← 大马士革的圣约翰

巴兰和约萨法特

§40.363-40.365

约阿萨法安息与圣原迁至王都

约阿萨法功德圆满而安息主怀,其圣体被一位圣隐士与巴拉拉姆合葬一处。随后巴拉基亚斯王受梦示将两位圣人不朽的圣原迁回王都教堂,引发诸多神迹,作者最终以颂词与祈祷结束全书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.363

τῷ καλέσαντι,1 σταυρώσας τὸν κόσμον ἑαυτῷ καὶ ἑαυτὸν τῷ κόσμῳ, ἐν εἰρήνῃ πρὸς τὸν τῆς εἰρήνης ἀναλύει Θεόν, καὶ πρὸς τὸν ἀεὶ ποθούμενον ἐκδημεῖ Δεσπότην, καὶ τῷ προσώπῳ Κυρίου ἀμέσως καὶ καθαρῶς ἐμφανίζεται, τῷ τῆς ἐκεῖθέν τε δόξης ἤδη προηυτρεπισμένῳ αὐτῷ στεφάνῳ κοσμεῖται, καὶ Χριστὸν βλέπειν καταξιοῦται, Χριστῷ συνεῖναι, Χριστοῦ τῷ κάλλει διὰ παντὸς ἐναγάλλεσθαι, οὗπερ εἰς χεῖρας τὴν ἑαυτοῦ ψυχὴν παραθέμενος, ἐν τῇ τῶν ζώντων μετεφοίτησε χώρᾳ, ἔνθα ἦχος ἑορταζόντων, ἔνθα τῶν εὐφραινομένων ἡ κατοικία. Τὸ δέ γε τίμιον αὐτοῦ σῶμα ἐκ γειτόνων αὐτῷ τὰς οἰκήσεις ποιούμενός τις ἀνὴρ ἅγιος, ὃς καὶ τὴν πρὸς βαρλαάμ πορείαν ἐκείνῳ ποτὲ ὑπέδειξε, θείᾳ τινὶ μυηθεὶς ἀποκαλύψει κατ’ αὐτὴν τὴν ὥραν τῆς τελειώσεως αὐτοῦ παραγίνεται, καὶ ὕμνοις ἱεροῖς τιμήσας, δάκρυά τε κατασπείσας, σύμβολον τοῦ πρὸς αὐτὸν πόθου, τἄλλα δὴ τὰ νενομισμένα Χριστιανοῖς πάντα τελέσας, ἐν τῷ τοῦ πατρὸς ἔθετο Βαρλαάμ μνήματι. συνεῖναι γὰρ ἔδει τὰ σώματα ὧν αἱ ψυχαὶ συνδιαιωνίζειν ἔμελλον ἀλλήλαις. Προστάγματι δέ τινος φοβερωτάτου κατ’ ὄναρ κραταιῶς ἐπισκήπτοντος πεισθείς, ὁ τοῦτον κηδεύσας ἀναχωρητὴς τὰ βασίλεια καταλαμβάνει Ἰνδῶν, καὶ τῷ βασιλεῖ Βαραχίᾳ προσελθὼν πάντα αὐτῷ δῆλα τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τοῦ μακαρίου τούτου τίθησιν Ἰωάσαφ. ὁ δέ, μηδὲν μελλήσας, ἀπέρχεται αὐτὸς μετὰ δυνάμεως ὄχλου, καὶ τῷ σπηλαίῳ ἐφίσταται, τὸ μνῆμά τε θεωρεῖ, καί, τούτῳ θερμότατα ἐπιδακρύσας, αἴρει τὸ κάλυμμα. καὶ ὁρᾷ τόν τε Βαρλαὰμ καὶ τὸν Ἰωάσαφ ἔχοντας τὰ μέλη κατὰ σχῆμα κείμενα, καὶ τὰ σώματα οὐδὲν τοῦ προτέρου χρωτὸς παραλλάττοντα, ὁλόκληρα δὲ καὶ ἀκριβῶς ὑγιῆ σὺν τοῖς ἐνδύμασι. ταῦτα τοίνυν τὰ ἱερὰ τῶν ἁγίων ψυχῶν σκηνώματα, πολλὴν ἐκπέμποντα τὴν εὐωδίαν καὶ οὐδὲν ὅλως ἀηδὲς ἐπιδεικνύμενα, θήκαις ἐνθεὶς ὁ βασιλεὺς τιμίαις, εἰς τὴν ἑαυτοῦ πατρίδα μετακομίζει. Ὡς δὲ εἰς τὰς ἀκοὰς ἔπιπτε τοῦ λαοῦ τὸ γεγονός, πλῆθος ἀριθμοῦ κρεῖττον ἐκ πάντων τε τῶν πόλεων καὶ τῶν περιχώρων εἰς προσκύνησιν καὶ θέαν συνέρρεον2 τῶν μακαρίων σωμάτων ἐκείνων. ἔνθεν τοι καὶ ὕμνους ἐπ’ αὐτοῖς τοὺς ἱεροὺς ᾅσαντες, καὶ λαμπάδας φιλοτίμως ἀνάψαντες ʽἀκολούθως, ἄν τις εἶπεν, ἐκεῖ καὶ λίαν οἰκείως τὰ φῶτα περὶ τοὺς τοῦ φωτὸς υἱούς τε καὶ κληρονόμουσ̓, λαμπρῶς δὲ ὁμοῦ καὶ μεγαλοπρεπῶς ἐν τῇ ἐξ αὐτῶν κρηπίδων παρὰ τοῦ Ἰωάσαφ ἀνεγηγερμένῃ κατέθεντο ἐκκλησίᾳ. πολλὰ δὲ θαύματα καὶ ἰάσεις ἔν τε τῇ μετακομιδῇ, ἔν τε τῇ καταθέσει, καὶ ἐν τοῖς ἑξῆς χρόνοις διὰ τῶν ὁσίων αὐτοῦ θεραπόντων ἐποίησε Κύριος. καὶ εἶδεν ὁ βασιλεύς τε Βαραχίας καὶ πᾶς ὁ ὄχλος τὰς δι᾽ αὐτῶν γενομένας δυνάμεις, καὶ πολλοὶ τῶν πέριξ ἐθνῶν, ἀπιστίαν νοσοῦντες καὶ τοῦ θεοῦ ἄγνοιαν, διὰ τῶν γινομένων ἐν τῷ μνήματι σημείων ἐπίστευσαν. καὶ πάντες οἱ ὁρῶντές τε καὶ ἀκούοντες τὴν ἀγγελομίμητον τοῦ Ἰωάσαφ πολιτείαν καὶ τὸν ἐξ ἁπαλῶν ὀνύχων3 διάπυρον αὐτοῦ πρὸς τὸν Θεὸν πόθον, ἐθαύμαζον δοξάζοντες ἐν πᾶσι τὸν θεόν, τὸν ἀεὶ συνεργοῦντα τοῖς ἀγαπῶσιν αὐτὸν καὶ μεγίσταις τούτους ἀμειβόμενον δωρεαῖς. Ἕως ὧδε τὸ πέρας τοῦ παρόντος λόγου, ὃν παρὰ τῶν ἀψευδῶς παραδεδωκότων μοι τιμίων ἀνδρῶν.4 γένοιτο δὲ ἡμᾶς, τοὺς ἀναγινώσκοντάς τε καὶ ἀκούοντας τὴν ψυχωφελῆ διήγησιν ταύτην, τῆς μερίδος ἀξιωθῆναι τῶν εὐαρεστησάντων τῷ Κυρίῳ, εὐχαῖς καὶ πρεσβείαις Βαρλαάμ τε καὶ Ἰωάσαφ τῶν μακαρίων, περὶ ὧν ἡ διήγησις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

