- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:37.337-37.339
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约萨法走出王宫,将外袍施予穷人,仅着粗陋毛衣,满怀对基督的炽热之爱步入荒漠。他恒切祈求能寻得导师巴拉拉姆并得见上帝,忍受着极度的干渴在旷野中前行。
Ἐξῆλθεν οὖν τῶν βασιλείων ὁ γενναῖος ἐκεῖνος χαίρων, ὡς ὅταν ἐκ μακρᾶς ἐξορίας εἰς τὴν ἰδίαν τις ἐπανερχόμενος γηθοσύνως πορεύοιτο. καὶ ἦν ἐνδεδυμένος, ἔξωθεν μὲν τὰ ἐξ ἔθους ἱμάτια, ἔσωθεν δὲ τὸ τρίχινον ῥάκος ἐκεῖνο ὅπερ ὁ Βαρλαὰμ αὐτῷ δεδώκει. τῇ δὲ νυκτὶ ἐκείνῃ εἰς οἰκίσκον πένητός τινος καταντήσας, τὰ περικείμενα αὐτῷ ἄμφια ἐκβαλών, τελευταίαν ταύτην εὐποιΐαν τῷ πένητι δίδωσι· καὶ οὕτω ταῖς ἐκείνου τε καὶ πολλῶν ἑτέρων πενήτων εὐχαῖς ἐπίκουρον ἑαυτοῦ τὸν Θεὸν θέμενος, καὶ τὴν αὐτοῦ χάριν καὶ βοήθειαν ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἑαυτῷ περιβαλλόμενος, ἐπὶ τὸν ἐρημικὸν ἐξῆλθε βίον, μὴ ἄρτον ἐπιφερόμενος, μὴ ὕδωρ, μηδ’ ἄλλο τι τῶν πρὸς τροφὴν ἐπιτηδείων, μὴ ἱμάτιον ἐνδεδυμένος, ἀλλ’ ἢ1 τὸ σκληρὸν ἐκεῖνο ῥάκος μόνον, οὗπερ πρὸ μικροῦ ἐμνήσθημεν. πόθῳ γάρ τινι ὑπερφυεῖ καὶ ἔρωτι θείῳ τρωθεὶς τὴν ψυχὴν τοῦ ἀθανάτου βασιλέως Χριστοῦ,2 ὅλως ἦν τοῦ ποθουμένου ἐξεστηκώς, ὅλως ἠλλοιωμένος Θεῷ, κάτοχος τῇ τούτου ἀγάπῃ· Κραταιὰ γάρ, φησίν, ὡς πῦρ ἀγάπη· τοιαύτην αὐτὸς ἀπὸ τῆς θείας ἀγάπης ἐδέξατο μέθην, καὶ οὕτως ἐξεκαύθη τῷ δίψει, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα· καὶ καθὼς ἡ τετρωμένη τῆς τοιαύτης ἀγάπης ψυχὴ βοᾷ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· Ἐκαρδίωσας ἡμᾶς τῷ πόθῳ σου, ἐκαρδίωσας ἡμᾶς· καί· Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ἡ γὰρ φωνή σου φωνὴ ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Ταύτης τῆς ἀνεκλαλήτου ὡραιότητος Χριστοῦ τὸν πόθον ἐν καρδίᾳ δεξάμενος ὁ τῶν ἀποστόλων χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι πάντων ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς