← 大马士革的圣约翰

巴兰和约萨法特

§36.331-36.333

为巴拉希亚斯祈祷与治国训勉

国王在为新王巴拉希亚斯及全体民众祷告后,引用使徒之言热切训勉巴拉希亚斯,敦促他善加牧养羊群、克己修德、摒除骄横,并竭力践行怜恤与宽恕的美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.331

κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ εὑρεῖν πορείαν.1 σὺν τούτῳ δὲ ὑπερηύχετο τοῦ κλήρου καὶ τοῦ ποιμνίου παντός, αἰτούμενος ἀντίληψιν αὐτοῖς παρὰ Κυρίου καὶ σωτηρίαν, καὶ πᾶν ὅτιπερ ἂν αὐτοῖς εἰς αἴτησιν ᾖ πρὸς τὸ συμφέρον οἰκονομούμενον. Οὕτως εὐξάμενος ἐπιστραφεὶς λέγει τῷ Βαραχίᾳ· Ἰδού σοι, ἀδελφέ, ἐντέλλομαι καθώς ποτε ὁ Ἀπόστολος διεμαρτύρατο· Πρόσεχε σεαυτῷ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ σε τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο βασιλέα, ποιμαίνειν τὸν λαὸν τοῦ Κυρίου ὃν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. καὶ καθὼς πρὸ ἐμοῦ ἔγνως τὸν Θεὸν καὶ ἐλάτρευσας αὐτῷ ἐν καθαρῷ συνειδότι, οὕτω καὶ νῦν πλείονα σπουδὴν ἐνδείκνυσο εὐαρεστῆσαι αὐτῷ. ὡς γὰρ καὶ μεγάλης ἠξιώθης παρὰ τοῦ Θεοῦ ἀρχῆς, τοσούτῳ μείζονος ἀμοιβῆς ὀφειλέτης ὑπάρχεις. οὐκοῦν ἀπόδος τῷ εὐεργέτῃ τὸ χρέος τῆς εὐχαριστίας, τὰς ἁγίας αὐτοῦ φυλάσσων ἐντολὰς καὶ πάσης ἐκκλίνων ὁδοῦ εἰς ἀπώλειαν φερούσης. ὥσπερ γὰρ ἐπὶ τῶν πλεόντων, ὅταν μὲν ναύτης σφαλῇ, μικρὰν φέρει τοῖς πλέουσι βλάβην· ὅταν δὲ ὁ κυβερνήτης, παντὸς ἐργάζεται τοῦ πλοίου ἀπώλειαν· οὕτω καὶ ἐν βασιλείοις, ἂν μέν τις τῶν ἀρχομένων ἁμάρτῃ, οὐ τοσοῦτον τὸ κοινὸν ὅσον ἑαυτὸν ἀδικεῖ, ἂν δὲ αὐτὸς ὁ βασιλεύς, πάσης ἐργάζεται τῆς πολιτείας βλάβην. ὡς μεγάλας οὖν ὑφέξων εὐθύνας, εἴ τι παρίδοις τῶν δεόντων,2 μετὰ πολλῆς ἀκριβείας φύλαττε σεαυτὸν ἐν τῷ ἀγαθῷ. μίσησον πᾶσαν ἡδονὴν πρὸς ἁμαρτίαν ἕλκουσαν· φησὶ γὰρ ὁ Ἀπόστολος· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. τὸν κύκλον πρόσεχε ὅστις περιτρέχει τῶν ἀνθρωπίνων πραγμάτων, ἄλλοτε ἄλλως φέρων αὐτὰ καὶ περιφέρων· καὶ ἐν τῇ τούτων ἀγχιστρόφῳ μεταβολῇ ἀμετάβλητον ἔχε τὸν εὐσεβῆ λογισμόν. τὸ γὰρ συμμεταβάλλεσθαι ταῖς τῶν πραγμάτων μεταβολαῖς διανοίας ἀβεβαίου τεκμήριον. σὺ δὲ πάγιος ἔσο, ἐν τῷ ἀγαθῷ ὅλως ἐρηρεισμένος. μὴ ἐπαίρου διὰ τῆς προσκαίρου δόξης πρὸς μάταιον φύσημα· ἀλλὰ κεκαθαρμένῳ λογισμῷ τὸ οὐτιδανὸν τῆς ἑαυτοῦ νόει φύσεως, τὸ βραχύ τε καὶ ὠκύμορον τῆς ἐνταῦθα ζωῆς καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ θάνατον. καὶ ταῦτα λογιζόμενος εἰς τὸν τῆς ὑπεροψίας οὐ βληθήσῃ βόθρον, ἀλλὰ φοβηθήσῃ τὸν Θεόν, τὸν ἀληθινὸν καὶ ἐπουράνιον βασιλέα, καὶ ὄντως μακάριος ἔσῃ. Μακάριοι γάρ, φησί, πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ· καί· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. ποίας δὲ πρὸ πάντων ὀφείλεις τηρεῖν ἐντολάς; Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται· καί· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. ταύτην γὰρ τὴν ἐντολὴν πρὸ πάντων ἀπαιτοῦνται οἱ ἐν μεγίστῃ ὄντες ἀρχῇ. καὶ ἀληθῶς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν· ἐν τούτῳ δὲ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ἀλλὰ καὶ τὸ ὑπήκοον οὐδὲν οὕτως εἰς εὔνοιαν ἐφέλκεται, ὡς εὐποιΐας χάρις διδομένη τοῖς χρῄζουσιν· ἡ γὰρ διὰ φόβον γινομένη θεραπεία κατεσχηματισμένη ἐστὶ θωπεία, πεπλασμένῳ τιμῆς ὀνόματι φενακίζουσα τοὺς αὐτῇ προσέχοντας· καὶ τὸ ἀκουσίως ὑποτεταγμένον στασιάζει καιροῦ λαβόμενον· τὸ δὲ τοῖς δεσμοῖς τῆς εὐνοίας κρατούμενον βεβαίαν ἔχει πρὸς τὸ κρατοῦν τὴν εὐπείθειαν. διὸ εὐπρόσιτος ἔσο τοῖς δεομένοις, καὶ ἄνοιγε τὰ ὦτα τοῖς πενομένοις, ἵνα εὕρῃς τὴν τοῦ Θεοῦ ἀκοὴν ἀνεῳγμένην· οἷοι γὰρ τοῖς ἡμετέροις γινόμεθα συνδούλοις, τοιοῦτον περὶ ἡμᾶς εὑρήσομεν τὸν δεσπότην, καὶ ὡς ἀκούομεν ἀκουσθησόμεθα, ὡς ὁρῶμεν ὁραθησόμεθα ὑπὸ τοῦ θείου καὶ παντεφόρου βλέμματος. προεισενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον,3 ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀντιλάβωμεν. Ἀλλὰ καὶ ἑτέραν ἄκουε ἐντολὴν σύζυγον τῆς προτέρας· Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν· καί,

