← 大马士革的圣约翰

巴兰和约萨法特

§36.325-36.327

约阿萨夫宣告退位与臣民的挽留

约阿萨夫在散尽钱财并完成父亲的四十日追思后,召集臣民宣告自己退位隐修的决定并令其自选新王,却遭到百姓与大臣撕心裂肺的哀哭挽留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.325

Ἐν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος,1 τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῷ τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους.

在数日之内完成了这样的施予,并倾空了所有的府库,好让钱财的重担丝毫不致妨碍即将进入窄门的他;在父亲死后第四十天,他为父亲举行追思之际,召集了所有的高官、佩带军职者以及为数不少的平民。

§36.326

καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων· Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, καὶ οὐδὲν αὐτῷ οὔτε ὁ πλοῦτος οὔτε ἡ βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ ὁ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ’ ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ’ ἢ μόνα τὰ αὐτῷ πεπραγμένα2 ὁποῖα ἂν ᾖ. τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι3 καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ. ἀλλά με κατέσχεν ἡ τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ ἡ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ Χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ’ εἰς κενὸν τὰς τοιαύτας ἀνήλωσα ἡμέρας· ἀλλ’ ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ’ ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι· καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν· ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ’ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ,

他照例在众人面前坐下,向着众人听得见的范围内说:“看哪,正如你们所见,我的父亲兼君王阿本内尔已如贫苦者中的一人那般死去,财富、君王荣耀、乃至深爱父亲的我、或是他其余的朋友与亲属,都无能襄助他,将他从不可免除的判决中拯救出来。反而,他前往彼世的审判庭,要为今生的行事为人交账,不能带万民中的任何一人为协助者,唯独带上他自己所行的事,无论其为何样。这同一件事按其本性注定要发生在所有获得凡人天性的人身上,断无其他可能。因此,现在听我说,朋友与弟兄们,主的人民与圣洁的产业啊,我们上帝基督以祂宝贵的宝血买赎了你们,并从古老的迷妄与仇敌的奴役中拯救了你们。你们自己知晓我在你们中间的为人:自从我认识了基督并蒙恩成为祂的仆人,我恨恶一切,单单渴慕祂;离开今生的风暴与虚妄的纷扰,独自唯与祂同在,在心灵毫无扰动的平静中侍奉我的上帝与主宰,这向来是我心之所愿。然而我父亲的挽留、以及吩咐孝敬父母的诫命阻拦了我。因此,因着上帝的恩典与协助,我并未白白劳苦,亦未徒然度过这些时日;而是使他也归向了基督,并教导你们众人单单认祂为真实的上帝与万有的主宰;这不是我做的,而是与我同在的祂的恩典所为,这恩典也救我脱离了迷信的谬误与偶像的崇拜,并使你们——我的人民——脱离了严酷的囚掳。因此,如今正是履行向神许诺的作为之时;正是前往祂亲自指引我之处、并还我向祂所许之愿之时。因此,现在你们当思量,愿由谁来统领你们、作你们的王;因为你们已经被造就以顺从主的旨意,祂的诫命向你们毫无隐藏。你们当行在其中,不可偏向左或偏向右;愿和平的上帝常与你们众人同在。”当那民众与聚集的人听见这些话,立刻群情喧哗、喧嚷四起、呼声震天、一片混乱,众人都哀哭并为即将沦为孤儿而悲恸。他们这般哀鸣,且在哀恸之外起誓断不放他离去,誓必坚留,决不准许他退隐。众民与一切官员如此呼号,君王便插言,举手示意民众肃静,吩咐他们安静。他言称顺从众人的坚持,将依然忧伤满面、颊带号哭泪痕的他们打发回家。而他自己,则把一位深受他器重的首领,

语法注3 条
  1. 36.325ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος

    目的从句 ὅπως 接希求法动词 ἐμποδίσειεν。由于主句动词 συγκαλεῖ 为历史现在时(叙述过去事件),在句法上等同于过去时称,因而从句采用了希求法。与格词组 μέλλοντι ... αὐτῷ 作动词 ἐμποδίσειεν 的间接宾语(对……造成阻碍)。

  2. 36.326μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ’ ἢ μόνα τὰ αὐτῷ πεπραγμένα

    在否定代词 μηδένα 之后,惯用词组 ἀλλ’ ἤ 引导例外(意为“除……之外”)。语法上,被排除的事项 μόνα τὰ αὐτῷ πεπραγμένα 为中性复数宾格,与充当 ἐπαγόμενος 宾语的 μηδένα 形成对称排他结构。

  3. 36.326τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι

    分词 ὑπεξελθόντα 取宾格,充当不定式 συνεῖναι 的逻辑主语。尽管前文存在与格代词 μοι(τοῦτό μοι ἦν καταθύμιον),但由于“宾格加不定式”结构的句法支配力,此处未与与格保持一致,而是采用了宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:36.325-36.327