τῆς προσκαίρου, καὶ τὰ μυρία τῶν βασάνων καὶ θανάτων εἴδη προείλοντο, ἐρασθέντες τοῦ θείου κάλλους καὶ τὸ περὶ ἡμᾶς τοῦ θείου Λόγου λογισάμενοι φίλτρον. τοῦτο τὸ πῦρ καὶ ὁ καλὸς οὗτος καὶ εὐγενὴς μὲν τῷ σώματι, εὐγενέστατος δὲ μᾶλλον καὶ βασιλικώτατος τὴν ψυχήν, ἐν ἑαυτῷ δεξάμενος, πάντων ὁμοῦ τῶν γηίνων καταφρονεῖ, πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς, ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς, ἀποτίθεται διάδημα καὶ ἁλουργίδα, τῶν ἀραχνίων ὑφασμάτων εὐτελέστερα ταῦτα λογισάμενος, πρὸς πάντα δὲ τὰ ἐπίπονα καὶ λυπηρὰ τοῦ ἀσκητικοῦ βίου προθύμως ἑαυτὸν ἐκδίδωσιν, Ἐκολλήθη, βοῶν, ὦ Χριστέ μου, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ οὕτως ἀμεταστρεπτὶ χωρήσας εἰς τὸ τῆς ἐρήμου βάθος, καὶ ὡς ἄχθος τι καὶ κλοιὸν βαρύτατον ἀποθέμενος τῶν προσκαίρων τὴν σύγχυσιν, εὐφράνθη τῷ πνεύματι, καὶ τῷ ποθουμένῳ ἀτενίσας Χριστῷ, ἐβόα πρὸς αὐτόν, ὡς παρόντι καὶ τῆς φωνῆς ἐπαΐοντι διαλεγόμενος· Μὴ τὰ ἀγαθά, φησί, τοῦ κόσμου τούτου ἴδοι ὁ ὀφθαλμός μου ἔτι, Κύριε· μὴ μετεωρισθείην ἀπὸ τῆς δεῦρο3 τὸν νοῦν ὑπὸ τῆς παρούσης ματαιότητος· ἀλλ’ ἔμπλησον τοὺς ὀφθαλμούς μου, Κύριε, δακρύων πνευματικῶν καὶ κατεύθυνον τὰ διαβήματά μου, καὶ ὑπόδειξόν μοι τὸν σὸν θεράποντα Βαρλαάμ. ὑπόδειξόν μοι τὸν ἐμοὶ σωτηρίας γενόμενον πρόξενον, ἵνα καὶ τοῦ ἐρημικοῦ βίου τούτου καὶ ἀσκητικοῦ δι’ αὐτοῦ τὴν ἀκρίβειαν μάθοιμι καὶ μὴ τῇ ἀπειρίᾳ τῶν πολέμων τοῦ ἐχθροῦ ὑποσκελισθῶ. δός μοι, Κύριε, τὴν ὁδὸν εὑρεῖν δι’ ἧς ἐπιτύχω σου, ὅτι τέτρωται ἡ ψυχή μου τῷ πόθῳ σου, καὶ σὲ διψῶ τὴν πηγὴν τῆς σωτηρίας. Ταῦτα ἔστρεφε καθ’ ἑαυτὸν ἀεί, καὶ τῷ Θεῷ διελέγετο, διὰ προσευχῆς αὐτῷ καὶ θεωρίας ὑψηλοτάτης ἑνούμενος. καὶ οὕτω συντόνως τὴν ὁδοιπορίαν διήνυε, τὸν χῶρον σπεύδων καταλαβεῖν, ἔνθα Βαρλαὰμ διῆγεν. ἐτρέφετο δὲ ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον· οὐδὲν γὰρ ἄλλο ἐπεφέρετο, καθάπερ ἔφθην εἰπών, εἰ μὴ μόνον τὸ σῶμα τὸ ἴδιον καὶ τὸ ῥάκος ὃ περιεβέβλητο. Ἀλλὰ τροφὴν μὲν μετρίαν καὶ οὐδαμινὴν ἐκ τῶν βοτανῶν ποριζόμενος, ὕδατος παντελῶς ἠπόρει,
