← 大马士革的圣约翰

巴兰和约萨法特

§36.328-36.330

约萨法特的逃遁与巴拉希亚斯继位

约萨法特王试图劝说巴拉希亚斯继承王位未果,深夜留下一封劝谕书信潜逃,却在祷告时被追赶的民众寻获带回,随后他力排众议将王冠强行授予极力抗拒的巴拉希亚斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.328

ἐπ’ εὐσεβείᾳ καὶ σεμνότητι βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ʽὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος ὁ Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν1 ὁ βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν. Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, Ὦ βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου ἡ κρίσις· ὡς οὐ κατ’ ἐντολὴν σοῦ ὁ λόγος· εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε· εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας.

因虔诚与生活庄重而受人钦佩、名叫巴拉希亚斯的那位——此人正如前文所述,当纳霍尔假扮巴尔拉姆与哲学家们辩论时,唯有巴拉希亚斯心中燃起神圣的热诚,准备站在他身边并肩作战——国王单独召见了他,温和地与他交谈,极其恳切地请求他接管王权,在敬畏上帝中牧养祂的子民,以便他自己能踏上所渴望的道路。然而,当他见其推辞不就、断然拒绝,并说道:“王啊,你的决断何其不公!你的话语何其不合诫命!你既受教要爱人如己,又凭什么急于将自己竭力想抛弃的重担加在我身上?因为为王若是一件善事,你自己当持守这善事;但若这是心灵的绊脚石与网罗,你为何要推给我、企图绊倒我呢?”因此,当他见其这般分说坚拒,便不再多言。

§36.329

καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῷ προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας· εἶτα μὴ ἄλλον ἢ τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν. καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ᾧ ἡ ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου. ἀλλ̓ οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος. ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῷ λαῷ ἐνεποίησε· καὶ πάντες τάχει πολλῷ εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῷ τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι· ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν ἡ σπουδή. ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρῳ τινὶ τοῦτον εὑρίσκουσι, χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας. Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες. ὁ δέ· Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε.

随之,在深夜之中,他给民众写下一封信,信中充满了精深的哲理,吩咐一切虔敬之事:他们当对上帝存怎样的见解、当向上帝献上怎样的生活、怎样的赞美与感谢;接着他吩咐除了巴拉希亚斯之外不可接纳其他人为王执政。随后,他将写有信件的纸卷留于自己的寝殿,避开众人耳目走出了王宫。但他并未能一直隐匿。因清晨一到,这消息一经传开,便立刻在民众中激起了骚乱与号哭;众人都极其急迫地出去寻找他,意欲千方百计预先阻截他的逃亡。因此,他们的热切并未落空。因为他们预先封锁了一切道路,围住了所有的山岭,穿梭于无人踏足的沟壑,终于在一条干涸的溪谷中找到了他,他正双手向天伸展,做第六时的祷告。他们一见他,便痛哭着围绕在他身边恳求,并埋怨他的离去。但他说道:“你们为何白白劳苦?莫再指望有我为王了。”

