- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:3.19-3.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在王子的诞辰宴席上,占星家之首预言孩子将皈依基督教并得着另一卓越国度,国王遂将幼子幽禁于隔绝一切苦难的离宫之中,并下达了搜捕处决所有修道士的严苛法令。
Ἐν αὐτῇ δὲ τῇ τῶν γενεθλίων τοῦ παιδὸς ἑορτῇ συνῆλθον πρὸς τὸν βασιλέα ἐξ ἐπιλογῆς ἄνδρες ὡσεὶ πεντηκονταπέντε, περὶ τὴν ἀστροθεάμονα τῶν Χαλδαίων ἐσχολακότες σοφίαν. καὶ τούτους ἐγγυτάτω παραστησάμενος ὁ βασιλεὺς ἀνηρώτα ἐξειπεῖν ἕκαστον τί μέλλει ἔσεσθαι τὸ γεννηθὲν αὐτῷ παιδίον. οἱ δέ, πολλὰ διασκεψάμενοι, ἔλεγον μέγαν αὐτὸν ἔσεσθαι ἔν τε πλούτῳ καὶ δυναστείᾳ, καὶ ὑπερβάλλειν πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας. εἷς δὲ τῶν ἀστρολόγων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος, εἶπεν ὡς, Ἐξ ὧν με διδάσκουσιν οἱ τῶν ἀστέρων δρόμοι, ὦ βασιλεῦ, ἡ προκοπὴ τοῦ νυνὶ γεννηθέντος σοι παιδὸς οὐκ ἐν τῇ σῇ ἔσται βασιλείᾳ, ἀλλ’ ἐν ἑτέρᾳ κρείττονι καὶ ἀσυγκρίτως ὑπερβαλλούσῃ. δοκῶ δὲ καὶ τῆς παρὰ σοῦ διωκομένης αὐτὸν ἐπιλαβέσθαι τῶν Χριστιανῶν θρησκείας, καὶ οὐκ ἔγωγε οἶμαι τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι.1 ταῦτα μὲν εἶπεν ὁ ἀστρολόγος, ὥσπερ ὁ πάλαι Βαλαάμ, οὐ τῆς ἀστρολογίας ἀληθευούσης, ἀλλὰ τοῦ Θεοῦ διὰ τῶν ἐναντίων τὰ τῆς ἀληθείας παραδεικνύντος, ὥστε πᾶσαν τοῖς ἀσεβέσι πρόφασιν περιαιρεθῆναι.
就在为孩子举行的生辰庆典上,约有五十五位通晓迦勒底人观星智慧的精选之士来到国王面前。国王让他们侍立在自己身旁最近之处,询问每个人,自己所生的这个孩子将来会成为怎样的人。他们再三推勘之后,说他在财富与权能上都将成为伟大的人物,并将超越在他之前统治的所有先王。然而占星家中的一位,也是与他同列的所有人中最杰出者,说道:“王啊,照星辰的行道向我所示,如今为你所生的这个孩子的飞黄腾达将不在你的王国内,而是在另一个更美好且无比崇高的国度里。我更认为,他还将皈依那被你所迫害的基督徒的信仰;而我以为,他的这一志向与指望绝不会落空。”占星家诚然说了这番话,如同古时的巴兰一样,这并非占星术说出真理,而是上帝藉着反对者彰显真理的事迹,以使不敬虔者被剥夺一切借口。
Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῷ διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσῃ παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῷ ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο,2 παιδαγωγοὺς αὐτῷ καὶ ὑπηρέτας καταστήσας, νέους τῇ ἡλικίᾳ καὶ τῇ ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῷ ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῷ διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις ὁ νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῷ διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῷ νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ’ αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. ὁ μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ ἐποίει· βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει.
