← 大马士革的圣约翰

巴兰和约萨法特

§36.334-36.337

勉励彼此饶恕与约阿萨夫离城启程

讲话者训诫众人当彼此饶恕并持守信仰的纯洁,在泪水中将他们交托给上帝并献上祈祷,随后在臣民痛切的哀哭与依依不舍中告别宫殿与城池。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.334

Ἐὰν οὐκ ἀφῆτε1 τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ἀφήσει ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. διὸ μὴ μνησικακήσῃς τοῖς πταίουσιν· ἀλλά, συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν, ὅτι ἀφέσει ἀντιδίδοται ἄφεσις, καὶ τῇ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῇ τῆς δεσποτικῆς ὀργῆς γίνεται ἀπαλλαγή. καὶ αὖθις τὸ ἀσυμπαθὲς ἡμῶν πρὸς τοὺς πταίοντας ἀσύγγνωστα ποιεῖ ἡμῖν τὰ ἡμέτερα πταίσματα· καθάπερ ἀκούεις τί ὁ τῶν μυρίων πέπονθεν ὀφειλέτης ταλάντων, τῇ πρὸς τὸν σύνδουλον ἀσπλαγχνίᾳ ἑαυτῷ τὴν εἴσπραξιν ἀνανεώσας τοῦ τοσούτου χρέους. διὸ προσεκτέον ἀκριβῶς, μὴ καὶ ἡμεῖς τὰ ὅμοια πάθοιμεν· ἀλλ̓ ἀφήσωμεν πᾶσαν ὀφειλήν, καὶ πᾶσαν μῆνιν ἐκ καρδίας ἐκβάλλωμεν, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ πολλὰ ἡμῶν ὀφλήματα. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὴν καλὴν φύλαττε παρακαταθήκην, τὸν εὐσεβῆ τῆς πίστεως λόγον, ὃν ἔμαθες καὶ ἐδιδάχθης· καὶ πᾶν ζιζάνιον αἱρέσεως μὴ ἐκφυέσθω ἐν ὑμῖν· ἀλλὰ καθαρὸν καὶ ἄδολον τὸν θεῖον διατήρησον σπόρον, ἵνα πολύχουν τὸν καρπὸν ὑποδείξῃς τῷ δεσπότῃ, ἡνίκα ἔλθῃ λόγον ἀπαιτῶν ἑκάστῳ τῶν βεβιωμένων καὶ ἀποδιδοὺς καθὰ ἐπράξαμεν, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς ὁ ἥλιος, τοὺς ἁμαρτωλοὺς δὲ τὸ σκότος καλύψῃ καὶ αἰσχύνη αἰώνιος. καὶ τὰ νῦν, ἀδελφοί, παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσι. Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, καθὼς γέγραπται, μετὰ δακρύων αὖθις προσηύξατο. καὶ ἐπιστραφεὶς κατεφίλησε τὸν Βαραχίαν ὃν βασιλέα προεχειρίσατο, καὶ πάντας τοὺς ἐν τέλει. τότε δὴ γίνεται πρᾶγμα δακρύων ὡς ἀληθῶς ἄξιον. περιστάντες γὰρ αὐτὸν ἅπαντες, ὥσπερ τῷ ἐκείνῳ συνεῖναι ζῶντες καὶ τῇ διαιρέσει μέλλοντες συναφαιρεῖσθαι καὶ τὰς ψυχάς, τί μὴ πρὸς οἶκτον ἔλεγον; ποίαν θρήνων ὑπερβολὴν ἀπελίμπανον; κατεφίλουν αὐτόν, περιέβαλλον· παραφρονεῖν αὐτοὺς ἐποίει τὸ πάθος. Οὐαὶ ἡμῖν, ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας·2

‘你们若不饶恕人的过犯,你们的天父也必不饶恕你们的过犯。’因此,切莫对犯过之人怀怨;反而要作为祈求罪得赦免之人,自己也宽恕那些得罪你的人,因为赦免乃是换取赦免的报偿,且藉着与同伴仆人和好,便得以免除主人的愤怒。再者,我们对犯过之人的不怜悯,会使我们自身的过错在我们身上变得不可饶恕;正如你听见那欠一万他连得的债户所遭遇的,他因对同伴仆人毫无怜恤,竟为自己重新招致了如此巨额债务的追讨。因此,我们当极为谨慎,免得我们也遭受同样之事;倒当免去一切债务,并从心里除尽一切愤怒,好叫我们众多的负债也能蒙免除。而在一切之上、在万事之先,当保守那美好的托付,就是你所学到并受教导的敬虔的信仰之道;切莫让任何异端的稗子在你们中间生长;倒要保守神圣的种子纯正无伪,好叫你在主人降临、就各人一生的所作所为追讨账目并按我们所行的予以报应时,向主人献上丰盛的果实;那时,义人要如太阳般发光,而黑暗与永远的羞辱却要遮蔽罪人。弟兄们,如今我把你们交托给上帝和祂恩惠的道,这道能建立你们,叫你们在一切成圣的人中同得基业。”说了这些话,他便屈膝跪下,正如经上所记,带着眼泪再次祈祷。接着他转过身来,亲吻了他立为君王的巴拉希亚斯,以及所有的官员。那时,确实发生了极其催人泪下的一幕。因为众人围侍在他身旁,宛如全靠与他同在而活着,又宛如在这分离中连灵魂也将一同被剥夺,他们何尝不倾吐哀恸之言?又何尝遗漏了哪种极度的悲泣?他们亲吻他,拥抱他;痛切之情令他们神魂颠倒。“我们有祸了,”他们呼喊道,“遭此沉重的厄运!”