献给召他的主;他向世界钉死自己,世界也向他钉死,他在平安中归向赐平安的神,启程前往那长久渴慕的主宰身边,直接而洁净地显现在主的圣容前,佩戴上早已为他预备好的彼处荣耀之冠冕,并配得仰望基督、与基督同在、永远以基督的荣美为乐。他将自己的灵魂交托在基督的手中,迁往活人之地,那里有欢宴之声,那里是喜乐之人的居所。 至于他尊贵的遗体,一位住在他附近的圣人——也就是曾为他指明通往巴拉拉姆之路的那位——因蒙受神圣的启示,正在他逝世的那一时刻赶来;他以神圣的赞美诗向遗体致敬,洒下代表对他的爱慕之情的泪水,履行了基督徒惯常的所有其他仪礼之后,将他安葬在圣父巴拉拉姆的墓穴中。因为灵魂注定要永世同在的那些人,其肉身自然理当合聚一处。 那位安葬了他的隐士,遵从了在梦中威严叮嘱他的一位极具威势之人的吩咐,前往印度王宫,来到国王巴拉基亚斯面前,将关于巴拉拉姆以及这位蒙福的约阿萨法的一切事情都向他说明。国王毫不迟疑,亲自率领浩大的随从前往,来到洞穴前,看见了墓穴;他对着墓穴洒下滚烫的泪水,随后揭开盖子。他看见巴拉拉姆和约阿萨法两人的肢体都端正地卧着,遗体完全未脱原有的肤色,连同衣物在内全然完整无缺、完好无损。于是国王将圣洁灵魂的这些神圣居所——它们散发着浓郁的香气,未显出丝毫令人不适之貌——放入尊贵的棺椁,运回自己的国土。 当这件事情传到民众耳中时,无可胜数的人群从各城邑与周围各地涌来,为要朝拜瞻仰那些有福的遗体。于是众人向他们歌唱神圣的赞美诗,殷切地燃起明灯(正如有人会说的那样,在光明之子与继承者的周围照亮光芒,原是极为顺理成章、极为相宜的),并庄严而隆重地将他们安放在约阿萨法从地基建起的教堂之中。在运送期间与安放之时,以及随后的岁月中,主藉着祂圣洁的仆人行了许多奇迹与医治。国王巴拉基亚斯和全体民众都亲眼看见了藉着他们所显的大能,周围罹患不信之病与不知神的异族中,有许多人因在墓穴处显出的神迹而归信。凡看见并听闻约阿萨法效法天使的一生、以及他自幼年起对神如火般渴慕的人,无不惊叹,并在凡事上归荣耀于神——祂始终与爱祂的人同工,并以至大的恩赐赏赐他们。 本篇叙述至此告终,这是[我从]据实传授给我的尊贵之人们那里[领受的]。愿我们这些阅读并倾听这有益于灵魂之故事的人,藉着本书所叙述的蒙福的巴拉拉姆和约阿萨法的祈祷与转求,在我们主耶稣基督里,配得承受蒙主喜悦之人的福分;愿尊贵、权柄、威严与华美归于基督,连同父及圣灵,从现今直到永远,世世无尽。阿们。

语法注4 条
  1. 40.363τῷ καλέσαντι

    与格间接宾语,依附于前一段落末尾的分词 ἀποδεδωκώς(献出/交付),跨越了段落边界:意为“向召他的那位[献出了配得其召命的侍奉]”。

  2. 40.364πλῆθος ἀριθμοῦ κρεῖττον ... συνέρρεον

    依义构文(constructio ad sensum),集合单数主语 πλῆθος(群氓、大群)支配了复数动词 συνέρρεον(汇聚、涌来)。

  3. 40.365ἐξ ἁπαλῶν ὀνύχων

    字面义为“从稚嫩的指甲开始”,是源自古典时期的固定成语,意为“从幼年时期起”或“自幼”(相当于拉丁语成语 a teneris unguiculis)。

  4. 40.365ὃν παρὰ τῶν ἀψευδῶς παραδεδωκότων μοι τιμίων ἀνδρῶν

    由关系代词 ὃν 引导的关系从句中省略了谓语动词(如 παρέλαβον“我领受”或 ἤκουσα“我听闻”等),属于省略(ellipsis)句式:需补足为“[我从]据实传授给我的尊贵之人们那里[所领受的本篇叙述]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:40.363-40.365