← 大马士革的圣约翰

巴兰和约萨法特

§34.316-34.318

约阿萨夫向父王阐明救赎奥秘与劝导悔改

约阿萨夫蒙圣灵恩典开启了父王闭锁的心门,向他详述从创世、人类堕落、基督降生救赎到末日审判的信仰奥秘,引导父亲悔改。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.316

ὑπηχούμενα,1 δι’ οὗ οἱ ἁλιεῖς σαγηνεύουσι τῷ Χριστῷ τὸν κόσμον ὅλον, καὶ οἱ ἀγράμματοι τῶν σοφῶν σοφώτεροι δείκνυνται. τῇ τούτου χάριτι καὶ αὐτὸς σοφισθεὶς ἐλάλει τῷ βασιλεῖ καὶ πατρί, φωτίζων αὐτὸν φῶς γνώσεως. καὶ πρότερον γάρ, πολλὰ κοπιάσας τοῦ ἑλκῦσαι2 τῆς δεισιδαίμονος πλάνης τὸν πατέρα, τί μὲν οὐ λέγων, τί δὲ οὐ ποιῶν, ὥστε τοῦτον ἐπαναγαγέσθαι, κενὴν ψάλλειν ἐῴκει, καὶ εἰς ὦτα λέγειν μὴ ἀκουόντων· ὅτε δὲ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου αὐτοῦ Ἰωάσαφ, καί, τῆς δεήσεως αὐτοῦ ὑπακούσας, τὰς κεκλεισμένας πύλας τῆς καρδίας τοῦ πατρὸς αὐτοῦ διήνοιξε ʽθέλημα γάρ, φησί, τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεταἰ, ῥᾳδίως τὰ λεγόμενα συνίει ὁ βασιλεύς· ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων3 τῶν κυριευσάντων τῆς ψυχῆς τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς τούτων πλάνης τέλεον ἐλευθερῶσαι αὐτόν, τὸν σωτήριον δὲ τρανῶς γνωρίσαι λόγον καὶ τῷ ἐν οὐρανοῖς οἰκειῶσαι ζῶντι Θεῷ. Ἐξ ἀρχῆς γὰρ τὸν λόγον ἀναλαβών, ἀνήγγειλεν αὐτῷ ἃ οὐκ ᾔδει μεγάλα καὶ θαυμαστά, ἃ τοῖς ὠσὶ τῆς καρδίας οὐκ ἀκηκόει, πολλὰ μὲν αὐτῷ περὶ Θεοῦ φθεγξάμενος καὶ τὴν εὐσέβειαν παραδεικνύς, ὡς οὐκ ἔστιν ἄλλος Θεὸς ἐν οὐρανῷ ἄνω, οὔτε ἐπὶ γῆς κάτω, εἰ μὴ ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι γνωριζόμενος εἷς Θεός· πολλὰ δὲ μυστήρια γνωρίσας τῆς θεολογίας, ἐφ’ οἷς καὶ τὰ περὶ τῆς ἀοράτου τε καὶ ὁρατῆς διήγγειλε κτίσεως, ὅπως ἐκ μὴ ὄντων τὰ πάντα παραγαγὼν ὁ Δημιουργός, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ πλάσας τὸν ἄνθρωπον καὶ τοῦτον τῷ αὐτεξουσίῳ τιμήσας, τῶν ἐν παραδείσῳ καλῶν μετέχειν πεποίηκεν, ἀπέχεσθαι τούτου μόνου κελεύσας ὅπερ ἦν τὸ ξύλον τῆς γνώσεως, ἠθετηκότα δὲ τὴν ἐντολὴν τοῦ παραδείσου ἐξώρισεν· ὅθεν, τῆς πρὸς αὐτὸν οἰκειότητος ὀλισθῆσαν, εἰς τὰς πολλὰς ταύτας περιπέπτωκε πλάνας τὸ ἀνθρώπινον γένος, δουλωθὲν ταῖς ἁμαρτίαις καὶ ὑποπεσὸν τῷ θανάτῳ διὰ τῆς τυραννίδος τοῦ διαβόλου· ὅς, ὑποχειρίους ἅπαξ τοὺς ἀνθρώπους λαβών, παντελῶς ἐπιλαθέσθαι πεποίηκε τοῦ Θεοῦ καὶ δεσπότου, καὶ αὐτῷ ἀνέπεισε λατρεύειν διὰ τῆς τῶν εἰδώλων μυσαρᾶς προσκυνήσεως. σπλαγχνισθεὶς οὖν ὁ πλάσας ἡμᾶς Θεός, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, εὐδόκησεν ἐκ Παρθένου ἁγίας, τῆς Θεοτόκου Μαρίας, καθ̓ ἡμᾶς τεχθῆναι·4 καί, πάθεσιν ὁμιλήσας ὁ ἀπαθής, διὰ τρίτης τε ἡμέρας ἐκ νεκρῶν ἀναστάς, ἐλυτρώσατο ἡμᾶς τοῦ προτέρου ἐπιτιμίου καὶ κλέους τοῦ προτέρου ἠξίωσε. συνανήγαγε γὰρ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχόμενος, ὅθεν ἐτύγχανε καταβεβηκώς· ὃν καὶ αὖθις ἥξειν πιστεύομεν, ἵνα τὸ πλάσμα τὸ ἑαυτοῦ ἀναστήσῃ. ἀποδώσει δὲ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ἐπὶ τούτοις τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν ἐμυσταγώγει βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά. τὴν ἀποκειμένην τοῖς φαύλοις προσετίθει βάσανον, τὸ ἄσβεστον πῦρ, τὸ ἐξώτερον σκότος, τὸν ἀτελεύτητον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. Ταῦτα πάντα λόγοις πλείστοις, καὶ δαψιλῶς αὐτῷ ἐνυπάρχουσαν τὴν τοῦ Πνεύματος μαρτυροῦσι χάριν, διεξελθών, εἶτα καὶ τὸ ἀνεξιχνίαστον πέλαγος τῆς τοῦ Θεοῦ διηγούμενος φιλανθρωπίας καὶ οἷός ἐστιν ἕτοιμος δέχεσθαι τὴν μετάνοιαν τῶν πρὸς αὐτὸν ἐπιστρεφόντων, καὶ ὡς οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν αὐτοῦ εὐσπλαγχνίαν, εἴπερ θελήσομεν μετανοῆσαι, ἐκ πολλῶν δὲ τοῦτο παραδειγμάτων καὶ γραφικῶν παραστήσας μαρτυριῶν, ὁ μὲν τέλος ἐπέθηκε τῷ λόγῳ.

