- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:38.347-38.349
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨法应巴拉拉姆之问详述了离别后的诸般经历,二人同声赞美神,共度粗粝的餐食与通宵达旦的灵性长谈;此后约阿萨法随师隐修,以超越凡人的克修功夫克尽情欲,攀登至福之境。
πάντα δέδωκας μηδενὸς φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων,1 ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν ὁ σὸς πατήρ, ἢ καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν ὁ Ἰωάσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημίαν γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. Ὁ δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον,2 καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δι’ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παρ’ ἀμφοτέρων ηὐχαριστεῖτο ὁ Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἡ ἑσπέρα.
“你献出了一切,对那些转瞬即逝之物毫无吝惜,好为自己买下那块田地。愿主赐你永恒之物以代暂存之物,赐你不会朽坏、历久不衰之物以代必朽之物。那么告诉我吧,至爱的人,你是如何来到此地的?在我离去之后你的境遇如何?你的父亲是否认识了神,抑或仍顺从于往昔的愚昧,被魔鬼的欺骗所俘虏?”当巴拉拉姆询问这些时,约阿萨法便接着开口,将那位老者离去后发生在自己身上的一切,以及主直到他们重逢为止所促成的一切,逐一详尽地叙述了一遍。长老满怀喜悦与惊奇地倾听着,热泪盈眶地说道:“荣耀归于您,我们的神,您常与爱您的人同在并施行拯救。荣耀归于您,基督,万物之王与至善的神,因您悦纳了我在您的仆人约阿萨法灵魂中所播下的种子,使之结出如此百倍的果实,堪配您这位耕作者与我们灵魂的主宰。荣耀归于您,良善的抚慰者,至圣的圣灵,因您使他配得分享您曾赐予圣使徒们的恩典,并借着他将广大众生从迷信的谬误中解救出来,以真正的神圣认知照亮了他们。”神就这样受到了双方的感恩。当他们这般交谈并因神的恩典而欢欣雀跃时,暮色降临了。
καὶ δὴ πρὸς εὐχὴν ἀναστάντες τὰς συνήθεις ἐτέλουν λειτουργίας. εἶτα καὶ τροφῆς μνησθέντες, παρετίθει πολυτελῆ ὁ Βαρλαὰμ τράπεζαν, τῆς πνευματικῆς πεπληρωμένην καρυκείας, αἰσθητῆς δὲ ἥκιστα μετέχουσαν παρακλήσεως. λάχανα γὰρ ἦσαν ὠμά, ὧν αὐτουργὸς καὶ γεωργὸς ἦν ὁ γέρων, καὶ φοίνικες ὀλίγοι ἐν τῇ αὐτῇ εὑρισκόμενοι ἐρήμῳ, καὶ ἄγριαι βοτάναι. εὐχαριστήσαντες οὖν, καὶ τῶν παρατιθεμένων μεταλαβόντες, καὶ ὕδωρ ἐκ τῆς παρατυγχανούσης πηγῆς πιόντες, τῷ ἀνοίγοντι χεῖρα καὶ ἐμπιπλῶντι πᾶν ζῷον αὖθις ηὐχαρίστουν Θεῷ. ἀναστάντες δὲ πάλιν, καὶ τὰς νυκτερινὰς πληρώσαντες εὐχάς, τῆς πνευματικῆς πάλιν μετὰ τὴν εὐχὴν ἥπτοντο ὁμιλίας, λόγους σωτηρίους καὶ τῆς οὐρανίου πεπληρωμένους φιλοσοφίας παρ’ ὅλην διεξερχόμενοι τὴν νύκτα, ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν.3 Ἔμεινε δὲ Ἰωάσαφ μετὰ τοῦ Βαρλαὰμ ἱκανοὺς οὑτωσὶ χρόνους, τὴν θαυμαστὴν ταύτην καὶ ὑπὲρ ἄνθρωπον μετερχόμενος πολιτείαν, καὶ ὡς πατρὶ τούτῳ καὶ παιδευτῇ μεθ’ ὅσης συμπαρομαρτῶν αὐτῷ ὑποταγῆς καὶ ταπεινώσεως, καὶ πρὸς πᾶσαν ἰδέαν γυμναζόμενος ἀρετῆς, ἄριστά τε παιδευόμενος τὴν πάλην τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων. ἐντεῦθεν τὰ μὲν πάθη ἐθανάτωσε πάντα· τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῷ πνεύματι, ὡς δοῦλον δεσπότῃ, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῷ ὕπνῳ δὲ ὡς κακῷ προστάσσων οἰκέτῃ. καὶ, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῷ ὁ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτῃ χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως.4 τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῷ καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας ὁ τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ’ οὗπερ τὴν ἔρημον ᾤκησε ταύτην. τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι· ὃ δὴ καλῶς κατώρθωσεν ὁ γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ’ ἀρχῆς μέχρι τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίᾳ τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθῳ πόθον καὶ σπουδὴν σπουδῇ διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα.
