← 大马士革的圣约翰

巴兰和约萨法特

§34.314-34.315

约阿萨夫为父祈求救恩与父子重逢

约阿萨夫为父亲心意的软化向神献上感恩,祈求神赐予拯救父亲的恩典与宣道的智慧;祈祷后他启程前往王宫,父子二人喜悦重逢并单独坐下促膝长谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.314

ἰδοὺ γὰρ ἡ ἀκρότομος αὕτη καὶ πέτρας σκληροτέρα καρδία τοῦ ἐμοῦ πατρός, σοῦ θελήσαντος,1 ὡσεὶ κηρὸς ἐμαλάχθη. δυνατὸν γάρ σοι καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. εὐχαριστῶ σοι, Δέσποτα φιλάνθρωπε, Θεὲ τοῦ ἐλέους, ὅτι ἐμακροθύμησας καὶ μακροθυμεῖς τοῖς παραπτώμασιν ἡμῶν, καὶ ἕως τοῦ νῦν ἀτιμωρήτους ἡμᾶς εἴασας εἶναι. ἡμεῖς μὲν γὰρ ἄξιοι ἦμεν πάλαι ἀπορριφθῆναι ἀπὸ τοῦ προσώπου σου καὶ παραδειγματισθῆναι ἐν τῷ βίῳ τούτῳ, ὡς οἱ τὴν Πεντάπολιν οἰκοῦντες παράνομοι, πυρὶ καὶ θείῳ κατακαυθέντες· ἡ δὲ ἀνείκαστός σου μακροθυμία ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς. εὐχαριστῶ σοι ὁ εὐτελὴς ἐγὼ καὶ ἀνάξιος, εἰ καὶ μὴ ὑπάρχω αὐτάρκης πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος. καὶ δέομαι τῶν ἀμετρήτων σου οἰκτιρμῶν,2 Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ ἀοράτου Πατρός, ὁ πάντα λόγῳ παραγαγὼν καὶ θελήματι τῷ σῷ συνέχων, ὁ ῥυσάμενος ἡμᾶς τοὺς ἀναξίους δούλους σου τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ δουλείας, ὁ ταθεὶς ἐπὶ ξύλου καὶ δήσας τὸν ἰσχυρόν, καὶ τοῖς ὑπ’ ἐκείνου δεθεῖσιν αἰώνιον ἐπιβραβεύσας ἐλευθερίαν· αὐτὸς καὶ τὰ νῦν ἔκτεινόν σου τὴν ἀόρατον χεῖρα καὶ παντουργόν, καὶ εἰς τέλος ἐλευθέρωσον τὸν δοῦλόν σου καὶ πατέρα μου τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας τοῦ διαβόλου· καὶ ὑπόδειξον αὐτῷ ἐναργέστατα, ὅτι σὺ εἶ ὁ ἀεὶ ζῶν Θεὸς ἀψευδὴς καὶ βασιλεὺς μόνος αἰώνιος καὶ ἀθάνατος. ἴδε μου, Δέσποτα, τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ ὄμματι· καὶ κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν γενοῦ μετ’ ἐμοῦ τοῦ γινώσκοντος καὶ ὁμολογοῦντός σε ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον ὕδωρ· καὶ δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος, καὶ νοῦς καλῶς ἡδρασμένος ἐν σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ, ἵνα δυνήσομαι3 ὁ ἀχρεῖος οἰκέτης σου καταγγεῖλαι τῷ ἐμῷ γεννήτορι, ὡς δεῖ, τὸ μυστήριον τῆς σῆς οἰκονομίας, καὶ ἀποστῆσαι αὐτὸν τῇ σῇ δυνάμει τῆς ματαίας πλάνης τῶν πονηρῶν δαιμόνων, καὶ προσαγαγεῖν σοι τῷ Θεῷ καὶ δεσπότῃ, τῷ μὴ βουλομένῳ τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ’ ἀναμένοντι τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ὅτι δεδοξασμένος εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος καὶ πληροφορίαν λαβὼν μὴ διαμαρτεῖν τοῦ ποθουμένου, τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ θαρρήσας, ἐξάρας ἐκεῖθεν μετὰ τῆς βασιλικῆς δορυφορίας, τὰ βασίλεια καταλαμβάνει τοῦ ἰδίου πατρός. ὡς δὲ τῷ πατρὶ ἀνηγγέλη ἡ ἄφιξις τοῦ υἱοῦ, ἐξέρχεται εὐθὺς εἰς συνάντησιν αὐτῷ, περιπλέκεται, καταφιλεῖ, μεγίστην ποιεῖται χαρὰν καὶ δημοτελῆ ἑορτὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ υἱοῦ αὐτοῦ. Τί δὲ τὸ μετὰ ταῦτα; συγκαθέζονται καταμόνας ἀλλήλοις. καὶ τί ἄν τις εἴποι ἅπερ διείλεκται τότε τῷ βασιλεῖ ὁ υἱὸς καὶ μεθ’ ὅσης τῆς φιλοσοφίας; Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ

看哪,我父亲这颗顽如磐石、比石头还要坚硬的心,因你所愿,竟如蜡一般融化变软。因为对你而言,甚至从这些石头中也能为亚伯拉罕兴起子孙。仁爱的主、怜悯的神啊,我感谢你,因你对我们的过犯曾长久忍耐且仍在忍耐,至今仍宽容我们免受惩罚。我们本该早已从你面前被弃绝,在今生被立为警戒,如同被烈火与硫磺焚尽的五城的不法居民一般;然而你无比的宽容却向我们施予仁爱。卑微不配的我向你献上感恩,即便我不足以颂扬你的美善。无形之父的圣子与圣言、主耶稣基督啊,你以话语创造万物,以旨意维系万象,将我们这些不配的仆人从万恶之首的仇敌奴役中救拔出来,并被钉伸于十字木架之上,捆绑了那强暴者,赐予那些被他捆绑之人永恒的自由;我祈求你无量的怜悯:求你如今亲自伸出你无形且无所不能的手,将你的仆人、我的父亲从魔鬼那残酷的掳掠中彻底释放;并向他极其明白地昭示,你是永活真实的神,是独一永恒且不朽的君王。主啊,求以仁慈眷顾之眼垂察我内心的破碎痛悔;并照你信实的应许,与我这认识并承认你为全造物之创造主与护理者的人同在。愿你那奔涌的水在我里面涌出;愿我开口时蒙赐言语,蒙赐牢固扎根于你这房角石的心智,好使我这无用的仆人能够照理向生我的父亲宣扬你经纶的奥秘,借你的大能使他脱离恶魔虚妄的迷惑,并将他引向你——我们的神与主,你并不愿我们罪人死亡,而是等待着我们的归回与悔改;因为你永享荣耀,世世无穷。阿们。 〔约阿萨夫〕如此祈祷,确信必蒙允所求,因基督的慈悲而大得坚固,便率领王家卫队从那里启程,抵达自己父亲的王宫。当儿子的到来报告给父亲时,父亲立刻出来迎接,拥抱他,热切亲吻他,因儿子的到来而展现出极大的喜悦并举行公祭盛宴。此后又如何呢?他们二人单独围坐在一起。那时儿子向国王讲论了何等的话语,蕴含着何其深奥的智慧,又有谁能述说得尽呢?除了圣灵向他所启示的,还能是什么呢?

语法注3 条
  1. 34.314σοῦ θελήσαντος

    属格独立结构。分词的主体(σοῦ)与主句主语(ἡ καρδία)不同,在此作状语,表示原因或手段(“因你所愿”)。

  2. 34.314δέομαι τῶν ἀμετρήτων σου οἰκτιρμῶν

    动词 δέομαι 支配其所恳求之内容的属格。此处“你无量的怜悯”(τῶν ἀμετρήτων σου οἰκτιρμῶν)作为祈求的对象置于属格。

  3. 34.315ἵνα δυνήσομαι

    由 ἵνα 引导的目的从句后接将来直陈式(δυνήσομαι)。古典希腊语中 ἵνα 引导目的从句通常要求使用虚拟式,但在后古典及拜占庭希腊语中,接将来直陈式的用法变得相当普遍。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:34.314-34.315