← 大马士革的圣约翰

巴兰和约萨法特

§4.21-4.23

虔诚高官遭谗与国王的试探

嫉妒国王宠信的一位虔敬高官的人进谗陷害他,称他已改宗基督教并图谋叛逆,并唆使国王以假意改宗来试探他。国王私下召见这位大臣,为查明虚实而声称自己欲舍弃王位出家为僧,以此征求他的意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21

Ἀνὴρ γάρ τις, τῶν ἐν τέλει τὰ πρῶτα φέρων,1 ἐν τοῖς βασιλείοις ἐτύγχανε, τὸν μὲν βίον ἐπιεικής, εὐσεβὴς δὲ τὴν πίστιν· καί, τὴν ἑαυτοῦ σωτηρίαν, ὡς οἷόν τε, ἐμπορευόμενος, λανθάνων ἦν διὰ τὸν φόβον τοῦ βασιλέως. ὅθεν τινές, τῆς εἰς τὸν βασιλέα παρρησίας τούτῳ βασκήναντες,2 διαβάλλειν αὐτὸν ἐμελέτων, καὶ τοῦτο αὐτοῖς διὰ φροντίδος ἦν. καὶ δή ποτε πρὸς θήραν ἐξελθόντι τῷ βασιλεῖ μετὰ τῆς συνήθους αὐτῷ δορυφορίας, εἷς ἦν τῶν συνθηρευτῶν καὶ ὁ ἀγαθὸς ἐκεῖνος ἀνήρ. περιπατοῦντι δὲ αὐτῷ κατὰ μόνας, ἐκ θείας τοῦτο συμβάν, ὡς οἶμαι, οἰκονομίας, εὑρίσκει ἄνθρωπον ἐν λόχμῃ τινὶ κατὰ γῆς ἐρριμμένον, καὶ δεινῶς τὸν πόδα ὑπὸ θηρίου συντετριμμένον, ὅς, ἰδὼν αὐτὸν παριόντα, ἐδυσώπει μὴ παραδραμεῖν, ἀλλ’ οἰκτεῖραι αὐτὸν τῆς συμφορᾶς, καὶ εἰς τὸν ἴδιον ἀπαγαγεῖν οἶκον, ἅμα καὶ τοῦτο προστιθείς, ὡς Οὐκ ἀνόνητός σοι καὶ παντελῶς ἀνενέργητος, φησίν, εὑρεθείην ἐγώ.

宫廷中有一位在显要官长中居于首位的男子,为人温和敦厚,信仰虔敬;他尽可能谋求自身的救恩,但因惧怕国王而隐匿不露。因此,有些人嫉妒他向国王直言不讳的坦诚,便密谋进谗诬陷他,这成了他们时刻挂怀的心思。有一次,国王带着平日的侍卫出猎,那位善良的男子也是猎友之一。当他一人独步时——我想这是因着神圣的经纶而发生的——他在一处灌木丛中发现一个人倒卧在地,一只脚被野兽咬得极其残碎。那人见他经过,便恳求他不要跑过去不理,而要怜悯他的不幸,将他带回自己的家中,同时还补充说道:“我绝不会被发现是对你无益且毫无用处的。”

§4.22

ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνὴρ λέγει αὐτῷ· Ἐγὼ μὲν δι’ αὐτοῦ τοῦ καλοῦ τὴν φύσιν προσλήψομαί σε καὶ θεραπείας, ὅση δύναμις, ἀξιώσω· ἀλλὰ τίς ἡ ὄνησις, ἣν παρὰ σοῦ μοι ἔσεσθαι ἔφησας; ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενής, Ἐγώ, φησίν, ἄνθρωπός εἰμι θεραπευτὴς ῥημάτων· εἰ γάρ ποτε ἐν ῥήμασιν ἢ ὁμιλίαις πληγή τις ἢ κάκωσις εὑρεθείη, καταλλήλοις φαρμάκοις ταῦτα θεραπεύσω, τοῦ μὴ περαιτέρω τὸ κακὸν χωρῆσαι·3 ὁ μὲν οὖν εὐσεβὴς ἀνὴρ ἐκεῖνος τὸ λεχθὲν ἀντ’ οὐδενὸς ἡγήσατο, ἐκεῖνον δὲ διὰ τὴν ἐντολὴν ἀπαγαγεῖν οἴκαδε παρεκελεύσατο, καὶ τῆς προσηκούσης ἐπιμελείας οὐκ ἀπεστέρησεν. οἱ δὲ προμνημονευθέντες φθονεροὶ ἐκεῖνοι καὶ βάσκανοι, ἣν πάλαι ὤδινον κακίαν εἰς φῶς προενεγκόντες,4 διαβάλλουσι τὸν ἄνδρα πρὸς τὸν βασιλέα, ὡς, οὐ μόνον τῆς αὐτοῦ φιλίας ἐπιλαθόμενος, ἠλόγησε τῆς πρὸς τοὺς θεοὺς θεραπείας καὶ πρὸς Χριστιανισμὸν ἀπέκλινεν, ἀλλὰ καὶ δεινὰ κατὰ τῆς αὐτοῦ μελετᾷ βασιλείας, τὸν ὄχλον διαστρέφων καὶ ἑαυτῷ πάντας οἰκειούμενος. Ἀλλ̓, εἰ βούλει, φασί, βεβαιωθῆναι μηδὲν ἡμᾶς πεπλασμένον λέγειν, καλέσας αὐτὸν ἰδίως, εἰπὲ πειράζων βούλεσθαί σε, καταλιπόντα τὴν πάτριον θρησκείαν καὶ τὴν δόξαν τῆς βασιλείας, Χριστιανὸν γενέσθαι, καὶ τὸ μοναχικὸν περιβαλέσθαι σχῆμα, ὃ πάλαι ἐδίωξας, ὡς οὐ καλῶς δῆθεν τούτου γεγενημένου.