国王听见这些话,沉重地领受了这个消息,忧愁打断了他的喜乐。然而他在一座幽静孤立的城邑中建造了一座极为壮丽的宫殿,精巧构筑了华美的宅邸,在孩子度过了幼年期之后,便安置他住在那里,严令他不得外出;又为他委派了年纪轻轻、容貌极尽俊美的导师与仆役,切切叮嘱他们绝不可将人生的任何痛苦之事显露在他面前——无论是死亡、衰老、疾病、贫穷,还是任何其他会打断他喜乐的悲哀之事——而只将一切令人欢愉与享受之物呈现在他眼前,好叫他的心神沉浸于享乐之中,全然无力思忖将来之事,甚至连关于基督及其教义的一字半语也听不到。因为国王疑惧占星家的预言,一心想要对他隐瞒的正是此事。若是伺候他的仆从之中有人偶然生病,国王便吩咐立刻将那人赶出去,另换一个体魄健壮、精力充沛的人替代他,好让孩子的双眼全然看不到任何异样与缺憾。国王便是如此思量并这般行事的;因为他看却看不见,听却不省悟。
Μαθὼν δέ τινας τῶν μοναζόντων ἔτι περισώζεσθαι, ὧν μηδὲ ἴχνος ὑπολελεῖφθαι ἐδόκει, θυμοῦ ὑπερεπίμπλατο καὶ ὀξύτατα κατ’ αὐτῶν ἐκινεῖτο, κήρυκάς τε ἀνὰ πᾶσαν τὴν πόλιν καὶ τὴν χώραν ἐκέλευε διαθέειν, ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι.3 εἰ δέ τινες εὑρεθεῖεν μετὰ τὰς διωρισμένας ἡμέρας, τῷ διὰ πυρὸς καὶ ξίφους ὀλέθρῳ παραδοθήτωσαν· Οὗτοι γὰρ ʽφησίν’ ἀναπείθουσι τὸν λαὸν ὡς Θεῷ προσέχειν τῷ ἐσταυρωμένῳ. ἐν δὲ τῷ μεταξὺ συνέβη καί τι τοιοῦτον, ἐφ’ ᾧ ἐπὶ πλέον χαλεπαίνων ἦν ὁ βασιλεὺς καὶ κατὰ τῶν μοναζόντων ὀργιζόμενος.
但当得知原以为连踪迹都未曾留下的修道士中竟仍有人幸存时,国王便勃然大怒,雷厉风行地对他们采取行动,命令传令官奔走于整座城池与乡村,高声宣谕:三日之后,修道阶层之人断不可在任何地方被寻获。“若在规定期日之后有人被查出,当将他们交付火与剑的灭绝;因为这等人,”他说,“竟怂恿民众把那被钉十字架者当作上帝来崇奉。”在此期间,又发生了一桩这般的事情,使国王愈发愤懑,对修道士们的怒火更加炽盛。
- 3.19τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι
动词 ψεύδομαι(中动态/被动态)在此意为“落空、被剥夺”,支配夺格性属格(τοῦ σκοποῦ ... καὶ τῆς ἐλπίδος)。将来时不定词 ψευσθήσεσθαι 构成依附于 οἶμαι 的间接引语从句,其宾格主语 ἐκεῖνον 指代王子,与说话者自身(ἔγωγε)形成对照。
- 3.20ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο
由 παρεκελεύσατο 支配的宾格加不定词结构。其逻辑主语承接前一分句(ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν)中的宾格 τὸν παῖδα,表语形容词 ἀπρόϊτον(“不得外出的”)亦随之保持阳性单数宾格一致。
- 3.21ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι
宾格分词 ἐκβοῶντας(与 κήρυκας 一致)引出含有法令性质的宾格加不定词从属结构,带有否定副词 μηδαμοῦ ... τὸ παράπαν。被动不定词 εὑρεθῆναι 的主语为 τινά,后接部分属格 τοῦ τῶν μοναζόντων τάγματος(意即“修道阶层中的任何一人都绝不可被查出”)。