§36.336

δεσπότην αὐτὸν ἀνεκαλοῦντο, πατέρα, σωτῆρα, εὐεργέτην· Διά σου, φησί, τὸν Θεὸν ἔγνωμεν· τῆς πλάνης λελυτρώμεθα· τῶν κακῶν πάντων ἀνάπαυσιν εὕρομεν. τί λοιπὸν ἔσται ἡμῖν μετὰ τὸν σὸν χωρισμόν; ποῖα οὐ καταλήψεται κακά; τοιαῦτα λέγοντες, τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. ὁ δὲ λόγοις αὐτοὺς παρακλήσεως τῶν πολλῶν κατασιγήσας οἰμωγῶν, καὶ συνεῖναι τῷ πνεύματι ἐπαγγειλάμενος, ὡς τῷ γε σώματι ἀδύνατον ἤδη τοῦτο γενέσθαι, τοιαῦτα εἰπών, πάντων ὁρώντων ἐξέρχεται τοῦ παλατίου. καὶ εὐθὺς πάντες συνείποντο. τὴν ὑποστροφὴν ἀπηγόρευον· τὴν πόλιν, ὡς μηκέτι δυνατὸν ὄμμασιν ὀφθῆναι τοῖς ἑαυτῶν, ἀπεδίδρασκον. ὡς δὲ τῆς πόλεως ἔξω γεγόνασι, μόλις ποτέ, τῇ τομῇ τοῦ λόγου παραινοῦντος αὐτοῦ καὶ δριμυτέραν που τὴν ἐπιτίμησιν ἐπιφέροντος, ἀπ’ αὐτοῦ διερράγησαν, καὶ ἄκοντες ἐπανήρχοντο, πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων.3 τινὲς δὲ τῶν θερμοτέρων καὶ ὀδυρόμενοι μακρόθεν ἠκολούθουν αὐτῷ, ἕως ἡ νὺξ ἐπελθοῦσα διέστησεν αὐτοὺς ἀπ’ ἀλλήλων.

他们呼唤他为主、为父、为救主、为恩主:“藉着你,”他们说道,“我们认识了上帝;脱离了迷误;在诸般患难中寻得了安息。而在你离去之后,我们还将剩下什么?怎样的灾祸不会临到我们?”他们一边说着这般话,一边捶胸,痛哭这临到他们的灾难。但他用安慰的话语平息了他们众多的哀号,并许诺将在灵里与他们同在,因为在肉身上这已不再可能;说了这些话后,他便在众目睽睽之下走出了王宫。众人随即跟从着他。他们拒绝回头,逃离这城,仿佛这城再也不堪入他们的眼目。而当他们来到城外时,因他以严厉恳切的话语劝诫他们,并施加了颇为严厉的训诫,众人才勉强从他身边被分离开来,极不情愿地往回走,他们的双眼频频回望,不断阻滞双脚的前行。然而有几个更为热切的人,一路悲泣着从远处尾随他,直到黑夜降临,才将他们彼此隔开。

语法注3 条
  1. 36.334Ἐὰν οὐκ ἀφῆτε

    在带 ἐάν 的条件从句中通常使用否定词 μή,此处却使用了 οὐ。此处化用了新约圣经马太福音 6:15(ἐὰν δὲ μὴ ἀφῆτε,参马可福音 11:26 εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε),其中否定词 οὐ 与特定动词 ἀφῆτε 紧密结合构成单一否定概念(“拒绝饶恕”),亦体现了希腊化及拜占庭希腊语中条件句混用 οὐ 的现象。

  2. 36.335Οὐαὶ ἡμῖν, ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας

    在感叹词 Οὐαί(搭配与格 ἡμῖν)之后,属格短语 τῆς χαλεπῆς ταύτης δυστυχίας 作原因属格或感叹属格,指示悲叹的缘由(“因这残酷的厄运,我们有祸了”)。

  3. 36.336πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων

    与指代主语主体的与格代词 αὐτοῖς(涉及与格)相关联,阳性复数名词 τῶν ὀφθαλμῶν 作为独立属格结构的逻辑主语,同时统摄由 καὶ 并列连接的两个分词 ἐπιστρεφομένων 与 ἐγκοπτόντων。主动分词 ἐγκοπτόντων 以宾格 τὴν πορείαν 为直接宾语、与格 τοῖς ποσὶν 为不利与格,生动刻画了双眼频频回望从而阻滞双脚前行的情态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:36.334-36.337