← 大马士革的圣约翰

巴兰和约萨法特

§37.340-37.343

荒野中的试炼与寻访巴拉拉姆

约萨法特经受了荒野的酷热干渴,以及魔鬼所施加的世俗妄念与巨兽幻象的试探,但他凭信心与十架之力将其击溃,并克服真实的险阻抵达巴拉拉姆居住的荒野。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.340

ἀνύδρου καὶ ξηρᾶς οὔσης τῆς ἐρήμου ἐκείνης. ἤδη τοίνυν περὶ τὰς μεσημβρίας, τοῦ ἡλίου σφοδρὸν φλέγοντος, τῆς ὁδοιπορίας ἐχόμενος,1 σφοδρότερον αὐτὸς ἐφλέγετο ἐν δίψει καύματος ἐν ἀνύδρῳ, καὶ τὴν ἐσχάτην ἐταλαιπωρεῖτο ταλαιπωρίαν· ἀλλ’ ἐνίκα ὁ πόθος τὴν φύσιν, καὶ ἡ δίψα, ἣν πρὸς τὸν Θεὸν ἐδίψα, τὴν φλόγα ἐδρόσιζε τῆς τοῦ ὕδατος δίψης. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος, μὴ ὑποφέρων ἐν αὐτῷ τὴν τοιαύτην ὁρᾶν πρόθεσιν καὶ οὕτω θερμοτάτην πρὸς τὸν Θεὸν ἀγάπην, πολλοὺς αὐτῷ κατὰ τὴν ἔρημον ἐξήγειρε πειρασμούς, ὑποβάλλων αὐτῷ μνήμην τῆς βασιλικῆς αὐτοῦ δόξης καὶ τῆς παρισταμένης αὐτῷ λαμπροτάτης δορυφορίας, φίλων τε καὶ συγγενῶν καὶ ὁμηλίκων, καὶ ὡς αἱ πάντων ψυχαὶ τῆς αὐτοῦ ἐξήρτηντο ψυχῆς, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου· εἶτα τὸ τραχὺ τῆς ἀρετῆς προεβάλλετο καὶ τοὺς πολλοὺς αὐτῆς ἱδρῶτας, τοῦ σώματός τε τὴν ἀσθένειαν καὶ τὸ ἀσύνηθες αὐτοῦ ἐν τῇ τοιαύτῃ ταλαιπωρίᾳ, καὶ τοῦ χρόνου τὸ μῆκος, τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης,2 καὶ τὸ μηδαμόθεν ἐκδέχεσθαι παράκλησιν ἢ τέλος τοῦ τοσούτου κόπου· καὶ ὅλως πολὺν αὐτῷ ἤγειρε κονιορτὸν τῶν λογισμῶν ἐν τῇ διανοίᾳ, καθά που καὶ περὶ τοῦ μεγάλου γέγραπται Ἀντωνίου.

那片荒野本就无水且干燥。到了正午时分,骄阳炽烈地炙烤着,他坚持前行,在这无水之地因酷热而更炽烈地为干渴所灼烧,经受着极度的煎熬;然而渴慕战胜了肉体本性,他向上帝所怀有的渴求,润泽了对水之饥渴的烈火。然而,憎恶美善且满怀嫉妒的魔鬼,无法容忍在他身上看到这般的决意以及对上帝如此热烈的爱,便在旷野中向他激起了诸多诱惑,向他心头注入对他王家荣耀的记忆,以及侍立身旁的极显赫的卫队、朋友、亲戚与同龄人的回忆,并提醒所有人的灵魂曾如何依系于他的灵魂,以及生命中的其他安乐;随后魔鬼又陈列出美德的艰涩与需要付出的诸多汗水,身体的软弱及其对这般煎熬的生疏,岁月的漫长,眼前干渴的紧迫危局,以及无论何处都指望不到安慰或如此巨大劳苦的终局;简而言之,他在他的心智中掀起了漫天的妄念尘沙,正如某处关于伟大的安东尼所记载的那样。

