献上感恩的赞美诗。他在地上真正度过了如同天使般的生涯,直到终了,在老人逝去之后更操持起愈发严酷的修练;他在二十五岁时撇下地上的王国,投入苦修的争战,在这片渺无人迹的荒野中如无肉身之人一般修练了三十五年,操持着超绝于凡人的苦修。他先前曾将许多人的灵魂从毁坏人灵魂的巨龙口中夺回,引领得救的他们归向神,并因此配得使徒般的恩典;他在意愿上成为了殉道者,在君王与暴君面前放胆承认基督,显为宣扬其威严的最响亮的宣讲者;随后他又在荒野中制伏了众多邪灵,藉着基督的大能战胜了一切,丰富地领受了来自天上的恩赐与恩宠,因此他的心灵之眼得保洁净、毫无尘世的阴翳,预先看明未来的事如同就在眼前。对他而言基督代替了一切:他渴望基督,视基督如在眼前,时时映照着基督的荣美,正如先知所说:“我时常看见主在我面前,因祂在我右边,使我不至动摇”;又说:“我的灵魂紧紧跟随祢,祢的右手扶持了我。”确实,他的灵魂紧紧依附于基督之后,以不可分割的联结与祂结合为一。从始至终,他从未从这项奇妙的劳作中转身退缩,也未曾改变自己修练的规矩,从青年直至这般岁数始终保持着同样的精进,反而日益向着更高深的德行长进,得蒙赐予更纯澈的默观。确实,度过了如此的一生,并献出了如此无愧于自身召命的侍奉,

语法注4 条
  1. 40.361ἀλλ’ οὔπω τὸν καιρὸν ἥκειν, ἔλεγεν ἐκεῖνος, πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν, ἔτι τῷ φορτίῳ τοῦ σώματος ὑποκείμενον

    由动词 ἔλεγεν 引出的间接引语中的“宾格加不定式”结构(accusativus cum infinitivo)。其核心是由宾格主语 τὸν καιρόν 和不定式 ἥκειν 构成,随后接续表示结果或目的的不定式短语 πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν。其中分词短语 ἔτι τῷ φορτίῳ τοῦ σώματος ὑποκείμενον 修饰 σε,表示伴随状态(“尚且承受肉身重负的你”)。

  2. 40.361συνδιαιωνίζων ἔσῃ μοι

    由未来时助动词 ἔσῃ 与现在分词 συνδιαιωνίζων 构成的迂回未来时(periphrastic future),比起单纯的未来时形态,更加强调“永远与……共同持续生存”的状态与延续性。与格 μοι 则由前缀 συν-(共同)所支配,属于表示伴随的与格(dativus sociativus)。

  3. 40.362ἐντεῦθεν κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα πάσης περιγείου ἀχλύος εἶχεν

    动词 εἶχεν 带有直接宾语 τὸ τῆς ψυχῆς ὄμμα 以及作宾语补足语的完成时被动分词 κεκαθαρμένον,表示一种持续的结果性状态(“使心灵之眼保持于被洁净的状态”)。属格短语 πάσης περιγείου ἀχλύος 则是依附于洁净动词(καθαίρω)的分离属格(genitivus separationis)。

  4. 40.362Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου

    引自七十士译本《诗篇》62:9(马索拉文本63:9)。被动过去时 ἐκολλήθη 含有中间态含义(“紧紧依附、贴近”);前置词 ὀπίσω 加属格 σου 则是忠实反映希伯来语原文(dāḇəqāh... 'aḥărêḵā)的闪语化用法(Hebraism),用以表达紧密跟随且不可分离的依附。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:40.361-40.362