- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:35.318-35.322
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿本内尔国王为约阿萨夫的教导所感化,归信基督并摧毁偶像受洗;随后他退位将王权交给儿子,在悔罪与美德中度过余生,并在临终前蒙儿子劝勉安慰。
Κατανυγεὶς δὲ ὁ βασιλεὺς Ἀβεννὴρ ἐπὶ τῇ θεοδιδάκτῳ σοφίᾳ ταύτῃ, φωνῇ μεγάλῃ καὶ θερμοτάτῃ ψυχῇ τὸν σωτῆρα Χριστὸν ὡμολόγει, πάσης ἀποστὰς δεισιδαίμονος πλάνης.
阿本内尔国王被这上帝所启示的智慧深深触动,遂以洪亮的声音和极其热烈的心灵承认救主基督,弃绝了一切迷信的谬妄。
τὸ σημεῖόν τε προσκυνεῖ τοῦ ζωοποιοῦ σταυροῦ ὑπὸ τῇ πάντων ὄψει καὶ εἰς ἐπήκοον ἁπάντων Θεὸν κηρύττει ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τήν τε προτέραν ἀσέβειαν διεξελθών, τὴν οἰκείαν τε κατὰ τῶν Χριστιανῶν ὠμότητα καὶ μιαιφονίαν ἐλέγξας, μέγα μέρος πρὸς τὴν εὐσέβειαν γίνεται·1 ὡς ἐντεῦθεν ἔργῳ τὸ εἰρημένον τῷ Παύλῳ γνωσθῆναι, καὶ ὅπου ὁ τῆς ἀσεβείας ὑπῆρχε πλεονασμός, ἐκεῖ καὶ τὴν περισσείαν γενέσθαι τῆς χάριτος. Πολλὰ τοίνυν καὶ τοῦ σοφωτάτου Ἰωάσαφ τοῖς συνελθοῦσι τότε στρατηγοῖς τε καὶ σατράπαις καὶ παντὶ τῷ λαῷ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας διαλεγομένου, καὶ οἱονεὶ πυρίνῃ γλώσσῃ καλόν τι καὶ ᾠδικὸν τερετίζοντος, ἡ τοῦ Ἁγίου Πνεύματος χάρις ἐπιφοιτήσασα πάντας εἰς δοξολογίαν ἐκίνει Θεοῦ, ὡς ἐκ μιᾶς φωνῆς πάντων βοησάντων τῶν ὄχλων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· οὐκ ἔστιν ἄλλος θεὸς πλὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζομένου. Ζήλου δὲ θείου κατάπλεως γενόμενος, ὁ βασιλεὺς Ἀβεννὴρ ἐφάλλεται στερρῶς τοῖς εἰδώλοις ἃ ἦσαν ἐν τῷ παλατίῳ αὐτοῦ ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ εἰς ἔδαφος ταῦτα κατασπᾷ. εἶτα, εἰς λεπτὰ διελών, πένησι διανέμει, ὠφέλιμα οὕτω τὰ ἀνωφελῆ θέμενος·
他在众人眼前俯伏敬拜赐生命十字架的记号,并在众人得闻之处宣告我们的主耶稣基督为真神。他详述了自己先前的悖逆,谴责了自己对基督徒所施的残暴与屠戮,大有力地转向虔敬;以至于从那时起,保罗所说的话在事实中得以彰显:不虔敬在何处增多,恩典就在何处更加丰沛。那时,极具智慧的约阿萨夫向当时聚集的将领、总督以及全体民众讲论许多关于上帝及向祂虔敬之道,宛如带着火焰般的舌头鸣奏着美妙合节的乐音,圣灵的恩典随即降临,感动众人归荣耀于上帝,以至于民众异口同声地高呼:“基督徒的上帝是伟大的!除了与圣父及圣灵同享荣耀的我们的主耶稣基督之外,并无别神!”满怀神圣热忱的阿本内尔国王愤然扑向宫中用金银铸造的偶像,将其拉倒在地。接着,他把这些偶像砸成碎块,分发给穷人,从而使无用之物变为有用。
ἀμέλει καὶ μετὰ τοῦ υἱοῦ τοὺς εἰδώλων ναοὺς καὶ βωμοὺς περιστάντες μέχρις αὐτῶν κατηδάφουν τῶν θεμελίων· ἱερὰ δὲ τῷ Θεῷ τεμένη ἀντῳκοδόμουν. οὐ μόνον δὲ ἐν τῇ πόλει, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν χώραν σπουδῇ ταῦτα ἐποίουν. τὰ δὲ πονηρὰ πνεύματα τὰ τοῖς βωμοῖς ἐνοικοῦντα ὀλολύζοντα ἠλαύνοντο, καὶ τὴν ἄμαχον τοῦ Θεοῦ ἡμῶν δύναμιν ὑποτρέμοντα ἐβόων. πᾶσα δὲ ἡ περίχωρος καὶ τὰ τῶν προσοίκων ἐθνῶν πλεῖστα πρὸς τὴν εὐσεβῆ πίστιν ἐχειραγωγοῦντο. τότε δὴ τοῦ ἀνωτέρω ῥηθέντος θειοτάτου ἐπισκόπου παραγενομένου, κατηχεῖται ὁ βασιλεὺς Ἀβεννήρ, καὶ τῷ θείῳ τελειοῦται βαπτίσματι εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καὶ Ἰωάσαφ τοῦτον ἐκ τῆς θείας κολυμβήθρας ἀναδέχεται, τοῦτο δὴ τὸ καινότατον2 γεννήτωρ τοῦ πατρὸς ἀναδειχθείς, καὶ τῷ σαρκικῶς γεννήσαντι τῆς