← 大马士革的圣约翰

巴兰和约萨法特

§34.312-34.313

阿班内尔王的忏悔信与约阿萨夫的感恩祈祷

阿班内尔王终于醒悟到假神的虚妄无能,在群臣赞同下致信儿子约阿萨夫,痛陈往昔罪愆与心中的绝望并求取指引。约阿萨夫得信后大喜,俯伏在主的圣像前流泪献上感恩与颂赞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.312

Ταῦτα ὁρῶν ὁ βασιλεὺς Ἀβεννὴρ, ὀψὲ καὶ μόλις εἰς συναίσθησιν ἐλθών, τῶν ἑαυτοῦ κατεγίνωσκε ψευδωνύμων θεῶν τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης.1 καὶ ἐκκλησιάσας αὖθις τοὺς πρώτους τῆς βουλῆς τὰ μελετώμενα αὐτῷ εἰς φῶς ἐξῆγε. πάντων δὲ τὰ αὐτὰ βεβαιούντων ʽἐπεσκέψατο γὰρ αὐτοὺς ἀνατολὴ ἐξ ὕψους, ὁ Σωτὴρ τῆς δεήσεως ἀκούσας τοῦ θεράποντος αὐτοῦ Ἰωάσαφ̓, ἔδοξε τῷ βασιλεῖ δῆλα ταῦτα τῷ υἱῷ ποιῆσαι. γράφει οὖν τῇ ἑξῆς ἐπιστολὴν τῷ Ἰωάσαφ περιέχουσαν οὕτως· Βασιλεὺς Ἀβεννὴρ τῷ ποθεινοτάτῳ υἱῷ Ἰωάσαφ, χαίρειν. Λογισμοὶ πολλοί, εἰς τὴν ἐμὴν ὑπεισερχόμενοι ψυχήν, δεινῶς, φίλτατε, τυραννοῦσιν, υἱέ. τὰ γὰρ ἡμέτερα πάντα ἐκλείποντα ὁρῶν, ὃν τρόπον καπνὸς ἐκλείπει, τὰ τῆς σῆς δὲ θρησκείας λάμποντα ὑπὲρ ἥλιον, εἰς αἴσθησιν δὲ ἐλθών, ἀληθῆ τὰ παρὰ σοῦ μοὶ ἀεὶ λεγόμενα ἔγνωκα εἶναι, καὶ ὅτι σκότος ἡμᾶς βαθὺ τῶν ἁμαρτιῶν καὶ τῆς ἀσεβείας ἐκάλυπτεν, ὡς ἐντεῦθεν οὐδὲ πρὸς τὴν ἀλήθειαν διαβλέψαι καὶ τὸν ἁπάντων Δημιουργὸν καταμαθεῖν ἠδυνάμεθα· ἀλλὰ καὶ φῶς οὕτω τηλαυγέστερον διὰ σοῦ ἀναδειχθὲν ἡμῖν, τοὺς ὀφθαλμοὺς μύσαντες, ἡμεῖς ὁρᾶν οὐκ ἠθελήσαμεν, πολλὰ μέν σοι κακὰ ἐνδειξάμενοι, ἐλεεινῶς δὲ φεῦ καὶ τῶν Χριστιανῶν οὐκ ὀλίγους ἀνελόντες, οἵτινες, τῇ συνεργούσῃ αὐτοῖς ἀμάχῳ δυνάμει κραταιούμενοι, διὰ τέλους πρὸς τὴν ἡμετέραν ὠμότητα ὑπερέσχον. νυνὶ δέ, τὴν παχεῖαν ἐκείνην ἀχλὺν τῶν ἡμετέρων ὀμμάτων περιελόντες, αὐγήν τινα μικρὰν τῆς ἀληθείας ὁρῶμεν, καὶ τῶν προτέρων μεταμέλεια εἰσέρχεται κακῶν. ἀλλὰ καὶ ταύτην τὴν αὐγὴν νέφος ἄλλο δεινῆς ἀπογνώσεως ἐπιπολάζον σκοτίζειν πειρᾶται, τὸ πλῆθος προβαλλόμενον τῶν ἐμῶν κακῶν, καὶ ὅτι βδελυκτὸς ἤδη ἐγὼ τῷ Χριστῷ καὶ ἀπρόσδεκτός εἰμι, ὡς ἀποστάτης καὶ πολέμιος αὐτοῦ γεγονώς. τί οὖν πρὸς ταῦτα, τέκνον γλυκύτατον, λέγεις αὐτός, δῆλά μοι τάχιστα ποίησον, καὶ τί δεῖ ποιεῖν με τὸν σὸν πατέρα δίδαξον, καὶ πρὸς ἐπίγνωσιν χειραγώγησον τοῦ συμφέροντος. Ταύτην τὴν ἐπιστολὴν ὁ Ἰωάσαφ δεξάμενος, καὶ τὰ ἐμφερόμενα ἐπελθών, ἡδονῆς ὁμοῦ καὶ θαύματος τὴν ψυχὴν ἐπληροῦτο. εἰς τὸ ἑαυτοῦ δὲ ταμιεῖον εἰσελθὼν εὐθὺς καὶ ἐπὶ πρόσωπον πεσὼν ἐνώπιον τοῦ Δεσποτικοῦ χαρακτῆρος, δάκρυσι τὴν γῆν κατέβρεχεν, εὐχαριστῶν ὁμοῦ τῷ δεσπότῃ καὶ ἐξομολογούμενος, καὶ χείλη ἀγαλλιάσεως κινῶν πρὸς ὑμνῳδίαν· Ὑψώσω σε, λέγων, ὁ Θεός μου καὶ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μέγας εἶ, Κύριε, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔστι πέρας. καὶ τίς λαλήσει τὰς δυναστείας σου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων2 καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων;