§36.330

τῇ πολλῇ δὲ αὐτῶν ὑπενδοὺς ἐνστάσει, ὑποστρέφει αὖθις εἰς τὸ παλάτιον. καί, συναγαγὼν ἅπαντας, τὴν ἑαυτοῦ ἐφανέρωσε βουλήν. εἶτα καὶ ὅρκοις ἐμπεδοῖ τὸν λόγον, ὡς οὐδεμίαν αὐτοῖς τοῦ λοιποῦ συνέσται ἡμέραν. Ἐγὼ γάρ, φησί, τὴν πρὸς ὑμᾶς διακονίαν μου ἐπληροφόρησα καὶ οὐδὲν ἐνέλιπον, οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν2 καὶ διδάξαι διαμαρτυρόμενος πᾶσι τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν, καὶ μετανοίας ὁδοὺς ὑποδεικνύων. καὶ νῦν ἰδοὺ ἐγὼ πορεύομαι τὴν ὁδὸν ἣν ἔκπαλαι ἐπόθουν· καὶ οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες. διὸ μαρτύρομαι ὑμῖν τῇ σήμερον ἡμέρᾳ, κατὰ τὸν θεῖον Ἀπόστολον, ὅτι καθαρὸς ἐγώ εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ταῦτα ἀκούσαντες, καὶ τὸ τῆς γνώμης αὐτοῦ στερρὸν ἐπιστάμενοι, ὡς οὐδὲν τῆς προθέσεως κωλῦσαι δύναται, ὠδύροντο μὲν τὴν ὀρφανίαν, οὐκ εἶχον δὲ ὅλως αὐτὸν πειθόμενον. τότε ὁ βασιλεὺς τὸν Βαραχίαν ἐκεῖνον, ὃν καὶ φθάσας ὁ λόγος ἐδήλωσε, κατασχών, Τοῦτον, εἶπεν, ἀδελφοί, ὑμῖν προχειρίζομαι βασιλέα. τοῦ δὲ ἰσχυρῶς πρὸς τὸ πρᾶγμα ἀπειθοῦντος, ἄκοντα καὶ μὴ βουλόμενον τῇ βασιλικῇ ἀρχῇ ἐγκαθίστησι, καὶ τῇ κεφαλῇ αὐτοῦ τὸ διάδημα περιτίθησι, τὸν βασιλικόν τε δακτύλιον δίδωσιν εἰς τὴν χεῖρα. καὶ στὰς κατὰ ἀνατολὰς ηὔξατο εὐχὴν τῷ βασιλεῖ Βαραχίᾳ· ἀπερίτρεπτον αὐτῷ τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν καὶ ἀκλινῆ τὴν

然而,顺从了他们强烈的坚持,他又回到了王宫。在召集了所有人之后,他显明了自己的心意。随后更以起誓坚立其言,表示今后不再与他们多留一日。“因为我,”他说,“已向你们尽了我职分的本分,毫无亏欠,也未曾避讳不向你们宣讲和教导凡有益之事,向众人力证对我们主耶稣基督的信德,并指明悔改的道路。如今看哪,我正行在我自古以来所渴慕的道路上;你们众人都不得再见我的面。因此我今日按照神圣的使徒向你们作证:我是洁净的,不沾你们任何一人的血。因为我未曾避讳不向你们宣讲上帝一切的旨意。”众人听了这些话,深知他心志坚定,任何事物都无法阻挡他的定意,虽为沦为孤儿而哀痛,却完全无法说服他。那时,国王握住前文所提的那位巴拉希亚斯,说道:“弟兄们,我立此人为你们的王。”尽管此人极力抗拒此事,国王仍将不情不愿的他扶上王位,将王冠戴在他头上,把王室戒指交在他手中。面向东方站立,他为国王巴拉希亚斯献上祷告,愿其对上帝的信德得以不受动摇地保全,毫不偏倚地…

语法注2 条
  1. 36.328ὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος... τοῦτον καταμόνας λαβὼν

    带有复指代词的长距倒装/插入结构:承接前面的主格短语(...θαυμαζόμενος, Βαραχίας τοὔνομα),其后插入了关系从句(ὅνπερ...)及对往事的回溯(ἡνίκα...);为了在长距离间隔后回归主句脉络,句中使用了复指代词 τοῦτον 来连接分词 λαβών 及主动词。

  2. 36.330οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν

    化用了新约《使徒行传》20:20及27节(保罗在米利都的告别演讲)的表达。属格冠词不定词(τοῦ ἀναγγεῖλαι)依附于动词 ὑποστέλλομαι(退缩、隐瞒、避讳);其中的否定词 μή 为阻碍或回避类动词后常见的冗余否定(pleonastic μή),在语义上并不构成双重否定抵消,而是表示“避讳不向你们宣讲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:36.328-36.330