← 大马士革的圣约翰

巴兰和约萨法特

§33.309-33.312

约阿萨夫的仁政与救济及其兴盛

约阿萨夫王克制私欲、施行仁政,慷慨地将尘世财富分施给穷人与囚徒,以此在天积财。由于他的美德与仁爱,民众乃至其父阿班内尔的臣民纷纷归附,约阿萨夫的家室日益兴盛,其父的家室则日渐衰微。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.309

ἐντεῦθεν, τοῦ Θεοῦ συνεργοῦντος, ἡ εὐσέβεια ηὐξάνετο ἐν αὐτοῖς καὶ ἐπεδίδου. καὶ ὅλως ἦν τῶν τοῦ Χριστοῦ ἐντολῶν καὶ τῆς αὐτοῦ ἀγάπης ἐξηρτημένος ὁ βασιλεύς, οἰκονόμος τε τοῦ λόγου τῆς χάριτος, καὶ ψυχῶν κυβερνήτης πολλῶν, εἰς τὸν λιμένα τοῦ Θεοῦ ταύτας καθορμίζων. ᾔδει γὰρ τοῦτο εἶναι πρὸ πάντων βασιλέως ἔργον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ1 τὸν Θεὸν φοβεῖσθαι καὶ τὸ δίκαιον τηρεῖν. ὃ δὴ καὶ ἐποίει· ἑαυτόν τε εἰς τὸ βασιλεῦσαι τῶν παθῶν καταρτίζων, καὶ τοῖς ὑπ’ αὐτὸν ὡς κυβερνήτης ἄριστος διακατέχων ἀκριβῶς τῆς εὐνομίας τοὺς οἴακας. τοῦτο γὰρ ὅρος ἀληθινῆς βασιλείας, τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἡδονῶν· ὅπερ ἐκεῖνος ἐποίει. ἐπὶ προγόνων μέντοι εὐγενείᾳ καὶ τῇ περὶ αὐτὸν οὔσῃ βασιλικῇ δόξῃ μηδόλως ἐναβρυνόμενος, εἰδὼς ὅτι πήλινον ἔχομεν πάντες τοῦ γένους προπάτορα, καὶ τοῦ αὐτοῦ φυράματος ἐσμὲν πλούσιοί τε καὶ πένητες, ἐν ἀβύσσῳ δὲ ταπεινοφροσύνης ἀεὶ τὸν νοῦν ἐμβάλλων, καὶ τῆς ἐκεῖθεν μακαριότητος μεμνημένος, πάροικον μὲν ἑαυτὸν τῶν ἐνταῦθα ἐλογίζετο, ἐκεῖνα δὲ ἐγίνωσκεν ἴδια εἶναι ὧν ἂν μετὰ τὴν ἐνθένδε τύχοι ἐκδημίαν. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ, καὶ, πάντας τοὺς ὑπὸ χεῖρα τῆς παλαιᾶς ἀπαλλάξας πλάνης πατροπαραδότου, δούλους εἰργάσατο τοῦ ἐξαγοράσαντος ἡμᾶς τῆς πονηρᾶς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, δεύτερον ἐννοεῖ ἔργον, τὴν τῆς εὐποιΐας ἀρετήν. σωφροσύνη γὰρ καὶ δικαιοσύνη ἤδη προκατώρθωτο αὐτῷ, ὡς τὸν στέφανον τῆς σωφροσύνης ἀναδησαμένῳ καὶ τὴν πορφύραν τῆς δικαιοσύνης ἀμφιασαμένῳ. ἐνενόει οὖν τοῦ ἐπιγείου πλούτου τὸ ἄστατον ποταμίων ὑδάτων μιμεῖσθαι τὸν δρόμον.2 ἐκεῖ τοίνυν ἔσπευδε τοῦτον ἀποθέσθαι, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσι. καὶ δὴ ἤρξατο πάντα τοῖς πένησι διανέμειν τὰ χρήματα, μηδόλως αὐτῶν φειδόμενος. ᾔδει γὰρ ὡς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν, ἐν τούτῳ δὲ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ὑπὲρ χρυσίον οὖν καὶ λίθον τίμιον τῆς εὐποιΐας τὸν πλοῦτον ἑαυτῷ συναθροίζων ἦν, τὸν καὶ ὧδε κατευφραίνοντα τῇ ἐλπίδι τῆς μελλούσης ἀπολαύσεως, κἀκεῖ καταγλυκαίνοντα τῇ πείρᾳ τῆς ἐλπισθείσης μακαριότητος. ἐντεῦθεν ἠρευνῶντο αὐτῷ φυλακαί, οἱ ἐν μετάλλοις κατακεκλεισμένοι, οἱ ὑπὸ δανειστῶν συμπνιγόμενοι· καί, πᾶσιν ἀφθόνως ἐπιχορηγῶν πάντα, πατὴρ ἦν ἁπάντων τῶν ὀρφανῶν τε καὶ χηρῶν καὶ πενήτων, πατὴρ φιλόστοργος καὶ ἀγαθός, ἑαυτὸν δοκῶν εὐεργετεῖν ἐκ τῆς εἰς αὐτοὺς γενομένης εὐεργεσίας. πλουσιόδωρος γὰρ ὢν τὴν ψυχὴν καὶ τῷ ὄντι βασιλικώτατος, πᾶσιν ἐδίδου δαψιλῶς τοῖς χρῄζουσιν· ἀπειροπλασίους γὰρ ἤλπιζεν ὑπὲρ τούτων ἀμοιβὰς κομίσασθαι ὅταν ἔλθῃ ὁ καιρὸς τῆς τῶν ἔργων ἀνταποδόσεως. Πανταχοῦ δὲ τῆς τοιαύτης αὐτοῦ φήμης ἐν ὀλίγῳ διαβαινούσης, πάντες πρὸς αὐτόν, ὥσπερ ὑπό τινος ὀσμῆς μύρου κεκινημένοι, καθ’ ἑκάστην συνέρρεον, σωμάτων τε ὁμοῦ καὶ ψυχῶν πενίαν ἀποτιθέμενοι, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν. οὐχ ὁ φόβος γὰρ καὶ ἡ τυραννὶς εἷλκε τὸν λαόν, ἀλλ’ ὁ πόθος καὶ ἡ πρὸς αὐτὸν ἐκ καρδίας ἀγάπη. ἥτις ἐκ Θεοῦ καὶ τῆς αὐτοῦ καλλίστης πολιτείας ἐνεφυτεύθη ταῖς πάντων ψυχαῖς. τότε δὴ τότε καὶ οἱ τῷ πατρὶ αὐτοῦ ὑποκείμενοι αὐτῷ μᾶλλον προσετίθεντο, καί, τὴν πλάνην πᾶσαν ἀποτιθέμενοι, τὴν ἀλήθειαν εὐηγγελίζοντο. καὶ ὁ μὲν οἶκος τοῦ Ἰωάσαφ ηὔξανε καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος τοῦ Ἀβεννὴρ ἠλαττονοῦτο καὶ ἠσθένει, καθάπερ δὴ περὶ τοῦ Δαυῒδ καὶ τοῦ Σαοὺλ ἡ τῶν Βασιλειῶν διαγορεύει βίβλος.

