← 大马士革的圣约翰

巴兰和约萨法特

§35.323-35.325

安葬阿本内尔王与约阿萨夫周济穷人

受到约阿萨夫劝慰的阿本内尔国王向儿子致谢后安然离世,约阿萨夫身着悔改之服将父亲安葬,在墓前连续七天恳求宽恕,随后将王宫所有财富分施与穷人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.323

κέκραγε διὰ τοῦ προφήτου βοῶν·1 Λούσασθε, καθαροὶ γένεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν· καί, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. μὴ φοβοῦ τοίνυν, ὦ πάτερ, μηδὲ δίσταζε· οὐ νικῶσι γὰρ αἱ ἁμαρτίαι τῶν ἐπιστρεφόντων πρὸς Θεὸν τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα. αὗται γὰρ ὑπὸ μέτρον εἰσὶ καὶ ἀριθμὸν, ὅσαι ἂν ὦσιν· ἐκείνη δὲ ἀμέτρητός ἐστι καὶ ἀναρίθμητος. οὐκ ἐνδέχεται τοίνυν τὸ ὑποκείμενον μέτρῳ τοῦ ἀμετρήτου περιγενέσθαι.2 Τοιούτοις παρακλητικοῖς ῥήμασι κατεπᾴδων αὐτοῦ τὴν ψυχήν, εὔελπιν ἀπειργάσατο. εἶτα ἐκτείνας ὁ πατὴρ τὰς χεῖρας, εὐχαριστῶν αὐτῷ ὑπερηύχετο, καὶ τὴν ἡμέραν εὐλόγει ἐν ᾗ αὐτὸς ἐγεννήθη, Τέκνον, λέγων, γλυκύτατον, τέκνον οὐκ ἐμόν, ἀλλὰ τοῦ οὐρανίου Πατρός, ποίαν ἀποδώσω σοι χάριν; ποίαις εὐλογήσω σε εὐλογίαις; τίνα δὲ εὐχαριστίαν ἀναπέμψω τῷ Θεῷ περὶ σοῦ; ἀπολωλὼς γὰρ ἤμην, καὶ εὑρέθην διὰ σοῦ· νεκρὸς ἤμην τῇ ἁμαρτίᾳ, καὶ ἀνέζησα· ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ, καὶ κατηλλάγην. τί οὖν ἀνταποδώσω σοι ὑπὲρ τούτων ἁπάντων;

藉着先知大声呼喊说:‘你们要洗濯,自洁;从我眼前除掉你们心中的恶行;学习行善’;又说:‘你们的罪虽像朱红,我必使它洁白如雪;虽红如丹颜,我必使它白如羊毛。’因此,父亲啊,不要惧怕,也不要犹豫;因为归向神之人所犯的罪过,决不能胜过祂无限的美善。因这些罪过,无论有多少,都在度量和数目之下;而那美善却是无法度量、无可计数的。因此,受制于度量的事物决不可能胜过无可度量者。”他用这般劝慰的言辞安抚父亲的心灵,使他重获美好的指望。随后父亲伸出双手,向他致谢并为他祈祷,又称颂自己被生的日子,说道:“至可爱的孩子,不是我的孩子,而是天父的孩子,我该怎样向你表达谢意?我该用怎样的祝福来祝福你?我又该为了你向上帝献上怎样的感恩?因为我原本迷失,却借着你被寻回;我本死在罪中,却重获新生;本是上帝的仇敌与叛逆者,却得以和解。那么,为了这一切,我能报答你什么呢?