并祈愿他能寻得一条遵照基督诫命的毫不偏倚的道路。伴随于此,他也为全体教士与所有的羊群恳切代祷,为他们向主祈求扶助与救恩,以及为了他们的益处所安排的、凡他们所祈求的一切。如此祈祷之后,他转身对巴拉希亚斯说道:“看哪,弟兄,我吩咐你,正如使徒昔日所庄严嘱咐的那样:‘你当为自己和全羊群谨慎,圣灵在其中立你为王,牧养主的子民,就是祂用自己的血所买来的。’正如你在我之前就认识了上帝,并以纯洁的良心侍奉祂,如今也当显出更大的热诚来取悦祂。因为正如你蒙上帝恩准担当极大的统治之职,你也同样成了欠下更大回报的负债者。因此,你当藉着遵行祂的神圣诫命,并避开通往毁灭的一切道路,向你的恩主偿还感恩的债务。因为正如航海之人中,若是一个水手失职,只给同船者带来微小的损害;若是舵手失职,则会招致整艘船的灭顶之灾;在王权中亦是如此:治下之人若有一人犯罪,与其说是危害国家,不如说是危害其自身,但若是国王自己犯罪,则会给整个国家带来危害。因此,你当深知若有疏漏职守之处,必将承担极重大的问责,要以极大的严谨在善道中保守自己。要恨恶一切引向罪恶的享乐;因为使徒说道:‘你们要追求与众人和睦,并要追求圣洁,非圣洁没有人能见主。’要留意那循环运转的人类诸事的轮盘,它时而如此、时而如彼地推移并旋转着人事;而在这些瞬息万变的变迁中,要使你虔敬的思想保持不移。因为随着时势的变迁而同起变化,是不坚定心智的明证。你却要坚如磐石,完全稳固地扎根于善中。切莫因暂时的虚荣而陷入虚妄的傲慢;倒要以洁净的心智,认清自己本性的微不足道、尘世生命的短促脆弱,以及与肉身相系的死亡。思及这些,你便不至被抛入傲慢的深坑,反而会敬畏上帝——这位真正而属天的君王,并成为真正有福的人。因为经上说:‘凡敬畏主、遵行祂道的人便为有福’,又说:‘敬畏主的人便为有福;他极喜爱祂的诫命。’那么,你首当其冲当遵守怎样的诫命呢?‘怜恤人的人有福了,因为他们必蒙怜恤’;又说:‘你们要慈悲,正如你们的天父慈悲一样。’因为身居至高权位之人,首要被要求的就是这道诫命。诚然,握有大权之人理当照着自己的力量效法赐权柄者;而他在这一点上最能效法上帝:即认为没有任何事比施怜恤更为崇高。此外,没有任何事物能像向困乏之人施予行善之恩那样,将臣民的心吸引向善意。因为因惧怕而产生的侍奉不过是假作姿态的谄媚,以虚饰的敬意之名欺骗注意它的人;而不情愿屈服的人一旦抓住时机便会作乱;唯独被善意的纽带维系之人,对统治者才存有坚固的顺服。因此,对祈求之人要平易近人,向贫寒之人敞开耳朵,好叫你寻见上帝倾听的耳朵向你敞开;因为我们怎样对待同伴仆人,我们也必见主人怎样对待我们;我们怎样听,就必怎样被听;我们怎样看,就必怎样被神圣而洞察一切的目光所鉴察。因此,让我们在上帝施怜恤之前先献出怜恤,以便以同等的回报换取同等的怜悯。还要听另一条与前一条相辅相成的诫命:‘你们要饶恕人,就必蒙饶恕’;又说:

