← 大马士革的圣约翰

巴兰和约萨法特

§4.24-4.25

高官的赞同与识破国王圈套的言语医者

听信国王话语的近臣竭力称赞出家修道,但在察觉到国王的隐怒后陷入焦虑,向此前搭救的“言语医治者”求助,从而得知了国王的真实图谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24

κατενύγη τὴν ψυχήν, καὶ δάκρυσι συγκεχυμένος ἁπλοϊκῶς ἀπεκρίνατο· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· βουλὴν γὰρ ἀγαθὴν καὶ σωτήριον ἐβουλεύσω, ὅτι, κἂν δυσεύρετος ἡ τῶν οὐρανῶν βασιλεία, ἀλλ’ ὅμως δεῖ ταύτην πάσῃ δυνάμει ζητεῖν· Ὁ ζητῶν γάρ, φησίν, εὑρήσει αὐτήν. ἡ δὲ τῶν παρόντων ἀπόλαυσις, κἂν τῷ φαινομένῳ τέρπῃ καὶ ἡδύνῃ, ἀλλὰ καλὸν αὐτὴν ἀπώσασθαι· ἐν αὐτῷ γὰρ τῷ εἶναι οὐκ ἔστι,1 καὶ οὓς εὐφραίνει ἑπταπλασίως αὖθις λυπεῖ. τά τε γὰρ ἀγαθὰ αὐτῆς τά τε λυπηρὰ σκιᾶς ἐστιν ἀσθενέστερα, καί, ὡς ἴχνη νηὸς ποντοπορούσης ἢ ὀρνέου τὸν ἀέρα διερχομένου, θᾶττον ἀφανίζονται. ἡ δὲ τῶν μελλόντων ἐλπίς, ἣν κηρύττουσιν οἱ Χριστιανοί, βεβαία ἐστὶ καὶ ἀσφαλεστάτη· θλῖψιν δὲ ἔχει ἐν τῷ κόσμῳ. ἀλλὰ τὰ μὲν ἡμέτερα νῦν ἡδέα ὀλιγοχρόνια, ἐκεῖ δὲ ὅλως οὐδὲν ἢ κόλασιν μόνον προξενοῦντα καὶ τιμωρίαν εἰς αἰῶνας μὴ λυομένην· τὸ γὰρ ἡδὺ τούτων πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκές· τῶν δὲ Χριστιανῶν τὸ μὲν ἐπίπονον πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον ἀθάνατον. κατευθυνθείη οὖν ἡ ἀγαθὴ τοῦ βασιλέως βουλή· καλὸν γάρ, σφόδρα καλὸν τῶν φθαρτῶν τὰ αἰώνια ἀνταλλάξασθαι.2

他内心深受触动,满面泪痕,质朴地回答道:“王啊,愿你万岁!因为你定下了一个良善而带来救恩的谋略,因为即便天国难以寻见,然而无论如何都当竭尽全力去寻求它;因为有言道:‘寻找的,就必寻见它。’而现世的享受,即使在表象上令人喜悦甘美,然而舍弃它才是善的;因为它在其正存在之时就并不存在,它使之快乐的人,随后又令其承受七倍的痛苦。因为现世的美好与忧患都比影子还要微弱,且如同海中行舟的痕迹,或空中飞鸟的踪影,消逝得更加迅疾。然而基督徒所宣扬的来世指望,却是坚固而至为可靠的;只是在世上存有患难。反之,我们眼前的甘甜不过是短暂的,在那边却丝毫无补,唯独招致折磨和永世不能得解的刑罚;因为这些事物的甘甜是一时的,而痛苦却是恒久的;但基督徒的艰辛是一时的,甘甜与益处却是永生的。因此,愿国王的良谋得以成就;因为以可坏之物换取永恒之物,是美好的,极其美好的。”