§35.324

Θεός ἐστιν ὁ ἀξίας σοι παρέχων τὰς ἀμοιβάς. οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα. εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίᾳ τὴν ψυχὴν καὶ εἰρήνῃ παρέθετο τῷ Κυρίῳ. Ὁ δὲ Ἰωάσαφ δάκρυσι τιμήσας τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων· Ὁ Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ’ εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, ὦ Κύριέ μου καὶ Θεέ, ὁ ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου· καὶ μὴ μνησθῇς ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους σου κατάλλαξον αὐτῷ οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν· ἐπίταξον αὐτοὺς μὴ κατ’ αὐτοῦ ὀργίζεσθαι. πάντα γὰρ δυνατά σοι τῷ πάντων Δεσπότῃ, ἀλλ̓ ἢ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ·3 τοῦτο ἀδύνατον. τὸ γὰρ ἔλεός σου ἐκκέχυται ἐπὶ πάντας, καὶ σώζεις τοὺς ἐπικαλουμένους σε, Κύριε Ἰησοῦ Χριστέ, ὅτι πρέπει σοι δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Τοιαύτας εὐχὰς καὶ δεήσεις προσέφερε τῷ Θεῷ ἐν ὅλαις ἑπτὰ ἡμέραις, μηδόλως τοῦ μνήματος ἀποστάς, μὴ βρώσεως ἢ πόσεως τοπαράπαν μνησθείς, μήτε μὴν ἀναπαύσεως ὕπνου μετασχών· ἀλλὰ δάκρυσι μὲν τὸ ἔδαφος ἔβρεχε, στεναγμοῖς δὲ ἀσιγήτοις εὐχόμενος διετέλει. τῇ ὀγδόῃ δὲ εἰς τὸ παλάτιον ἐπανελθών, πάντα τὸν πλοῦτον καὶ τὰ χρήματα τοῖς πένησι διένειμεν, ὡς μηκέτι ὑπολειφθῆναί τινα τῶν χρείαν ἐχόντων.

唯有上帝是那赐予你应得奖赏者。”说着,他连连亲吻自己至爱的儿子。随后作了祈祷,说道:“仁爱人类的上帝啊,我将我的灵魂交在祢手里,”便在悔改与平安中将灵魂托付于主。约阿萨夫以泪水祭奠逝去的父亲,尊荣地料理其遗体,将他安葬在虔敬之人的墓穴中,绝未给他披上王袍,而是以悔改的衣裳装殓。他立在墓旁,举手向天,泪如泉涌自双目流下,向上帝呼求道:“上帝啊,荣耀的君王,独一的大能者与永生者,我感谢祢,因祢没有忽视我的恳求,没有对我的眼泪默然不语,反而悦纳将祢的这位仆人、我的父亲从不法的道路上挽回,引向拯救众人的祢自己,使他脱离偶像的虚妄,并使他配得认识祢这位真实而仁爱人类的上帝。如今,我的主,我的上帝,拥有深不可测的美善汪洋者啊,求祢将他安置在青翠之地、安息之所, 在祢圣容之光照耀之处;求祢不要记念他昔日的不法,却照祢丰盛的怜悯涂抹他过犯的字据,撕碎他罪债的书卷,并使那些被他用火与剑杀害的祢的圣徒与他和解;吩咐他们不要向他发怒。因为对于身为万有主宰的祢而言,凡事都是可能的,除了一事:那就是唯独不去怜悯那些不转向祢的人;只有这事是不可能的。因祢的怜悯倾注在众人之上,凡求告祢名的人,祢必拯救,主耶稣基督啊,因为荣耀当归于祢,直到永远。阿们。”他整整七天之久向上帝献上这样的祈祷与恳求,绝未离开坟墓半步,全不思及饮食,也未曾享受睡眠的安息;反而以泪水湿透地面,伴着不绝的叹息不住地祈求。到了第八天,他返回王宫,将所有的财富与钱财分发给穷人,以致再无一个匮乏之人剩下。

语法注3 条
  1. 35.323κέκραγε διὰ τοῦ προφήτου βοῶν

    该动词短语承接上一组文本末尾由关系代词 ὃς(先行词为上帝)引导的从句。完成时 κέκραγε 具有现在时意义(高呼),与分词 βοῶν 叠用,强调上帝藉先知所发出呼召之迫切热烈。

  2. 35.323τὸ ὑποκείμενον μέτρῳ τοῦ ἀμετρήτου περιγενέσθαι

    此为在非人称动词 οὐκ ἐνδέχεται(不可能)之后充当主语的“对格加不定词”结构。动词 περιγίγνομαι 支配属格,意为“胜过、压倒”,在此表达神学推论:受制于度量者(τὸ ὑποκείμενον μέτρῳ,指有限的罪过)决不可能胜过无可度量者(τοῦ ἀμετρήτου,指上帝的美善)。

  3. 35.325ἀλλ̓ ἢ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ

    短语 ἀλλ' ἢ 为固定习语,意为“除了……之外”。带冠词的不定词短语 τὸ μὴ ἐλεεῖν...(不怜悯……)作为前文 πάντα δυνατά σοι(凡事对祢都是可能的)的唯一例外被提出,并随即由 τοῦτο ἀδύνατον(唯有这事是不可能的)加以说明,从而以悖论的方式极力强调上帝本性中怜悯的无限性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:35.323-35.325