- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:39.349-39.352
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉拉姆见证了约阿萨法在属灵上的长进后,预告自己离世的日子已近,向他作了临终叮嘱,勉励他坚持不懈地进行修道征战,以坚忍与谦卑胜过诸般试探与患难。
Οὕτως οὖν ἀλλήλοις συνόντες Βαρλααμ τε καὶ Ἰωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾷ τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν, ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, ὦ φίλτατε Ἰωάσαφ, ἐν ταύτῃ σε τῇ ἐρήμῳ κατοικεῖν ἔδει· καὶ τοῦτό μοι ὁ Χριστὸς προσευχομένῳ περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι.1 εἶδον οὖν ὡς ἐπεθύμουν· εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμῳ, συναφθέντα δὲ τῷ Χριστῷ ἀδιστάκτῳ τῇ γνώμῃ, καὶ εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι ὁ τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ ἡ σύντροφος καὶ ἡλικιῶτις ἐπιθυμία τοῦ συνεῖναι τῷ Χριστῷ διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῇ γῇ καὶ τὸν χοῦν ἀποδοῦναι τῷ χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῷδε τῷ τόπῳ τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ἡ ζοφερὰ τῶν δαιμόνων πληθὺς τῇ ψυχῇ μου ἐμποδὼν καταστῇ διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσῃς τὸ ἐπίπονον τῆς ἀσκήσεως, μηδὲ δειλιάσῃς τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων· ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῇ τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημα οὕτως ἔσο, ὡς καθ’ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον2 τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καθάπερ ὁ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων· ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι ὀλιγωρίας ὁ πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος· ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, ὁ καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν ἀεί. μηδὲν μερίμνα· ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά σου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω. οὕτως μὲν οὖν ἐν τῇ σκληρότητι τῆς ἀγωγῆς καὶ τῇ ὀλιγωρίᾳ τῆς ἀσκήσεως τοιούτους κτώμενος λογισμούς, εὐφραίνου, μεμνημένος Κυρίου τοῦ Θεοῦ ἡμῶν· Ἐμνήσθην γάρ, φησί, τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ὅταν δὲ πάλιν ὁ ἐξ ἐναντίας ἄλλον σοι τρόπον ἐπινοῇ πολέμων, ὑψηλόφρονας προβάλλων λογισμούς, καὶ τὴν δόξαν ὑποδεικνύων τῆς τοῦ κόσμου βασιλείας ἧς κατέλιπες, καὶ τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ, τὸν σωτήριον προβαλοῦ λόγον, ὡς θυρεόν, τὸν φάσκοντα· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. ἀλλὰ καὶ τίς ἐξ ἡμῶν δύναται τὴν ὀφειλὴν ἐκτῖσαι ἣν ὀφείλομεν τῷ Δεσπότῃ, ὑπὲρ ὧν δι’ ἡμᾶς ἐπτώχευσε3 πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ ἔπαθεν ὁ ἀπαθὴς ἵνα τῶν παθῶν ἡμᾶς ἐλευθερώσῃ; ποία γὰρ χάρις δούλῳ ὅμοια τῷ Δεσπότῃ παθεῖν;4 ἡμεῖς δὲ πολλὰ τῶν αὐτοῦ ὑστερούμεθα παθημάτων.
