← 大马士革的圣约翰

巴兰和约萨法特

§39.353-39.355

约阿萨法的哀痛与巴拉拉姆准备最后圣祭

听闻巴拉拉姆临终的预告,约阿萨法悲痛万分并祈求同死,但长老温和地劝他顺从神的旨意并坚守苦修,随后打发他取来圣祭所需之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.353

ταῦτα ἐννόει, λογισμοὺς καθαίρων καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καί ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὴν καρδίαν καὶ τὰ νοήματά σου ἐν Χριστῷ Ἰησοῦ. Τούτων ὑπὸ τοῦ μακαρίου Βαρλαὰμ λεχθέντων, ἡ ῥοὴ τῶν δακρύων τοῦ Ἰωάσαφ μέτρον οὐκ εἶχεν, ἀλλ̓, ὡς ἐκ πηγῆς πολυχεύμονος βρύουσα, ὅλον αὐτὸν καὶ τὴν γῆν ἐν ᾗ ἐκάθητο κατέβρεχεν. ὀδυρόμενος δὲ τὸν χωρισμόν, ἠξίου μάλα θερμῶς συνοδοιπόρος αὐτῷ τῆς τελευταίας πορείας γενέσθαι, καὶ μηκέτι παραμεῖναι τῷ βίῳ μετὰ τὴν ἐκείνου ἐκδημίαν, Διὰ τί, λέγων, τὸ σεαυτοῦ ζητεῖς μόνον, ὦ Πάτερ, καὶ μὴ καὶ τὸ τοῦ πλησίου; πῶς δὲ τὴν τελείαν ἐν τούτῳ πληροῖς ἀγάπην κατὰ τὸν εἰπόντα, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, πρὸς ἀνάπαυσιν μὲν καὶ ζωὴν αὐτὸς ἀπαίρων, εἰς θλῖψιν δὲ καὶ ταλαιπωρίαν ἐμὲ καταλιμπάνων, καί, πρὶν καλῶς ἐγγυμνασθῆναι τοῖς ἄθλοις τῆς ἀσκήσεως καὶ τῶν πολεμίων μαθεῖν τὰς πολυτρόπους ἐφόδους, πρὸς μονομαχίαν με τῆς αὐτῶν παρατάξεως προβαλλόμενος; ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με1 ταῖς κακοτρόποις αὐτῶν μηχαναῖς, καὶ ἀποθανεῖν οἴμοι τὸν ψυχικὸν ὄντως καὶ αἰώνιον θάνατον; ὅπερ τοῖς ἀπείροις καὶ δειλοῖς συμβαίνειν πέφυκε μοναχοῖς. ἀλλὰ δεήθητι τοῦ Κυρίου, δυσωπῶ, συνέκδημον κἀμὲ τοῦ βίου λαβεῖν. ναὶ πρὸς αὐτῆς τῆς ἐλπίδος ἧς ἔχεις ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, δεήθητι μηδεμίαν ἡμέραν μετὰ τὸν σὸν χωρισμὸν παροικεῖν τῷ βίῳ, καὶ εἰς τὸ πέλαγος ταύτης πλανᾶσθαι τῆς ἐρήμου. Ταῦτα τοῦ Ἰωάσαφ σὺν δάκρυσι λέγοντος, ὁ γέρων πράως ἀνακόπτων καὶ ὁμαλῶς, Οὐκ ὀφείλομεν, τέκνον, ἔφη, τοῖς ἀνεφίκτοις κρίμασι τοῦ Θεοῦ ἀνθίστασθαι. ἐγὼ γὰρ πολλὰ δεηθεὶς περὶ τούτου, καὶ τὸν ἀβίαστον Δεσπότην βιασάμενος τοῦ μὴ χωρισθῆναι ἡμᾶς ἀπ’ ἀλλήλων,2 ἐδιδάχθην παρὰ τῆς αὐτοῦ ἀγαθότητος ὡς οὐκ ἔστι συμφέρον σὲ νῦν τὸ ἄχθος τῆς σαρκὸς ἀποθέσθαι· ἀλλὰ παραμεῖναι δεῖ τῇ ἀσκήσει, ἕως λαμπρότερον ἑαυτῷ τὸν στέφανον πλέξῃς. οὐ γὰρ ἀρκούντως ἀκμὴν ἠγωνίσω πρὸς τὴν ἡτοιμασμένην σοι μισθαποδοσίαν· ἀλλὰ δεῖ σε κοπιάσαι μικρὸν ἵνα χαίρων εἰσέλθῃς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ἐγὼ γὰρ ἐγγύς που τῶν ἑκατὸν λοιπόν εἰμι χρόνων, διατελέσας ἐν τῇ ἐρήμῳ ταύτῃ ἐνιαυτοὺς ἤδη πέντε καὶ ἑβδομήκοντα· σοὶ δέ, εἰ καὶ τοσοῦτον οὐκ ἐκταθήσεται ὁ χρόνος, ἀλλὰ πλησίον που γενέσθαι δεῖ, καθὼς κελεύει ὁ Κύριος, ἵν’ ἐφάμιλλος ἀναδειχθῇς, καὶ μηδὲν ὅλως ὑστερούμενος τῶν βαστασάντων τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. δέχου τοίνυν, ὦ φιλότης, τὰ τῷ Θεῷ δεδογμένα ἀσμένως. ἃ γὰρ αὐτὸς βεβούλευται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; καὶ καρτέρει τῇ ἐκείνου φυλαττόμενος χάριτι.