于是,那位高尚的人满怀喜乐地走出了王宫,宛如某人经历漫长的流放、欢欣地回归故里那般前行。他身上穿着的,外面是习惯的服饰,里面则是巴拉拉姆给他的那件毛织破衣。在那一夜,他来到一个穷人的小屋,脱下披在身上的外袍,将这最后的善行施予那穷人;如此,他藉由那人以及许多其他穷人的祈祷,使上帝成为自己的扶助者,并将上帝的恩典与救助如拯救之衣和欢喜之袍般披在身上,走入了旷野的生活,未曾携带饼,未曾携带水,也未曾携带任何适于滋养之物,除了我们刚才提到的那件粗劣的破衣之外,未穿任何衣服。因为他的灵魂被对永生之王基督的非凡渴望与神圣之爱所刺透,完全因所渴慕的主而神魂超拔,完全为上帝而改变,被祂的爱所占据;正如所说的那样:‘因为爱如烈火般坚强。’他从神圣之爱中领受了这般的沉醉,并如此被干渴所炽热焚烧,正如那人所说:‘神啊,我的心切慕你,如鹿切慕溪水。我的心渴想神,就是渴想那强壮、永生的神;’又如那被这般爱所刺透的灵魂在《雅歌》中呼喊道:‘你以对你的渴慕夺了我们的心,你夺了我们的心;’又道:‘求你容我得见你的面貌,得听你的声音;因为你的声音柔和,你的面貌秀丽。’使徒的班次与殉道者的会众在心中领受了对基督这无可言喻的美丽之渴慕,便蔑视一切可见之事以及一切短暂的生命,甘愿拣选了千万种酷刑与死亡的形式,皆因他们倾慕神圣之美,并思念着神圣之道对我们的慈爱。这位身体俊美高贵、而在灵魂上更为尊贵且最为王者的人,也将这烈火领受于自身之中,便一同轻视尘世的万物,践踏肉体的一切享乐,藐视财富、荣耀和来自人的尊崇,卸下冠冕与紫袍,将这些视同蜘蛛网的织物般微贱,心甘情愿地将自己交托给隐修生活的一切艰难与痛苦,呼喊道:‘我的基督啊,我的心紧紧跟从、紧紧跟从你;你的右手扶持了我。’于是他义无反顾地迈向荒漠深处,将今世的纷扰如沉重的包袱与枷锁般卸除,在灵里喜乐,定睛注视着所切慕的基督,向祂呼喊,犹如对着临在且倾听其声音的主对语道:‘主啊,愿我的眼目不再得见这世上的美物;愿我的心神从此不再被当下的虚妄所扰乱;主啊,求你使我的双眼盈满属灵的泪水,指引我的脚步,将你的仆人巴拉拉姆指引给我。求你将那成为我救恩仲介之人指引给我,好叫我藉着他明白这荒漠与隐修生活的谨严之道,免得因对仇敌争战的生疏而失足跌倒。主啊,求你赐我寻得那得以获致你的道路,因为我的心为渴慕你而受刺透,我渴慕你这救恩的源泉。’他一直在心中反复思想这些事,与上帝对语,藉由祈祷与极高的默观与祂结合。他就这样奋力赶路,急切要赶到巴拉拉姆所居之处。他以旷野中所生长的草木为食;因为正如我先前所言,除了自己的身体和所披的破衣之外,他未带任何他物。然而,他虽从草木中获得了微薄且微不足道的食物,却全然缺乏水分,
- 37.337ἀλλ’ ἢ
紧接在否定分词短语(μὴ ἱμάτιον ἐνδεδυμένος)之后表示“除了……之外”的习惯用法。后接的宾格 τὸ σκληρὸν ἐκεῖνο ῥάκος 与否定句中所统摄的宾格成分构成同位关系。
- 37.337τρωθεὶς τὴν ψυχὴν τοῦ ἀθανάτου βασιλέως Χριστοῦ
宾格 τὴν ψυχήν 是修饰被动分词 τρωθείς 的关系宾格(即所谓的“希腊式宾格”)。属格 τοῦ ἀθανάτου βασιλέως Χριστοῦ 并非修饰其紧邻的名词,而是作为宾格性属格依附于前文倒装隔开的情感名词 πόθῳ... καὶ ἔρωτι。
- 37.339ἀπὸ τῆς δεῦρο
副词 δεῦρο(原意为“到此”)与阴性单数属格冠词 τῆς 结合,省略了表示时间的名词(如 ὥρας 或 ἡμέρας),构成表示“从此以后”、“自今以往”的介词短语习惯用法。