那位显贵的男子对他说道:“我固然为了善本身的本质而收留你,并尽我所能予以医治;但你说我将从你那里得到的益处,究竟是什么呢?”那个贫病交加的人说:“我是一个医治言语的人。因为如果在言语或交谈中出现任何创伤或祸害,我将以合适的药物加以医治,免得祸患进一步蔓延。”于是,那位虔敬的男子把所说的话视为无物,但因着诫命的缘故,吩咐人将他带回家中,并未剥夺应有的照料。然而,前述那些嫉妒狠毒之徒,将他们久已怀在腹中的恶念公之于世,向国王进谗诬陷此人,说他不仅忘却了国王的情谊,轻慢对诸神的敬奉而倾向于基督教,而且还在图谋不利于其王权的险恶之事,蛊惑民众并将众人拉拢归向自己。“但是,你若想证实我们所说的绝非虚构,”他们说,“可私下召见他,试探他说,你愿舍弃祖传的信仰与王国的荣耀,成为一名基督徒,并穿上你从前所迫害的修士之袍,仿佛从前那样做实属不妥一般。”

§4.23

οἱ γὰρ ταῦτα δεινῶς κατὰ τοῦ ἀνδρὸς σκηπτόμενοι ᾔδεισαν τῆς αὐτοῦ γνώμης τὴν εὐκατάνυκτον προαίρεσιν, ὡς, εἰ τοιαῦτα παρὰ τοῦ βασιλέως ἀκούσειεν, ἐκείνῳ μὲν τὰ κρείττονα βουλευσαμένῳ γνώμην δώσειε μὴ ἀναβαλέσθαι πρὸς τὰ καλῶς βεβουλευμένα, καὶ ἐκ τούτου ἀληθῆ λέγοντες ἐκεῖνοι εὑρεθεῖεν. Ὁ δὲ βασιλεύς, τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν εὔνοιαν ὁπόση μὴ ἀγνοῶν, ἀπίθανά τε ἡγεῖτο καὶ ψευδῆ τὰ λεγόμενα, καὶ ὅτι μὴ ἀβασανίστως ταῦτα προσδέχεσθαι δεῖ, δοκιμάσαι τὸ πρᾶγμα καὶ τὴν διαβολὴν διεσκέψατο. καί, προσκαλεσάμενος αὐτὸν κατ’ ἰδίαν, ἔφη πειράζων· Οἶδας, ὦ φίλε, ὅσα ἐνεδειξάμην τοῖς τε λεγομένοις μονάζουσι καὶ πᾶσι τοῖς Χριστιανοῖς. νυνὶ δέ, μετάμελος ἐπὶ τούτῳ γενόμενος καὶ καταγνοὺς τῶν παρόντων, ἐκείνων βούλομαι γενέσθαι τῶν ἐλπίδων ὧν λεγόντων αὐτῶν ἀκήκοα,5 ἀθανάτου τινὸς βασιλείας εἰς ἄλλην βιοτὴν μελλούσης ἔσεσθαι· ἡ γὰρ παροῦσα θανάτῳ πάντως διακόπτεται. οὐκ ἂν ἄλλως δὲ τοῦτο κατορθωθῆναί μοι δοκῶ καὶ μὴ διαμαρτεῖν τοῦ σκοποῦ, εἰ μὴ Χριστιανός τε γένωμαι, καὶ χαίρειν εἰπὼν τῇ δόξῃ τῆς ἐμῆς βασιλείας καὶ τοῖς λοιποῖς ἡδέσι καὶ τερπνοῖς τοῦ βίου, τοὺς ἀσκητὰς ἐκείνους καὶ μονάζοντας ζητήσας ὅπου ποτ’ ἂν εἶεν, οὓς ἀδίκως ἀπήλασα, ἐκείνοις ἑαυτὸν ἐγκαταμίξω. πρὸς ταῦτα τί φὴς αὐτός, καὶ ὁποίαν δίδως βουλήν; εἰπέ, πρὸς αὐτῆς τῆς ἀληθείας. οἶδα γὰρ ἀληθῆ καὶ εὐγνώμονα εἶναί σε ὑπὲρ πάντας. ὁ δὲ ἀγαθὸς ἀνὴρ ἐκεῖνος, ὡς ταῦτα ἤκουσε, μηδόλως τὸν ἐγκεκρυμμένον ἐπιγνοὺς δόλον,