当思想这些事,洗涤一切心念,攻破一切阻碍人认识神的高垒,并将人所有的心意夺回,使之顺服基督;这样,神那出人意外的平安,必在基督耶稣里保守你的心怀意念。” 当福乐的巴拉拉姆说完了这些话,约阿萨法的眼泪便奔流不止,如同自滔滔泉源喷涌而出一般,浸湿了他的全身以及他所坐的土地。他哀痛离别之苦,极恳切地祈求成为他最后旅程的同行者,在他离世之后不再滞留于今世,说道:“父亲,为何你只求自己的益处,而不也求邻舍的益处呢?你依照那宣称‘要爱人如己’者的教训,在此事上又怎能践行完全的爱呢?你本人归于安息与生命,却将我弃置于患难与困苦之中;在我尚未在修行的角力中受到良好操练、未曾熟知仇敌多方侵袭之时,就将我推向与它们全军的单独决斗?除了被它们凶恶的诡计击中、呜呼,真正承受灵魂与永远的死亡之外,难道还能有别的结果吗?这本是无经验而怯弱的修道士易于遭遇的厄运啊。然而,我恳求你,求主也将我一同带离这尘世的生活。是的,凭着你那指望领受劳苦赏赐的盼望,求你祈祷使我在你离去之后,连一日也不在今世寄居,不再漂泊于这荒漠的重洋之中。” 约阿萨法流着泪说这番话时,长老温和而从容地打断他,说道:“孩子,我们不可抗拒神深不可测的决意。因我曾就此事多次祈求,甚至迫切恳求那不可强求的主宰使我们彼此不至分离,但我却从祂的至善中得知,如今卸下肉身的重担对你并非有益;相反,你当持守修行,直到为你自己编织起更为光辉的冠冕。因为对于为你预备的赏赐而言,你如今的角力尚显不足;你还必须劳苦片时,以便欢喜进入你主人的快乐。因为我如今已年近百岁,在这荒漠中度过了整整七十五个春秋;至于你,纵使岁月不会延展得如此长久,但也当接近此时光,正如主所吩咐的,好让你显为比肩匹敌之人,在任何方面都不逊色于那些忍受了一天劳苦受热之人。因此,至爱之人,当甘心领受神所命定之事。因为祂所筹算的,世人有谁能加以废弃呢?你要蒙祂恩典的护佑,坚忍到底。