阿班内尔王目睹这些事,迟至此时才勉强省悟,便谴责自己那些有名无实的神明的虚弱与虚妄欺瞒。他再次召集元老院的显贵,将自己心中所思虑的事公之于众。当所有人都赞同并确认同样的事时(因为来自高天的清晨日光眷顾了他们,救主垂听了祂的仆人约阿萨夫的祈求),国王决定将这些事明确告知儿子。于是在次日,他致信约阿萨夫,信函内容如下: “阿班内尔王致最悬念的爱子约阿萨夫:问安。 许多思绪潜入我的灵魂,最亲爱的儿子,将我残酷地折磨。因为我见我们的一切日渐消逝,宛如轻烟消散,而你的信仰之道却比太阳更加璀璨;既已省悟,我方深知你常对我所言之事皆为真实,且知罪恶与不敬的浓重幽暗曾蒙蔽我们,致使我们无从凝望真理并认识万物的造物主;甚至当如此朗照的光芒经由你向我们显明时,我们却闭上双眼,不愿去看,不仅对你施加了诸多恶行,而且,唉,我们还可悲地杀害了许多基督徒;然而他们蒙那与他们协同的无敌力量所坚固,终究战胜了我们的残暴。可是如今,我们从眼中褪去了那层浓重的迷雾,得以得见真理的一缕微光,对往昔罪恶的悔恨涌上心头。然而,另一朵浮游于上的可怖绝望之云,又试图遮蔽这缕光芒,将我无数的罪孽展列眼前,宣称我已为基督所憎恶而不蒙悦纳,因我曾是祂的背叛者与仇敌。因此,最甘甜的孩子,对此你自己有何话说,请速速向我说明,教导我这个父亲当如何行,并携我之手引导我认识于己有益之事。” 约阿萨夫接到此信,读毕其中所载,灵魂同时被喜悦与惊叹所充满。他立刻进入自己的内室,俯伏在主的圣像前,以眼泪浸湿地面,一边向主感恩并认信,一边动起欢悦之唇吟咏颂歌:“我的神,我的王啊,我要尊崇你,永永远远称颂你的名。主啊,你是伟大的,大当受赞美,你的伟大无法测度。谁能诉说你的大能,使你一切的赞美传扬开来——就是将磐石化为水塘、将坚石化为泉水的那一位?”

语法注2 条
  1. 34.312τῶν ἑαυτοῦ κατεγίνωσκε ψευδωνύμων θεῶν τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης

    动词 καταγινώσκω(谴责、指摘)支配双重属格:其一为被谴责的人或对象属格(τῶν ἑαυτοῦ ψευδωνύμων θεῶν),其二为罪名或性质属格(τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης),意为“谴责自己那些有名无实的神明的虚弱与虚妄欺瞒”。

  2. 34.313τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων

    引自《诗篇》114:8(七十士译本113:8)的带冠词属格分词短语。在语法上作为同位语修饰前面的第二人称单数属格代词 σου(“诉说……将磐石化为水塘的你的称颂”),用以后置补充并颂扬神的权能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:34.312-34.313