πνευματικῆς ἀναγεννήσεως πρόξενος γενόμενος. υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρὸς καὶ καρπὸς ὄντως τῆς θείας ῥίζης θειότατος, ῥίζης ἐκείνης τῆς βοώσης· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Οὕτως ἀναγεννηθεὶς ὁ βασιλεὺς Ἀβεννὴρ δι᾽ ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾷ ἀνεκλαλήτῳ· σὺν αὐτῷ δὲ καὶ πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. πᾶσα δὲ νόσος καὶ πᾶσα δαιμονικὴ ἐπιφορὰ πόρρω τῶν πιστευόντων ἠλαύνετο· ἄρτιοι δὲ καὶ ὑγιεῖς πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν. καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο. ἐκκλησίαι τε ἀνῳκοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας, καὶ ἄλλοι ἔκ τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. ὁ μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ’ οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν· αὐτὸς δὲ καθ’ ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νουθεσίᾳ κατατολμῆσαι. οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη3 καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσεβείᾳ τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα. ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀρρωστίᾳ περιέπεσεν, ἐν ᾗ καὶ τελευτᾷ. ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν. ὁ δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, ὦ πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν καὶ ἐξομολόγει αὐτῷ, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὃς
自然,他与儿子一同包围了偶像的庙宇和祭坛,将其彻底夷平,直至地基;反而在原处为上帝建造神圣的圣所。他们不仅在城内,而且在全国各地都热切地行了这事。寄宿在祭坛中的邪灵哀嚎着被驱逐出去,战兢于我们上帝无可匹敌的大能而尖叫。全境以及邻近的大多数民族都被引领归向虔敬的信仰。随后,前文所提到的至圣主教到来,阿本内尔国王接受教理问答,奉圣父、圣子与圣灵之名受神圣洗礼而得成全。约阿萨夫从神圣洗礼池中将他接引出来——这实为前所未有之事,他竟然成了自己父亲的父亲,并成为按肉身生他之人的属灵重生引导者。因他是天父的儿子,实在也是那宣称“我是葡萄树,你们是枝子”的神圣之根所结出的至圣果实。如此藉着水和圣灵重生的阿本内尔国王,充满了不可言喻的喜乐;全城及周边地区也一同蒙恩领受了神圣洗礼,先前处于黑暗中的人显为光明之子。一切疾病与一切恶灵的侵袭都被驱逐远离信徒;众人的灵魂与肉体都健全强健。许多其他神迹也显明出来,以坚固众人的信心。各处教堂得以重建,因恐惧而藏匿的主教们显露出来并重新接管自己的教堂,祭司和修道士中的其他人也被指派去牧养基督的羊群。然而,阿本内尔国王既已脱离了昔日邪恶的生活方式,并为自己的所作所为懊悔不已,便将所有的王权交给了儿子;他自己则退居静处,时常将尘土蒙在头上,发出沉重的叹息,以泪洗面,唯独与无处不在的上帝单独倾谈,为自己的过犯祈求宽恕。他将自己置于如此深沉的痛悔与谦卑的深渊之中,甚至不敢用自己的嘴唇呼唤上帝之名,直到在儿子的劝勉下才勉强敢于如此行。他经历了如此美好的转变,并在通往美德的道路上奋力前行,以至于他的虔敬远远盖过了先前不法行为的过失。他在悔改、眼泪和各样美德中如此生活了四年之后,身染重病,最终也卒于此病。当大限临近时,他开始心生恐惧与不安,回想起自己所行的恶事。约阿萨夫便以劝勉之辞减轻落在他身上的沉重负担,说道:“父亲啊,你为何忧伤至极,为何使自己纷扰不安?当仰望上帝并赞美祂,祂是地上一切地极和远在海上之人的指望,祂
- 35.319μέγα μέρος πρὸς τὴν εὐσέβειαν γίνεται
μέγα μέρος 作程度或方面的副词性宾格(adverbial accusative),意为“大有力地转向虔敬”或“在极大程度上归入虔敬”,表明国王态度的剧烈转变。
- 35.321τοῦτο δὴ τὸ καινότατον
中性宾格短语,作为对整句事实的插入性同位语(或副词性评述),意为“这实为前所未有之事”,强调儿子成为代父从而反过来作其肉身父亲之“父”的奇特反转。
- 35.322τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη
由动词 ἠλλοιώθη(源自 ἀλλοιόω 被动态/中间态)与同根名词 ἀλλοίωσις 构成的同源宾格结构(cognate accusative),借鉴七十士译本诗篇(诗 76:11)的传统表达,强调国王所经历的属灵转变之美好品质(καλήν)。