巴拉拉姆与约阿萨法就这样生活在一起,奋力打着那美好的仗,远离了一切忧虑与尘世的扰攘,心神澄澈明朗,毫无一丝混乱;在为了虔敬而经历了诸多劳苦之后,有一日,〔巴拉拉姆〕召来了自己在福音中所生的属灵儿子,开口同他作属灵的交谈,说道:“最亲爱的约阿萨法,你早该定居于这片荒漠之中了;基督曾应许向为你的事祈求的我,在我离世之前必能见到此景。如今,正如我所期盼的那样,我见到了:我见到你与世界及世上的事决裂,以毫无疑虑的坚决意志连于基督,并达到了祂丰满之完全的尺度。如今,我离世归宿的时刻已迫在眉睫,我毕生伴随且同龄的、愿与基督永远同在的渴望如今即将实现;你当将我的身躯埋入泥土,使尘土归于尘土,但今后你仍要留在此地,坚守这属灵的生活操练,并常常记念卑微的我。因为我唯恐幽暗的恶魔群落会因我众多的过犯而拦阻我的灵魂。因此,我的孩子,切不可轻忽苦修的辛劳,也不要畏惧岁月之漫长与恶魔之诡计;倒要借着基督的恩典刚强起来,放胆嘲笑它们的软弱无力。对于劳苦的严酷与时间的悠长, 你要这样立身处世:如同每日都在期盼离开尘世的解脱,如同那一天对你而言既是修行的开端也是终点。如此这般,常常忘记背后,努力面前,定睛注视着向那标杆直跑,要得神在基督耶稣里召你向上的奖赏,正如那位神圣的使徒所劝勉的那样:‘我们不丧胆;外体虽然毁坏,内心却一天新似一天。因为我们这至暂至轻的苦楚,要为我们成就极重无比、永远的荣耀;我们并不是顾念所见的,乃是顾念所不见的;因为所见的是暂时的,所不见的是永远的。’亲爱的,思想这些,便当刚强勇敢,作一名精兵,尽心讨那招募你当兵之人的喜悦。即便那恶者给你带来怠惰懈怠的念头,急于松懈你立志的张力,也断不可害怕它的阴谋,只需心想主宰的诫命:‘在世上你们有苦难,但你们可以放心,我已经胜了世界。’因此,当靠主常常喜乐,因祂拣选了你,使你脱离世界,将你安置在如同祂的座前。那位以圣召召你的主,自己常与你邻近。应当毫无忧虑,凡事借着祷告、祈求和感谢,将你所要的 告诉神。因为祂自己曾说:‘我总不撇下你,也不离开你。’因此,在修道生活的严酷与苦修的疲惫之中,心存这等意念,便当因记念主我们的神而欢喜;正如经上所记:‘我记念神,就甚欢喜。’若是对头又向你策划另一种作战手段,向你抛出傲慢自负的念头,向你指明你所舍弃的属世王国的荣耀以及世上其余的事物,你就当如持坚盾般举出那拯救之言,就是那说道:‘你们做完了一切吩咐你们的事,只当说:“我们是无用的仆人,所做的本是我们应分做的。”’然而,我们当中又有谁能偿还我们欠主宰的重债呢?祂本是富足的,却为我们的缘故成了贫穷,好叫我们借着祂的贫穷成为富足;祂本是无苦无难的,却受尽苦难,好将我们从情欲中解脱出来。仆人若受了与主宰一样的苦,算得什么恩惠呢?何况比起祂的受难,我们所受的还相差得太远呢。”
- 39.350ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι
将来时不定词 ὄψεσθαι 作动词 ἐπηγγείλατο 的补足宾语,表示应许的内容(“我将看见”)。该不定词的逻辑主语不是主句主语(基督),而是与格代词 μοι(向我)。这是表示发誓或应许的动词接将来时不定词的标准构文。
- 39.351κατασκοπῶν δίωκε τὸ βραβεῖον
分词 κατασκοπῶν 作伴随分词或方式分词修饰祈使动词 δίωκε,意为“注视目标、定睛审视”。此处化用了腓立比书3:14(κατὰ σκοπὸν διώκω)的意象,描绘赛跑者目不转睛地注视着前方的终点标杆而竭力奔跑的情景。
- 39.352ὑπὲρ ὧν δι’ ἡμᾶς ἐπτώχευσε
介词短语 ὑπὲρ ὧν 属于先行词被吸收的关系代词凝缩结构(相当于 ὑπὲρ τούτων ἅ),用以说明对主宰所欠下之“债务”(ὀφειλήν)的缘由或代价。紧随其后的两个排比从句(本富足却甘愿贫穷、本无苦却甘愿受难)构成了该关系从句的全部内涵。
- 39.352ποία γὰρ χάρις δούλῳ ὅμοια τῷ Δεσπότῃ παθεῖν
不定词 παθεῖν 充当句子的真正主语,而 χάρις 在此修辞反问句中作表语(“算得上什么恩惠/夸耀呢?”)。中性复数宾格 ὅμοια 支配与格 τῷ Δεσπότῃ,既可作 παθεῖν 的宾语,亦可作副词性宾格(意为“遭受与主宰相似的苦难”)。