因为那些针对此人策划此等险恶阴谋的人深知他内心的敬虔志向,知道他若从国王口中听到这番话,必会向立意追求更好之事的国王建言,不可拖延这些良善的决断,从而他们自己将被证明所言非虚。然而国王深知此人对自己是何等忠诚,认为那些话难以置信且属虚妄,又念及不可未经审查便轻信这些言语,于是决定核实此事与这桩诽谤。他将他私下召来,试探着说道:“朋友,你知道我曾对所谓的修士以及所有的基督徒施加过多少手段。但如今,我对此深感懊悔,看轻现世的事物,愿得着我听他们所传讲的那些指望,即将在来生展现的某种不朽国度;因为现世必定会被死亡打断。我想,除非我成为一名基督徒,向我王国的荣耀以及生活中其余甘美愉悦之事告别,并寻访那些被我不义驱逐的苦修者与修士,不论他们在何处,让自己混入他们当中,否则我绝不可能成就此事而不至偏离目标。对此你自己有何话说,又献出怎样的谋略?凭着真理本身告诉我吧;因为我知道你胜过众人,是诚实而通达的。”那位善良的男子听了这些话,全然未察觉其中暗藏的诡计,

语法注5 条
  1. 4.21τῶν ἐν τέλει τὰ πρῶτα φέρων

    短语 τῶν ἐν τέλει 是习语,意为“掌权者”或“显要官长”(ἐν τέλει 表示处于官职或权位)。τὰ πρῶτα φέρων 是“拔得头筹”、“居于首位”的惯用表达,两者结合指他在朝中要员中位列第一。

  2. 4.21τῆς εἰς τὸν βασιλέα παρρησίας τούτῳ βασκήναντες

    动词 βασκαίνω(嫉妒、怀恨)在此采用“所嫉妒之由/物用属格(τῆς ... παρρησίας),被嫉妒之人用与格(τούτῳ)”的句式。παρρησία 指对君王的“直言权”或“畅所欲言的亲近特权”。

  3. 4.22τοῦ μὴ περαιτέρω τὸ κακὸν χωρῆσαι

    冠词属格 τοῦ 后接不定式 χωρῆσαι,连同否定词 μή 构成表目的(或防止结果发生)的句式(“免得祸患进一步蔓延”)。

  4. 4.22ἣν πάλαι ὤδινον κακίαν εἰς φῶς προενεγκόντες

    先行词 κακίαν 被吸收到关系代词从句内部的结构;还原后语序为 προενεγκόντες εἰς φῶς τὴν κακίαν ἣν πάλαι ὤδινον。动词 ὤδινον(ὠδίνω 的未完成过去时,原义为“阵痛、受怀胎之苦”)是比喻用法,意指他们在内心中久已怀抱、酝酿着这一恶意,如今方才“产出”暴露于光天化日之下。

  5. 4.23ἐκείνων βούλομαι γενέσθαι τῶν ἐλπίδων ὧν λεγόντων αὐτῶν ἀκήκοα

    不定式 γενέσθαι 支配属格 ἐκείνων τῶν ἐλπίδων,意为“成为那些指望的有份者/得到那些指望”。关系代名词 ὧν 受先行词吸引为属格,或作 ἀκήκοα 的属格宾语;λεγόντων αὐτῶν 既可视为独立属格,亦可视为修饰/依附于 ἀκούω 的属格分词短语(“我听他们所谈论的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:4.21-4.23