从此,在神的协同之下,敬虔在他们中间不断增长并得以发展。国王全然依止于基督的诫命与祂的仁爱,作为恩典之道的管家,以及众多灵魂的舵手,引导他们驶入神的港湾。因为他深知这高于一切乃是君王的本分:教导人们敬畏神并谨守正义。他委实如此行:既装备自己以统御情欲,又作为卓越的舵手,为属下严谨地紧握善治之舵。因为真正王权的界说乃是:统御并克制享乐——这正是他所行的。然而,他绝不因先祖的显贵或环绕己身的君王荣耀而自傲,他知晓我们全人类皆有一位泥土所造的始祖,贫者与富者皆出于同一团泥块;他常将心思沉入谦卑的深渊,怀想天上的福祉,视自己为尘世的寄居者,并深知唯有在这尘世之旅终结之后所能获得的,方为己身真正的基业。及至他凡事顺遂,且已拯救所有属下脱离自古祖辈遗留的错谬,使他们成为那用宝血将我们从邪恶奴役中赎出者的仆人,他便思虑起第二项善工,即行善赈济的德行。因为节制与公义在他身上早已成就,犹如戴上了节制的冠冕,披上了公义的紫袍。于是他默想尘世财富的无常,宛如江河之水流转不定。因此,他急切地将这财富储存于那既无虫蛀亦无锈蚀、且无盗贼挖洞偷窃之处。于是他开始将全部钱财分发给穷人,毫不吝啬。因为他深知,蒙受大权者应当竭力效法权柄的赐予者,而效法神最甚之处,莫过于视施舍怜悯重于一切。因此,他为自己积攒行善的财富,胜过金银与宝石;这财富在今世以盼望未来享乐之福使人欣喜,在来世以亲尝所盼望的至福令人甘饴。自此,他查访牢狱、矿山中的囚犯以及被债主逼迫之人;他向众人丰厚地供应一切,成了所有孤儿、寡妇与贫民的父亲,一位充满慈爱与良善的父亲,深感自己反从施予他们的善行中受益匪浅。因为他心怀旷达,委实最具王者风范,对凡有所需者皆慷慨施予;因为他期盼当善行受报的时刻来临时,能为此领受无数倍的酬报。他在短时间内声名远扬,众人犹如被香膏的香气所吸引,日日向他汇聚而来,同时褪去了肉身与灵魂的匮乏,他的名字流传于所有人的口中。因为吸引民众的不是恐惧与暴政,而是对他的倾慕与发自内心的爱戴;这爱乃是由神和他那至善的治道播植于所有人的灵魂之中的。就在那时,那些原属他父亲统治的人,也更情愿归附于他;他们摒弃了一切迷乱错谬,欣然领受真理的福音。约阿萨夫的家室日益兴盛强盛,而阿班内尔的家室却日渐衰微弱小,正如《诸王记》论及大卫与扫罗时所记载的那样。

语法注2 条
  1. 33.309ἵνα τοὺς ἀνθρώπους διδάξῃ

    ἵνα 从句起同格与说明作用(epexegesis),具体阐述前文指示代词 τοῦτο(“君王的本分即此”)的实际内容。在古典希腊语中通常使用不定式或 ὅπως 从句,而在后古典希腊语中,ἵνα 从句经常用于界定代词的内容。

  2. 33.310τοῦ ἐπιγείου πλούτου τὸ ἄστατον ποταμίων ὑδάτων μιμεῖσθαι τὸν δρόμον

    该句为充当动词 ἐνενόει 宾语的“带宾格的不定式”结构。宾格主语是中性名词化的 τὸ ἄστατον(“无常、不稳定”),不定式为 μιμεῖσθαι,其宾语为 τὸν δρόμον(“流动、奔流”)。属格 τοῦ ἐπιγείου πλούτου 修饰 τὸ ἄστατον,属格 ποταμίων ὑδάτων 则修饰 τὸν δρόμον,呈现出典型的语序倒置与离隔(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:33.309-33.312