- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:40.358-40.360
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨法敬虔地将巴拉拉姆的遗体安葬在洞窟旁,并向神作了热切的祈祷,随后在墓旁入睡,得见荣耀天城的异象。当他被告知两顶荣耀冠冕中须有一顶让予其悔改的父亲时,他心生不悦,巴拉拉姆随即显现并引用往昔的预言责备他。
Ὁ δὲ Ἰωάσαφ, περιχυθεὶς τῷ πατρὶ μεθ’ ὅσης ἂν εἴποις τῆς εὐλαβείας1 καὶ οἰμωγῆς, δάκρυσί τε τὸ λείψανον λούσας, καὶ τῷ τριχίνῳ ῥακίῳ, ὅπερ αὐτὸς ἐν τῷ παλατίῳ παρέσχεν, περιελίξας, τοὺς νενομισμένους ἐπιλέγει ψαλμούς, διὰ πάσης τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὅλης ψάλλων ἅμα καὶ δάκρυσι τὸ τίμιον τοῦ μάκαρος βρέχων σῶμα. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, τάφον ποιήσας ἐχόμενον τοῦ σπηλαίου, καὶ εὐλαβῶς ἄγαν τὸ ἱερὸν λείψανον διαβαστάσας, ἐν τῷ μνήματι κατέθετο τὸν πνευματικὸν πατέρα ὁ καλὸς υἱὸς καὶ τιμιώτατος. καὶ θερμότερον ἐκκαυθεὶς τὴν ψυχήν, εἰς ἐκτενεστέραν τε συντείνας εὐχὴν ἑαυτόν, ἔφη· Κύριε, ὁ Θεός μου, εἰσάκουσον τῆς φωνῆς μου ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου, ὅτι σε ἐκ καρδίας μου ζητῶ. ἐξεζήτησέ σε ἡ ψυχή μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ· μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· σὺ δέ, Κύριε, προσλαβοῦ με. νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι πλὴν σοῦ οὐκ ἔστιν ὁ βοηθῶν μοι. ἰδοὺ γὰρ εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου τὴν ἐλπίδα ἐθέμην τῆς ψυχῆς μου· κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν τὴν κτῆσιν ἀρρήτῳ σοφίας προνοίᾳ κυβερνῶν, καὶ γνώρισόν μοι ὁδὸν ἐν ᾗ πορεύσομαι. καὶ σῶσόν με, ὡς ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος, εὐχαῖς καὶ πρεσβείαις τοῦ θεράποντός σου Βαρλαάμ, ὅτι σὺ εἶ ὁ Θεός μου, καὶ σὲ δοξάζω τὸν Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταῦτα εὐξάμενος, πλησίον τοῦ μνήματος ἐκάθισε κλαίων. καὶ καθεζόμενος ὕπνωσε. καὶ ὁρᾷ τοὺς φοβεροὺς ἄνδρας ἐκείνους, οὓς καὶ πρότερον ἑωράκει, ἐλθόντας πρὸς αὐτόν, καὶ ἀπαγαγόντας αὐτὸν εἰς τὴν μεγίστην καὶ θαυμαστὴν ἐκείνην πεδιάδα, καὶ πρὸς τὴν δεδοξασμένην καὶ ὑπέρλαμπρον εἰσαγαγόντες2 πόλιν. εἰσερχομένῳ δὲ αὐτῷ τὴν πύλην ἕτεροι ὑπήντουν πολλῷ κατηγλαϊσμένοι φωτί, στεφάνους ἔχοντες ἐν χερσὶν ἀρρήτῳ διαλάμποντας κάλλει καὶ οἵους ὀφθαλμοὶ οὐδέποτε βρότειοι ἐθεάσαντο. ἐρομένου