§37.341

Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν ἐκείνου πρόθεσιν ʽτὸν Χριστὸν γὰρ αὐτὸς ἐνθυμούμενος καὶ τῷ ἐκείνου πόθῳ φλεγόμενος, ῥωννύμενός τε καλῶς τῇ ἐλπίδι καὶ τῇ πίστει στηριζόμενος, εἰς οὐδὲν τὰς ἐκείνου ὑπερβολὰς ἐλογίζετὀ, κατῃσχύνθη ὁ πολέμιος ἐκ πρώτης, ὃ λέγεται, προσβολῆς πεσών. ἑτέραν οὖν ἔρχεται ὁδόν ʽπολλαὶ γὰρ αὐτῷ αἱ τῆς κακίας τρίβοἰ, καὶ φαντάσμασι ποικίλοις ἀνατρέπειν αὐτὸν ἐπειρᾶτο καὶ εἰς δειλίαν ἐμβαλεῖν, ποτὲ μὲν μέλας αὐτῷ φαινόμενος, οἷός ἐστι· ποτὲ δέ, ῥομφαίαν ἐσπασμένην κατέχων, ἐπεπήδα αὐτῷ, καὶ πατάξαι ἠπείλει, εἰ μὴ θᾶττον εἰς τὰ ὀπίσω στραφῇ· ἄλλοτε θηρίων ὑπήρχετο παντοδαπῶν μορφάς, βρυχῶν κατ’ αὐτοῦ καὶ δεινότατον ἀποτελῶν μυκηθμὸν καὶ ψόφον· εἶτα καὶ εἰς δράκοντα μετεμορφοῦτο καὶ ἀσπίδα καὶ βασιλίσκον. ὁ δὲ καλὸς ἐκεῖνος καὶ γενναιότατος ἀθλητὴς ἀτρέμας ἦν τὴν ψυχήν, ἅτε δὴ τὸν ὕψιστον ἑαυτοῦ καταφυγὴν θέμενος. νήφων δὲ τῇ διανοίᾳ καὶ κατεγγελῶν τοῦ πονηροῦ, ἔλεγεν· Οὐκ ἔλαθές με, ὦ ἀπατεών, ὅστις εἶ, ὁ ταῦτά μοι ἐγείρων, ὁ ἐξ ἀρχῆς κακὰ τεκταινόμενος τῶν ἀνθρώπων τῷ γένει, καὶ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ βλάπτειν οὐδαμῶς ἀπολείπων. ἀλλ’ ὡς προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ.3 τί οὖν ἀνηνύτοις ἐπιχειρεῖς, ἄθλιε; ἐξότε γὰρ ἔγνων τῆς σῆς εἶναι κακίας τὰ μηχανήματα ταῦτα καὶ φόβητρα, οὐδεμία μοι λοιπὸν ἔτι ἐστὶ φροντὶς περὶ σοῦ. Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον σε ἐπιβήσομαι οἷς ὁμοιοῦσαι, καὶ καταπατήσω σε τὸν λέοντα καὶ δράκοντα, τῇ δυνάμει τοῦ Χριστοῦ κραταιούμενος. αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. Ταῦτα λέγων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἑαυτῷ περιβαλὼν ὅπλον ἀκαταγώνιστον, πάσας τὰς τοῦ διαβόλου φαντασίας κατήργησεν. εὐθὺς γὰρ τά τε θηρία καὶ τὰ ἑρπετά, ὡς ἐκλείπει καπνός, ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός· αὐτὸς δέ, τῇ τοῦ Χριστοῦ δυνάμει ἰσχύων, ἐπορεύετο χαίρων καὶ εὐχαριστῶν τῷ Κυρίῳ. ἀλλὰ καὶ θηρία πολλὰ καὶ ποικίλα καὶ ὄφεων παντοδαπὰ καὶ δρακοντόμορφα γένη ἡ ἔρημος ἐκείνη τρέφει, ἅτινα συναντῶντα αὐτῷ οὐκ ἔτι φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ ἐδείκνυτο, ὡς ἐντεῦθεν φόβου μὲν ἦν πλήρης ἡ ὁδὸς καὶ πόνου· αὐτὸς δὲ ἀμφοτέρων ὑπερίπτατο τῷ λογισμῷ, τὸν μὲν φόβον τῆς ἀγάπης, ὥς φησιν ἡ Γραφή, ἔξω βαλλούσης, τὸν πόνον δὲ τοῦ πόθου ἐπικουφίζοντος. οὕτως οὖν πολλαῖς καὶ ποικίλαις συμφοραῖς καὶ ταλαιπωρίαις πυκτεύσας, δι᾽ ἡμερῶν οὐκ ὀλίγων κατέλαβε τὴν ἔρημον ἐκείνην τῆς Σενααρίτιδος γῆς, ἐν ᾗ ὁ Βαρλαὰμ ᾤκει· ἔνθα καὶ ὕδατος τυχὼν τὴν φλόγα κατέσβεσε τῆς δίψης.