§4.25

Ἤκουσε ταῦτα ὁ βασιλεὺς καὶ λίαν ἐδυσχέραινε, κατέσχε δὲ ὅμως τὴν ὀργήν, καὶ οὐδὲν τέως τῷ ἀνδρὶ λελάληκεν. ὁ δέ, συνετὸς ὢν καὶ ἀγχίνους, ἐπέγνω βαρέως δέξασθαι τὸν βασιλέα τὰ ῥήματα αὐτοῦ καὶ ὅτι δόλῳ ἦν αὐτὸν ἐκπειράζων.3 ὑποστρέψας δὲ οἴκαδε ἠνιᾶτο καὶ ἐδυσφόρει, ἀπορῶν τίνι τρόπῳ θεραπεύσει τὸν βασιλέα καὶ ἐκφύγῃ τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον. ἀΰπνῳ δὲ ὅλην τὴν νύκτα διατελοῦντι ἐπὶ μνήμης ἦλθεν αὐτῷ ὁ τὸν πόδα συντετριμμένος, καί, τοῦτον πρὸς ἑαυτὸν ἀγαγών, ἔφη· Μέμνημαί σου εἰρηκότος θεραπευτὴν ῥημάτων κεκακωμένων ὑπάρχειν σε. ὁ δέ, Ναί, φησί· καί, εἰ χρῄζεις, ἐπιδείξομαι τὰ τῆς ἐπιστήμης. ὑπολαβὼν δὲ ὁ συγκλητικὸς ἀφηγήσατο αὐτῷ τήν τε ἐξ ἀρχῆς πρὸς τὸν βασιλέα εὔνοιαν αὑτοῦ, καὶ ἣν ἐκέκτητο παρρησίαν, καὶ τὴν ἔναγχος προτεθεῖσαν αὐτῷ δολερὰν ὁμιλίαν, καὶ ὅπως αὐτὸς μὲν ἀγαθὰ ἀπεκρίνατο, ἐκεῖνος δὲ δυσχερῶς δεξάμενος τὸν λόγον, τῇ τοῦ προσώπου ἀλλοιώσει τὴν ἐνδομυχοῦσαν αὐτῷ ὀργὴν ἐνεδείξατο. Ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενὴς διασκεψάμενος ἔφη· Γνωστὸν ἔστω σοι, ἐνδοξότατε, πονηρὰν ἔχειν πρὸς σὲ ὑπόληψιν τὸν βασιλέα, ὡς ὅτι4 κατασχεῖν αὐτοῦ τὴν βασιλείαν ζητεῖς, καὶ πειράζων σε εἶπεν ἅπερ εἶπεν. ἀναστὰς οὖν, καὶ κείρας σου τὴν κόμην, καὶ ἐκβαλὼν τὰ λαμπρὰ ἱμάτια ταῦτα,

国王听了这些话,极其不悦,但仍旧克制住了怒气,暂时没有对那人说一句话。然而此人既聪颖又敏锐,察觉出国王对他的这番话深感不快,并且是在用诡计试探他。他回到家中,深感苦恼与不安,不知该以何种方式安抚国王,逃脱迫在眉睫的危险。他整夜未眠,此时想起了那个脚被压碎的人,便将他带到自己面前,说道:“我记得你曾说自己是一个受损言语的医治者。”那人答道:“是的;你若需要,我必展示此项技艺。”于是这位元老院议员向他讲述了自己自始至终对国王的忠诚、原本所享有的直言之权、刚刚被抛向他的狡诈言论,以及自己如何好心作答,而国王却不悦地接受了这番言语,并通过面色的改变显露了深藏心中的怒火。那个贫病交加的人思索片刻后说道:“最显贵的阁下,你当知晓,国王对你怀有恶意的猜忌,认为你企图夺取他的王位,他试探你,才说了他所说的那些话。所以,起来吧,剪短你的头发,脱去这些华丽的衣服,

语法注4 条
  1. 4.24ἐν αὐτῷ γὰρ τῷ εἶναι οὐκ ἔστι

    名词化不定式短语 ἐν τῷ εἶναι 表示时间或状态(“在其正存在的时刻/在存在本身之中”)。它与 οὐκ ἔστι 构成悖论,表明现世的享乐即便在它似乎存在的那一刻,也没有真正持久的实质(即归于虚无)。

  2. 4.24τῶν φθαρτῶν τὰ αἰώνια ἀνταλλάξασθαι

    表示交换的动词 ἀνταλλάσσομαι 支配宾格表示所获得之物(τὰ αἰώνια),属格表示代价或舍弃之物(τῶν φθαρτῶν),意为“以可朽之物换取永恒之物”。

  3. 4.25ἐπέγνω βαρέως δέξασθαι τὸν βασιλέα τὰ ῥήματα αὐτοῦ καὶ ὅτι δόλῳ ἦν αὐτὸν ἐκπειράζων

    表示认识的动词 ἐπέγνω 引出的两个并列补足语在句法上出现了转换(variatio):前半部分为带不定式的宾格结构(βαρέως δέξασθαι τὸν βασιλέα...),后半部分则转为 ὅτι 引导的从句(καὶ ὅτι δόλῳ ἦν...)。两者在语义上均为他所察觉到的内容。

  4. 4.25ὡς ὅτι

    连词 ὡς 与 ὅτι 叠用(赘词用法),此用法在后古典期及拜占庭希腊语中十分常见,引导一个解释先行名词(πονηρὰν ... ὑπόληψιν)内容的同位语名词从句(“……这样一种恶意的猜疑”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:4.24-4.25