所启示的,除了借着圣灵,渔夫们得以为基督网罗普世,目不识丁者显出比智者更为聪明之外,还能是什么呢?因这圣灵的恩典,约阿萨夫自己也蒙启迪而得智慧,向国王兼父亲进言,以知识之光照耀他。因为在此之前,为了将父亲从迷信的谬妄中拉回来,无论他说什么、做什么以期使父亲回心转意,都多受劳苦,却好似对着虚空弹琴,对着不听之人的耳朵说话;然而,当主垂顾其仆人约阿萨夫的谦卑,听允他的恳求,开启了他父亲闭锁的心门时(正如经上所言:“敬畏祂的,祂必成全他们的心愿,也必听他们的呼求”),国王便轻易领悟了所说的话;以至于儿子逢得良机,借着基督的恩典,战胜了辖制他父亲灵魂的邪灵,彻底将他从那些邪灵的迷惑中解救出来,明晰地传扬救恩之道,使他与天上永活的上帝亲密相结。儿子从头开始论说,向他宣告了他所未知的宏伟奇妙之事,以及他的心灵之耳从未听闻之事,对他讲论了许多关于上帝的道理,展现出虔敬,表明在上天下地除在圣父、圣子与圣灵中所彰显的独一上帝之外,并无别神;在讲明了许多神学奥秘之后,他紧接着又详述了有关不可见与可见之造物的诸事:造物主如何从无中造出万有,按自己的形像和样式造人,并赋予人自由意志的尊荣,使其有份于乐园中的诸般美善,唯独吩咐他不可靠近那分别善恶之树,及至人违背诫命后便将其逐出乐园;人类由此失落了与上帝的亲密关系,陷入这诸般的迷途,沦为罪恶的奴隶,因魔鬼的暴政而屈服于死亡;那魔鬼一旦将人们置于股掌之间,便使他们彻底忘却上帝与主宰,并通过可憎的偶像崇拜诱使人们向他屈膝。于是,造我们的上帝动了怜悯之心,因着圣父的美意和圣灵的协同,甘愿照着我们的样式从圣童贞女、上帝之母玛利亚降生;这位无苦受者亲历受难,在第三日从死里复活,将我们从先前的刑罚中赎出,使我们重获先前的荣耀。因祂升天之时,将我们一同带上了祂曾降下的诸天;我们信祂必要再次降临,以复活祂所亲手造的被造物。祂必照各人的行为报应各人。在此之上,儿子向父亲启迪了等待配得之人的天国与不可言喻的美善。他又陈述了为恶人存留的酷刑:不灭之火、外面的黑暗、不死的虫,以及罪恶的奴隶为自己积蓄的一切其他惩罚。他用极多的话语阐述了这一切,彰显出丰丰富富寓于他体内的圣灵恩典;随后他又讲述了上帝对人类之爱那不可测度的大海,祂是何等乐意接纳归向祂之人的悔改,以及只要我们愿意悔改,就绝无任何罪恶能压倒祂的慈悲;他借着诸多例证和经文见证确证了这一点,遂结束了这番讲论。

语法注4 条
  1. 34.316ὑπηχούμενα

    现在时被动分词中性复数宾格,承接上一段落末尾反问句“Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ [ὑπηχούμενα]”(“除了圣灵向他所启示的,还能是什么呢”)。

  2. 34.316τοῦ ἑλκῦσαι

    带冠词不定式属格,在此作目的状语(“为了拉回……”),紧跟分词 κοπιάσας,表明劳苦的目标。

  3. 34.316ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων

    由表示结果的连词 ὥστε 引导的不定式结构(带不定式 ἆραι 以及作其逻辑主语的宾格 τὸν υἱόν 和修饰它的分词 τυχόντα),表明因上帝开启父王之心而使儿子得以取得胜利的实际结果。

  4. 34.317καθ̓ ἡμᾶς τεχθῆναι

    介词 κατά 接宾格 ἡμᾶς 字面意为“照着我们的样式”,在此为神学表述,意指“取了与我们相同的人性降生 / 作为真正的人而诞生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:34.316-34.318