仇敌见自己在那个人的决意面前软弱无力——因为他心中思念着基督,被对祂的渴慕所焚烧,因盼望而大得刚强,因信心而得以稳固,将魔鬼极度的攻势视若无物——这仇敌如俗话所说,在第一击时便败落蒙羞。于是他另寻蹊径——因为他的邪恶途径繁多——试图以各样的幻象击垮他并使他陷入胆怯:有时以自身本相的漆黑之态向他显现;有时手持出鞘的利剑向他扑来,威胁要击杀他,除非他迅速转身回撤;有时他又幻化作各样野兽的形态,冲他咆哮并发出极可怖的低吼与巨响;随后他又变形为巨龙、角蝰与蛇怪。然而,那位俊美且最勇敢的勇士在灵魂中泰然自若,因他已将至高者作为自己的避难所。他心智清醒,嘲弄那恶者道:‘你这骗子,我早已认出你是谁,向我挑起这些事的,正是你这自起初就为人类谋划灾祸、永远邪恶且绝不停止加害之徒。但这形貌对你而言是何等相称且最为恰当,你正是借着拟态为野兽与爬行之物这一举动,显明了你心思的兽性与扭曲,以及意志中含毒且具破坏性的本质。可怜的家伙,你为何还要企图行这些徒劳之事?自打我认出这些诡计与恐吓全出于你的恶意,我从此对你便不再有任何挂虑。“上主是我的扶助者,我必看见我的仇敌遭报。”我必踩在你这自己所拟态的角蝰与蛇怪之上,并因着基督的大能被坚固,践踏你这狮子与巨龙。“愿我一切的仇敌都羞愧惊惶;愿他们转退,迅速大大蒙羞。”’言毕,他将十字圣号如无敌的武器般披戴于身,使魔鬼的一切幻象归于乌有。野兽与爬行之物立时消散,如烟消云散,又如蜡在火前熔化;而他自己因基督的大能而刚强,欢喜着前行并感恩上主。然而,那荒野本就生养许多形形色色的野兽,以及各类蛇属与龙形的族类,它们与他相遇时,展现出的不再是幻象,而是实存,以至于旅途因此充满了恐惧与劳苦;但他自己在意念中翱翔于二者之上,因为正如经上所言,爱驱逐了恐惧,渴慕减轻了劳苦。就这样,他与许多各样的灾难与困厄相搏斗,历经不少时日,终于抵达了巴拉拉姆所居的示拿地的那片荒野;他在那里寻得水源,止熄了干渴的烈火。

语法注3 条
  1. 37.340τῆς ὁδοιπορίας ἐχόμενος

    动词 ἔχω 的中间态支配属格(τῆς ὁδοιπορίας),表示“坚持、紧抓、持续进行”(即“坚持前行”)。

  2. 37.340τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης

    介词短语 ἐν χερσίν 是一个习惯用法,意为“在手边的、眼前的、迫近的”,与定冠词 τὴν 一同作定语修饰名词 ἀνάγκην(即“眼前干渴的紧迫危局”)。

  3. 37.341ἀλλ’ ὡς προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ

    此处主句 ὡς προσῆκον ... τὸ σχῆμα 带有感叹副词 ὡς 并省略了系动词 ἐστί(“这形貌是何等相称”),其后的与格带冠词不定式短语 αὐτῷ δὴ τούτῳ τῷ ... ὁμοιοῦσθαι(“正是借着拟态为野兽与爬虫这一举动”)作工具与格修饰分词 ἐνδεικνυμένῳ。句末的分词 ἐνδεικνυμένῳ(与格阳性单数)在语法上与前文的与格代词 σοι(“对你而言”)保持一致修饰关系,表明这一拟态形貌恰恰契合了那彰显其兽性与邪恶意志的魔鬼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:37.340-37.343