- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:39.356-39.358
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉拉姆让约阿萨法领受圣体圣血并作了最后的劝勉,通宵与他倾谈;破晓时分,他在献上感恩与为约阿萨法的代祷后安然离世。
μεταδοὺς δὲ καὶ τῷ Ἰωάσαφ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῷ Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς, ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, ὦ φίλτατε υἱέ, συναγάγῃ ἐν τῷ βίῳ τούτῳ εἰς ἓν ἑστία καὶ τράπεζα· πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῆς ἐν τῷδε τῷ τόπῳ μέχρι τέλους καρτερίας, ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς καὶ ῥᾳθύμου μου ψυχῆς. χαρᾷ οὖν χαῖρε, καὶ τῇ ἐν Χριστῷ ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω1 τὰ αἰώνιά τε καὶ ἄφθαρτα, καὶ ὅτι ἐγγίζει ὁ μισθὸς τῶν ἔργων σου, καὶ ὁ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς ὁ θεσπέσιος βοᾷ Παῦλος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῷ φωτὶ καταλαμπόμενοι τῷ ἀπροσίτῳ, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος. Τοιαῦτα μὲν ὁ Βαρλαὰμ ἕως ἑσπέρας καὶ παῤ ὅλην τὴν νύκτα τῷ Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένῳ καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῷ Θεῷ, ἔφη. Κύριε, ὁ Θεός μου, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῇ ὀρθοδόξῳ σου ὁμολογίᾳ καὶ ἐν ὁδῷ τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῇς ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίᾳ. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην·2 ῥῦσαι αὐτὸν ἀπὸ πάσης ματαιότητος καὶ ἐπηρείας τοῦ ἀντικειμένου, καὶ ὑψηλότερον αὐτὸν ποίησον τῶν πολυπλόκων παγίδων, ὧν εἰς σκάνδαλον ἥπλωσεν ὁ πονηρὸς πάντων τῶν θελόντων σωθῆναι. ἀφάνισον, παντοδύναμε, πᾶσαν τὴν δύναμιν τοῦ ἀπατεῶνος ἀπὸ προσώπου τοῦ δούλου σου, καὶ δὸς αὐτῷ ἐξουσίαν πατεῖν τὴν ὀλεθροτόκον κάραν τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν. κατάπεμψον ἐξ ὕψους τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. καὶ ἐνίσχυσον αὐτὸν πρὸς τὰς ἀοράτους παρατάξεις, ἵνα τὸν τῆς νίκης ἀξιωθῇ παρὰ σοῦ στέφανον δέξασθαι, καὶ δοξασθῇ ἐν αὐτῷ τὸ ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι σοὶ πρέπει δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Ταῦτα εὐξάμενος, καὶ τὸν Ἰωάσαφ πατρικῶς περιπτυξάμενος, καὶ ἀσπασμὸν αὐτῷ δοὺς ἐν φιλήματι ἁγίῳ, τῷ τύπῳ τε τοῦ σταυροῦ ἑαυτὸν ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας,3 καὶ λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν,4 πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος.
在让约阿萨法也领受了基督无玷的奥迹之后,他在圣灵里满心欢喜。在取用了惯常的食物后,他又以有益于灵魂的话语滋养约阿萨法的灵魂,说道:“至爱的儿子,在今世,炉灶与餐桌将不再把我们聚于一处;因我已踏上我列祖最后的道路。因此,你当藉着谨守神的诫命,以及在此处坚忍到底,来显明你对我的挚爱;照你所学、所受教导的去行事为人,并常念及我卑微而懈怠的灵魂。所以,你要欢喜快乐,在基督里的欢愉中畅怀,因为你已用属地的、必朽之物,换取了永恒与不朽之物, 并且你劳苦的赏赐临近了,赏赐者已然在场,祂必来查看你所耕耘的葡萄园,并丰厚地赐予你耕作的酬报。因为正如神圣的保罗所呼喊的:‘这话是可信的,是十分可佩服的:我们若与祂同死,也必与祂同活;我们若能忍耐,也必和祂一同作王’,在永恒而无尽的国度里,蒙那不可逼近之光的照耀,并得配领受真正至福且赋有生命之源的三位一体的荣光。”巴拉拉姆就这样同约阿萨法谈论,直到黄昏,乃至整整一夜;而约阿萨法则泪如泉涌地哀哭,难以承受离别之痛。拂晓初露时分,他结束了对他的长谈,举起双手双目望向天空,向神献上感恩,说道:“主,我的神,无所不在、充满万有者啊,我感谢祢,因祢眷顾了我的卑微,使我得以在祢的正统宣信与祢诫命的道路上,行尽了我在世寄居的旅程。仁爱的主宰、全慈悲者啊,如今求祢接纳我进入祢永远的帐幕,不要记念我明知或无知时向祢所犯的诸般罪过。求祢也护佑祢这位忠信的仆人,祢曾看顾我这无用的家仆,使我作他的引领者; 求祢救他脱离仇敌的一切虚妄与侵扰,使他高居于恶者为绊倒一切愿得救之人所布下的重重罗网之上。全能者啊,求祢从祢仆人面前消灭骗子的一切权势,赐他权柄践踏我们灵魂之敌那孕育灭亡的头颅。求祢从高天降下祢圣灵的恩典,坚固他以抗击那看不见的阵营,好让他蒙祢算为配得领受胜利的冠冕,并使祢的名——父、子、圣灵的名——在他身上得着荣耀,因为荣耀与颂赞归于祢,直到永远。阿们。”作完了这些祈祷,他如父亲般拥抱了约阿萨法,以圣洁的亲吻向他行告别之礼,用十字圣号印记了自己,收拢起双脚,满怀极大的喜乐,宛若有诸般密友来访一般,踏上了那福乐的旅程,迈向那彼岸对晚年的恩赐,作为一位长老,饱享了属灵的岁月。
- 39.356ἀντηλλάξω
交换动词 ἀνταλλάσσομαι 的直陈语气不定过去时中动相第二人称单数。所舍弃的事物用属格 τῶν ἐπιγείων καὶ φθαρτῶν 表示,所换得的事物用宾格 τὰ αἰώνιά τε καὶ ἄφθαρτα 表示。
- 39.357οὗπερ προστῆναί με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην
关系代词 οὗπερ 的先行词是前面的 τὸν πιστόν σου δοῦλον τοῦτον;因复合动词 προΐστημι 要求属格补足语,故作属格。με τὸν ἀχρεῖόν σου ... οἰκέτην 是不定式 προστῆναι 的宾格主语。
- 39.358τοὺς πόδας ἐξάρας
化用《创世记》49:33(雅各临终)的圣经用语,字面意为“收回双脚”,指在床榻上收足端卧,是安详、圣洁归天的习用表达。
- 39.358γεροδοσίαν
由 γῆρας(晚年)与 δόσις(赐予、津贴)构成的罕用词,原指晚年的赡养或抚恤,在此比喻献身修道一生的属灵老兵在来世从神领受的永恒赏报与安息。