§39.355

Νῆφε δὲ ἀεὶ πρὸς τοὺς ἐναντίους λογισμούς, καὶ τὴν καθαρότητα τοῦ νοὸς ὥσπερ τινὰ θησαυρὸν πολύτιμον ἄσυλον διατήρει, πρὸς ὑψηλοτέραν ἐργασίαν καὶ θεωρίαν ἐμβιβάζων ἑαυτὸν ἡμέραν καθ’ ἡμέραν, ἵνα πληρωθῇ ἐπὶ σοὶ ὃ τοῖς φίλοις αὐτοῦ ὁ Σωτὴρ ἐπηγγείλατο, Ἐάν τις ἀγαπᾷ με, λέγων, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ταῦτα εἰπὼν ὁ γέρων, καὶ πολλῷ πλείονα τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς καὶ θεολόγου γλώττης ἐπάξια, τὴν ἀνιωμένην τοῦ Ἰωάσαφ ψυχὴν παρεμυθεῖτο. εἶτα πρός τινας ἐκπέμπει αὐτὸν ἀδελφούς, ἐκ πολλοῦ διαστήματος τὴν οἴκησιν ἔχοντας, τοῦ ἀγαγεῖν τὰ πρὸς τὴν ἱερὰν θυσίαν ἁρμόδια. καὶ δὴ ἀναζωσάμενος ὁ Ἰωάσαφ λίαν τάχιστα τὴν διακονίαν πληροῖ· ἐδεδίει γὰρ μή πως ἀπόντος αὐτοῦ τὴν ὀφειλὴν ὁ Βαρλαὰμ τῆς φύσεως ἀποδῷ, καί, τὸ πνεῦμα παραθεὶς τῷ Κυρίῳ, ζημίαν αὐτῷ τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι.3 Οὕτω δὲ ἀνδρικώτατα διελθόντος αὐτοῦ τὴν μακρὰν ὁδὸν ἐκείνην καὶ τὰ τῆς ἱερᾶς θυσίας ἐνεγκόντος, προσφέρει τῷ Θεῷ τὴν ἀναίμακτον θυσίαν ὁ θειότατος Βαρλαάμ. καὶ κοινωνήσας αὐτός,

面对相悖的意念你要时刻警醒,守住心灵的纯洁,如同守护一件神圣不可侵犯的珍宝,日复一日使自己迈向更高的实修与观照,好让救主向祂的朋友们所应许的成就在你身上,正如祂所说:‘人若爱我,就必遵守我的道,我父也必爱他,并且我们要到他那里去,与他同住。’”长老说了这番话,并说了更多无愧于他圣洁灵魂与宣讲神学之舌的言语,抚慰了约阿萨法忧伤的灵魂。随后,他打发他前往住处相距甚远的某些修士弟兄那里,去取来适宜于神圣祭献之物。约阿萨法束上腰,极为迅速地完成了这项差事;因为他唯恐在自己不在之时,巴拉拉姆会偿还自然的债务,将灵魂交付给主,从而给他带来沉重的损失,使他既得不到临别赠言与问候,也得不到他的祈祷与祝福。当他以极英勇的毅力走完了那漫长的道路并取来神圣祭献所需之物后,至神圣的巴拉拉姆便向神献上了无血的圣祭。他自己领了圣体圣血,

语法注3 条
  1. 39.353ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με

    由 ἱνατί(为何/何故)引导的疑虑性虚拟语气(γένηται),后接由 εἰ μή(除……之外)引导的排除从句。在 εἰ μή 之后,带不定词的宾格结构(βληθῆναί με ... καὶ ἀποθανεῖν)在逻辑上充当所发生事件的主语,意为“除了我被击中并死去之外,难道还会发生别的什么吗?”,全句构成强烈的反问修辞。

  2. 39.354τὸν ἀβίαστον Δεσπότην βιασάμενος τοῦ μὴ χωρισθῆναι ἡμᾶς ἀπ’ ἀλλήλων

    τὸν ἀβίαστον Δεσπότην βιασάμενος 运用了同源词对照的修辞法(“强求那不可强求的主宰”)。带属格定冠词的不定词短语 τοῦ μὴ χωρισθῆναι 依附于 βιασάμενος,表目的或强求之内容,结合否定词 μή,意为“使我们彼此不至分离”。

  3. 39.355ζημίαν αὐτῷ τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι

    与格分词 τυγχάνοντι 与 ἐπενέγκοι 的间接宾语代词 αὐτῷ(指约阿萨法)一致,作状语说明其境况(“给得不到……的他带来沉重损失”)。动词 τυγχάνω 支配属格,因此后续四个由否定词 μὴ 引导的并列属格名词(ῥημάτων, προσφθεγμάτων, εὐχῶν, εὐλογιῶν)。主句限定动词的主语(巴拉拉姆)与分词所指之人(约阿萨法)不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:39.353-39.355