于是他们起立祈祷,行了常规的礼仪。随后念及食物,巴拉拉姆摆设了一张奢华的宴席——其上充满了属灵的调味,却极少含有肉体的慰藉。盖因那不过是长老亲手种植培植的生蔬菜、在同一片沙漠中找到的几颗椰枣以及野草而已。于是他们谢恩,分领了所摆上的食物,又饮了附近泉中的水,再次向那张手使一切造物饱足的神献上感恩。随后他们再次起立,做完了夜间的祈祷;祷告之后,他们又投入属灵的交谈,整夜讲述着得救之道与洋溢着属天哲学的言词,直到拂晓促使他们再次忆起常规的晨祷。约阿萨法就这样同巴拉拉姆共同度过了相当长的岁月,过着这种令人惊叹、超越凡人的修行生活;他以极大的顺服与谦逊追随其身旁,视其如父如师,在各样德行上操练自己,并在与邪恶无形的诸灵之交锋中获得了绝佳的磨炼。由此,他将诸般私欲尽皆泯灭;他将肉体的心思完全顺服于灵,犹如奴仆顺从主人,将奢华与安歇忘得一干二净,更将睡眠呼来喝去如恶仆一般。简而言之,他的修道斗争是如此剧烈,以至于在这般岁月中久经磨砺的巴拉拉姆本人也对他惊叹不已,在他坚贞不屈的毅力面前甘拜下风。因为他领受那粗粝冷酷的食物,仅以维持生命为度,以免猝然亡故而丧失行善之工的赏赐。他使自己的本性这般顺服于警醒不眠,以致宛若一个无肉无体之人。祈祷与心智的默观工夫对他而言永无休止,他一生的全部光阴皆耗费在属灵与属天的默想之中,自他定居这片沙漠以来,竟未曾虚掷过一时一刻。因为这正是修道等阶的本职:在属灵操练上绝不显出丝毫怠惰;而这位天国征途上英勇矫健的赛跑者确实完满地成就了此事。他自始至终保持着那不灭的热忱,心中常存登梯之愿,力上加力,恒久地在渴望上加增渴望、在热忱上加增热忱,直到他达成了那所企盼、所渴慕的福乐境界。
- 38.347τῶν ὅσον οὔπω παρερχομένων
ὅσον οὔπω 是一个副词性习语,意为“行将”、“转瞬即”、“几乎”,修饰现在分词 παρερχομένων。整个中性复数属格短语 τῶν ... παρερχομένων 作分词 φεισάμενος 的宾语(φείδομαι 支配属格),指代“转瞬即逝的现世之物”。
- 38.347ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον
此句属于关系代词(ἣν → ἧς)受先行词 χάριτος 的属格牵引同化,同时先行词被吸收入关系从句的句式。主句中由指示代名词 ταύτης 复指,作为支配属格的不定词 μετασχεῖν(“分享、分沾”)的宾语。其底层骨架即 κατηξίωσας τοῦτον μετασχεῖν τῆς χάριτος ἣν ἔδωκας。
- 38.348ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν
这是由 ποιέω + 宾格 + 不定词 构成的致使句式。主语为无生物名词 ὄρθρος(“拂晓”),代词宾格 αὐτούς 作不定词 μνησθῆναι(“忆起、念及”)的逻辑主语,意为“直到拂晓促使他们再次忆起常规的祈祷”。
- 38.349τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως
动词 ἡττάομαι(“屈服于、不敌”)在此引申为“甘拜下风、惊叹折服”,支配属格补足语 τῆς καρτερᾶς ... ἐνστάσεως(“坚贞不屈的毅力”)。与格代词 αὐτῷ 则作为所有或关涉与格(指代约阿萨法),意即“对他的坚定持守自叹弗如”。