语法注3 条
  1. 36.331κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ εὑρεῖν πορείαν

    承接前一语段末尾主动词 ηὔξατο(祈求)的不定式结构的后半部分。它与前半句的 ἀπερίτρεπτον αὐτῷ τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν 构成并列,不定式 εὑρεῖν 的逻辑主语由语境中的巴拉希亚斯承担(与前文的与格 αὐτῷ 同指),τὴν... πορείαν 则为其直接宾语。

  2. 36.332ὡς μεγάλας οὖν ὑφέξων εὐθύνας, εἴ τι παρίδοις τῶν δεόντων

    修饰主句祈使语气(φύλαττε σεαυτόν)的状语成分,ὡς 搭配将来分词 ὑφέξων 表示主观认识或意识(“深知必将承担重责”)。条件从句(εἴ τι παρίδοις)使用希求语气(παρίδοις),构成偏向假设性、潜在可能性的条件句式。

  3. 36.333προεισενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον

    复合动词 προεισενέγκωμεν 的前缀 πρό- 支配属格 τοῦ ἐλέου(上帝的怜恤),意为“先于(上帝的)怜恤”;对格 τὸν ἔλεον(我们的怜悯)充当动词的直接宾语,体现了“在蒙受上帝怜恤之前,先献出人间的怜恤”这一相互报偿的论理结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:36.331-36.333