δὲ τοῦ Ἰωάσαφ, Τίνος οἱ στέφανοι τῆς δόξης οἱ ὑπέρλαμπροι, οὓς ὁρῶ; Σὸς μὲν ὁ εἷς, ἔφησαν, ὑπὲρ τῶν πολλῶν σοι ψυχῶν ὧν ἔσωσας κατασκευασθείς, κοσμηθεὶς δὲ νυνὶ πλέον ὑπὲρ τῆς ἀσκήσεως ᾗ μετέρχῃ, εἴπερ ἀνδρείως ταύτην ἕως τέλους διέλθῃς· ὁ δὲ ἕτερος σὸς μὲν καὶ αὐτός· ἀλλὰ τῷ πατρί σου δεῖ σε τοῦτον παρασχεῖν, τῷ διὰ σοῦ τῆς ὁδοῦ ἐκκλίναντι τῆς πονηρᾶς καὶ μετανοήσαντι γνησίως τῷ Κυρίῳ. ὁ δὲ Ἰωάσαφ δυσχεραίνοντι ἐῴκει· καί, Πῶς δυνατόν, φησίν, ἴσων ἐμοῦ, τοῦ τοσαῦτα κοπιάσαντος, τυχεῖν τὸν πατέρα μου δωρεῶν3 ὑπὲρ μόνης τῆς μετανοίας; εἶπε ταῦτα, καὶ τὸν Βαρλαὰμ εὐθὺς ἐδόκει βλέπειν ὀνειδίζοντα οἱονεὶ καὶ λέγοντα· Οὗτοι οἱ λόγοι μου, Ἰωάσαφ, οὕς ποτέ σοι, Ὅταν ὑπερπλουτήσῃς, ἔλεγον, οὐκ εὐμετάδοτος ἔσῃ· καὶ αὐτὸς ἠπόρεις ἐπὶ τῷ ῥήματι. νυνὶ δὲ πῶς ἐδυσχέρανας ἐπὶ τῇ ἰσοτιμίᾳ τοῦ πατρός σου,
约阿萨法以难以言表的敬虔与哀泣俯抱住父亲,用眼泪洗净了遗体,以自己在王宫中提供的那件粗毛布包裹好,并诵念了惯常的诗篇,整日整夜地吟唱,同时用眼泪湿润这位福者的尊贵遗体。次日,他在洞窟旁凿建了一座坟墓,极其敬虔地抬起圣洁的遗体,这位良善而极其尊贵的儿子将属灵的父亲安葬在墓穴之中。他的心灵愈发炽热地燃烧起来,专心于更殷切的祈祷,说道:“主,我的神啊,求祢侧耳听我呼求的声音;求祢怜悯我,俯听我,因我全心寻求祢。我的灵魂寻求了祢;不要向我掩面,也不要在怒中转离祢的仆人。求祢作我的帮助;不要丢弃我,不要离弃我,神,我的救主啊,因我的父母离弃了我,但主啊,求祢收留我。主啊,求祢将祢的道指示我,因我仇敌的缘故引我走平坦的路。求祢不要将我交给压迫我之人的心愿,因我自出母胎便投靠祢,自母亲的腹中祢就是我的神;求祢不要离开我,因除祢以外无人能帮助我。看哪,我已将我灵魂的指望寄托在祢浩瀚的慈悲中;以测不透的智慧与护佑掌管全被造界的主啊,求祢引导我的生命,使我知道当行的道路。良善且深爱世人的神啊,求祢借着祢仆人巴拉拉姆的祈祷与转求拯救我,因为祢是我的神,我将荣耀归给祢——父、子、圣灵,直到世世代代。阿们。”作完这些祈祷,他坐在坟墓旁哀哭。坐着坐着,他便睡去了。他看见以前曾见过的那些可畏之人向他走来,将他带到那广大而奇妙的平原,并引他进入那充满荣耀、光辉耀眼的城邑。当他步入城门时,另有一些满被盛大荣光所辉映的人迎向前来,手中握着散发着不可言喻之美的冠冕,是凡人的肉眼从未曾见过的。约阿萨法问道:“我所见这极其璀璨的荣耀冠冕属于谁?”他们答道:“其中一顶是你的,是为你所拯救的众多灵魂而预备的,如今更因你所操持的苦修而倍添荣美,只要你英勇坚守直到末了;另一顶也属于你,但你必须将它赐给你的父亲,就是那因你而脱离恶道、向主真实悔改之人。”约阿萨法却面露不悦,说道:“我劳苦这般众多,我父亲单凭悔改,怎能获得与我同等的恩赐呢?”他说完这话,旋即似乎看见巴拉拉姆在责备他一般,说道:“约阿萨法,这就是我从前对你所说的话:‘当你极其富足时,你将不会慷慨好施’;那时你还对这话大惑不解。如今你为何反倒对你父亲获享同等尊荣感到不悦了呢,
- 40.358μεθ’ ὅσης ἂν εἴποις τῆς εὐλαβείας
由关系代名词 ὅσης 搭配小词 ἄν 及第二人称单数祈愿语气 εἴποις 构成的潜在祈愿句式。为一种习语化的夸张表达,意为“伴随着人所能言说的极大敬虔”,此处的第二人称是指普遍意义上的人。
- 40.360εἰσαγαγόντες
破格结构(anakolouthon)。语法上本应使用宾格分词 εἰσαγαγόντας,以与前面的修饰宾语 τοὺς φοβεροὺς ἄνδρας 的分词 ἐλθόντας 及 ἀπαγαγόντας 保持一致;此处却转为阳性主格复数,反映出叙述重心转向该动作主体的能动性。
- 40.360ἴσων ἐμοῦ... τυχεῖν τὸν πατέρα μου δωρεῶν
由动词 τυχεῖν 所要求的属格补足语(ἴσων... δωρεῶν)与修饰 ἴσων 的比较/关涉属格 ἐμοῦ(相当于与格 ἴσων ἐμοί)构成的结构,意为“使我的父亲获得与我这般辛劳之人同等的恩赐”。
