- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:38.343-38.346
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨法在荒漠中历经两年的艰难寻觅,在一位隐修士的指引下终于找到了巴拉拉姆的洞穴。尽管形容大变,二人依然辨认出彼此,向神献上感恩并重聚交谈。
Ἔμεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος. καὶ ἦν οὕτως αἴθριος συγκαιόμενος τῷ καύσωνι καὶ τῷ κρύει πηγνύμενος καὶ ἀπαύστως ζητῶν ὥσπερ τινὰ θησαυρὸν πολύτιμον τὸν τιμιώτατον γέροντα. πολλοὺς δὲ ὑπέμεινε πειρασμοὺς καὶ πολέμους τῶν πονηρῶν πνευμάτων, καὶ πολλοὺς ὑπήνεγκε πόνους τῆς τῶν βοτανῶν ἐνδείας, ἃς εἰς τροφὴν ἐκέχρητο, ὅτι καὶ ταύτας ξηρὰ οὖσα ἡ ἔρημος ἐνδεῶς ἐβλάστανεν.
约阿萨法在这片茫茫荒漠中徘徊了整整两年,仍未找到巴拉拉姆,因为神在此地也在考验他心志的坚定与灵魂的崇高。他便这样露宿旷野,饱受酷暑的灼烧与严寒的冰冻,不断地寻找那位至尊的长老,宛如寻找无价的珍宝。他忍受了恶灵的诸多试探与征战,并承担了因充饥的草木匮乏而带来的诸多辛劳,盖因荒漠干旱,连这些草木也生得极其稀疏。
ἀλλὰ τῷ πόθῳ τοῦ Δεσπότου φλεγομένη ἡ ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾷον ἤνεγκε τὰ λυπηρὰ ταῦτα ἢ τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ’ ὕπνους τε καὶ καθ’ ὕπαρ εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιῄει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, Δεῖξόν μοι, Δέσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων ἀγαθῶν γενόμενόν μοι πρόξενον· καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσῃς. ἀλλ’ ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῷ τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι. Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῷ τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι βίον.
然而,那颗因渴望主而燃烧的金刚不坏之魂,承受这些痛苦比他人承受享乐更为轻松。因此他并未失去自天而来的助佑,反而依照他痛苦与辛劳的深重,那来自所渴慕的基督的安慰,无论在梦寐还是在清醒时,都使他的灵魂欢欣。两年将尽之时,约阿萨法仍不倦地四处奔走寻找所渴慕的人,他向神哀求,眼中泪流如注,呼喊道:“主啊,求您指示我,指示我那位使我认识您、为我带来如此多美善的中介人;求您切勿因我罪孽深重,便剥夺我如此巨大的福分。反求您使我配得见他,并与他一同投身于同样严峻的修道操练。”藉着神的恩典,他循着往来之人的足迹找到了一处洞穴,并遇见了一位过着隐修生活的修士。
καὶ τούτῳ θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ’ ἑαυτὸν διεξῄει, δῆλα τῷ ἀνδρὶ θέμενος. δι’ αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχῃ τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῷ, ἐπορεύετο χαίρων καὶ τῇ ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ ὁ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῇ, πολλῷ τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος. Ἐφίσταται τοίνυν τῇ θύρᾳ τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν ὁ Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῷ πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος,1 μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων2 ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῇ πολλῇ τῆς ἐνδείας ταλαιπωρίᾳ. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα. τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, ὁ γέρων εὐχὴν ἀνέπεμψε τῷ Θεῷ εὐχαριστήριον.
他极其热情地拥抱并向其致意,询问如何寻得巴拉拉姆的居所,并向那人细述了自己的遭遇,将一切说明。从那人处得知了所寻之人的居所后,他便飞速赶去,宛如一位极有经验的猎人发现了猎物的踪迹。当他到达另一位长老所指点的几处标记时,他满怀喜悦、因希望而倍添力量地前行,犹如离家良久的稚子盼望着得见父亲一般。盖因当对神的渴望涌入灵魂之时,它所显出的炽热与猛烈远甚于天伦之情。于是他来到洞穴门前叩门道:“神父,请祝福我,请祝福我。”巴拉拉姆闻声从洞中走出,他凭着灵辨认出了这位仅依外貌绝难认出的人,因为此人经历了一种奇异的改变与转化,远离了他昔日那容颜与如花绽放的俊美青春——他因烈日炙烤而肌肤黧黑,长发披散,双颊消瘦,双眼深陷,眼睑因泪水如注以及极度的匮乏之苦而红肿发炎。约阿萨法也认出了这位属灵的父亲,因为他的面容特征大致依然如故。于是长老立刻面朝东方伫立,向神献上了感恩的祈祷。
καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ ἀμήν, περιλαβόντες τε καὶ περιπτυξάμενοι θερμοτάταις ἠμείβοντο ἀλλήλους περιπλοκαῖς, χρονίου πόθου ἐμφορούμενοι ἀκορέστως. Ἐπεὶ δὲ ἀρκούντως περιέλαβον καὶ προσηγόρευσαν, καθίσαντες διωμίλουν. λόγου δὲ ἀρξάμενος ὁ Βαρλαάμ, Καλῶς ἦλθες, ἔλεγε, τέκνον ἠγαπημένον, τέκνον Θεοῦ καὶ κληρονόμε τῆς ἐπουρανίου βασιλείας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησας, ὃν ἐπόθησας δικαίως ὑπὲρ τὰ πρόσκαιρα καὶ φθαρτά· καί, ὡς ἐχέφρων ἔμπορος καὶ σοφός, πάντα πωλήσας, τὸν ἀτίμητον ἐξωνήσω μαργαρίτην, καὶ τῷ ἀσύλῳ ἐντυχὼν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ τῶν ἐντολῶν τοῦ Κυρίου,
祈祷后,他们齐道“阿们”,随后相拥依偎,极其热情地相互拥抱,贪婪地满足着长久以来的渴慕之情。待他们充分地拥抱并互致问候后,便坐下交谈。巴拉拉姆首先开口道:“欢迎你的到来,亲爱的孩子,神的孩子,藉着我们的主耶稣基督承受天国的继承人!你爱慕主,且理所当然地渴望主远胜过这暂时的、必朽的事物;你宛如一位明达聪慧的商人,变卖了一切,买下了这颗无价的珍珠,并寻得了隐藏在主诫命之田地里不可侵犯的宝藏。”
- 38.345τῆς ὄψεως ἐκείνης τῆς προτέρας καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος
作为分离属格(genitive of separation),依附于带有同源内宾语 ἣν 的动词 ἠλλοίωτο καὶ μετεβέβλητο,表示变化脱离的原始状态,即“从先前的容貌与青春(改变、转化)而来”。
- 38.345ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων
主格分词 ἔχων 支配三组平行的“宾格名词+分词”结构(ἐκτετηκυίας τὰς παρειάς、τοὺς ὀφθαλμοὺς δεδυκότας 以及 τὰ βλέφαρα περιπεφλεγμένα)。语序上,首个完成时主动分词 ἐκτετηκυίας 置于名词之前,而后两组分词则置于名词之后,形成了交错安排。
