← 大马士革的圣约翰

巴兰和约萨法特

§33.305-33.308

约阿萨夫捣毁偶像与臣民的归信

约阿萨夫抵达都城后拆毁偶像神庙并建立圣堂与十字架,以谦逊温和的德行教化民众归信基督,迎立受难教士并为全体臣民施洗,彻底革新了全境的信仰面貌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.305

τῇ βασιλείᾳ, καὶ πάντα δίδωσι τὰ πρέποντα βασιλεῦσιν. τότε δὴ τότε τὴν ἐξουσίαν παραλαβὼν ὁ Ἰωάσαφ τῆς βασιλείας, ἡνίκα τὴν πόλιν κατέλαβεν ἔνθα τὰ τῆς βασιλείας ηὐτρέπιστο αὐτῷ, τὸ τοῦ δεσποτικοῦ μὲν πάθους σημεῖον, τὸν σεβάσμιον σταυρὸν τοῦ Χριστοῦ, ἑκάστῳ ἐφίστησι τῆς πόλεως πύργῳ· τοὺς δὲ εἰδωλικοὺς ναοὺς καὶ βωμοὺς περιστὰς ἐπολιόρκει, κατέσειεν ἀνώρυττε τὸ ἔδαφος, ἐξεκάλυπτε τοὺς θεμελίους, μηδὲν λείψανον τῆς ἀσεβείας καταλιπών. Κατὰ δὲ μέσης τῆς πόλεως ναὸν μέγαν τε καὶ περικαλλῆ τῷ Δεσπότῃ ἀνεγείρει Χριστῷ. καὶ κελεύει τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας1 προσάγειν τῷ Θεῷ τὸ σέβας διὰ τῆς τοῦ σταυροῦ προσκυνήσεως, εἰς μέσον πρὸ πάντων αὐτὸς παρελθὼν καὶ ἐκτενεστάτῃ διδοὺς ἑαυτὸν δεήσει. πάντας δὲ τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα γενομένους ἐνουθέτει, παρεκάλει, πάντα ἐποίει τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι·2 τὴν ἀπάτην δὲ ὑπεδείκνυ τῆς εἰδωλομανίας καὶ τὸ κήρυγμα κατήγγελλε τοῦ Εὐαγγελίου, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου διεξῄει συγκαταβάσεως, τὰ θαυμάσια ἐκήρυττε τῆς αὐτοῦ παρουσίας, τὸ πάθος ἐγνώριζε τοῦ σταυροῦ δι᾽ οὗ σεσώσμεθα, τὴν τῆς ἀναστάσεως δύναμιν καὶ τὴν πρὸς οὐρανοὺς ἄνοδον, τὴν φοβερὰν ἐπὶ τούτοις διήγγελλεν ἡμέραν τῆς φρικτῆς αὐτοῦ δευτέρας παρουσίας, τά τε ἀποκείμενα τοῖς πιστοῖς ἀγαθὰ καὶ τὰ ἐκδεχόμενα τοὺς ἁμαρτωλοὺς κολαστήρια. ταῦτα πάντα ἤθει χρηστῷ καὶ μειλιχίοις διεξῄει ῥήμασιν· οὐ τοσοῦτον γὰρ ἀπὸ τοῦ ὄγκου τῆς ἐξουσίας καὶ τῆς βασιλικῆς μεγαλοπρεπείας ἤθελεν αἰδέσιμος εἶναι καὶ φοβερός, ὅσον ἀπὸ τῆς ταπεινοφροσύνης καὶ πραότητος· ᾧ καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ εἶναι3 τοῖς ἔργοις μὲν θαυμάσιος, ἐπιεικὴς δὲ καὶ μέτριος τῷ φρονήματι. ὅθεν ἡ ἐξουσία, τὴν μετριοφροσύνην καὶ ἐπιείκειαν μέγαν συνεργὸν λαβοῦσα, πάντας εἴκειν αὐτοῦ τοῖς λόγοις πεποίηκεν. Ἀμέλει οὕτως ἐν ὀλίγῳ χρόνῳ πᾶς ὁ ὑποτελὴς αὐτῷ λαὸς πολίτης τε καὶ ἐγχώριος τοῖς θεοφθόγγοις αὐτοῦ ἐμυσταγωγήθη λόγοις, ὡς ἐξαρνήσασθαι μὲν τὴν πολύθεον πλάνην καὶ ἀπορραγῆναι τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων, τῇ ἀπλανεῖ δὲ προστεθῆναι πίστει, καὶ ταῖς αὐτοῦ μεταπλασθέντας διδασκαλίαις τῷ Χριστῷ οἰκειωθῆναι. πάντες δέ, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὸν φόβον τοῦ πατρὸς αὐτοῦ ἐγκεκλεισμένοι, ἱερεῖς τε καὶ μονάζοντες καὶ τῶν ἐπισκόπων ὀλίγοι, ἐξελθόντες τῶν καταδύσεων, πρὸς αὐτὸν χαίροντες ἐχώρουν. αὐτὸς δὲ τοὺς διὰ Χριστὸν ἐν τοιούτοις περιπεσόντας ἀνιαροῖς καὶ οὕτω ταλαιπωρήσαντας προσυπαντῶν ἐντίμως ἐδέχετο, καὶ εἰς τὸ ἑαυτοῦ εἰσῆγε παλάτιον, πόδας ῥύπτων, κόμην ῥυπῶσαν ἀποπλύνων, καὶ παντοίως αὐτοὺς θεραπεύων. εἶτα τὴν νεουργηθεῖσαν αὐτῷ ἐνθρονίζει ἐκκλησίαν, καί τινα τῶν ἐπισκόπων, πολλὰ διὰ τὴν εἰς Χριστὸν πίστιν κακοπαθήσαντα καὶ τὸν ἴδιον ἀπολέσαντα τῆς ἐπισκοπῆς θρόνον, ἀρχιερέα ἐν ταύτῃ καθίστησιν, ἄνδρα ἅγιον καὶ τῶν ἐκκλησιαστικῶν κανόνων ἐπιστήμονα, ζήλου τε θείου τὴν ψυχὴν πεπληρωμένον. κολυμβήθραν δὲ εὐθὺς σχεδιάσας, βαπτίζειν τοὺς πρὸς Χριστὸν ἐπιστρέφοντας κελεύει. καὶ δὴ βαπτίζονται οἱ ἄρχοντες πρῶτον καὶ ὅσοι ἐν τέλει, οἱ ἐν στρατείᾳ τε αὖθις καὶ ο λοιπὸς ὄχλος. καὶ οἱ βαπτιζόμενοι οὐ μόνον τὴν ψυχικὴν ἀπελάμβανον ὑγίειαν, ἀλλὰ δὴ καὶ ὅσοι νόσοις ἦσαν σωματικαῖς καὶ πηρώσεσι πιεζόμενοι, πάντα ἀποθέμενοι, καθαροὶ τὰς ψυχάς, ἄρτιοι δὲ τὰ σώματα, τῆς θείας ἀνήρχοντο κολυμβήθρας, θεραπείαν τρυγήσαντες ψυχῶν τε ὁμοῦ καὶ σωμάτων. Ἔνθεν τοι καὶ συνέρρει πρὸς τὸν βασιλέα Ἰωάσαφ πανταχόθεν τὰ πλήθη, μυηθῆναι τὴν εὐσέβειαν ὑπ’ αὐτοῦ ζητοῦντες. καὶ πάντα μὲν κατεσκάπτετο εἰδωλικὰ σεβάσματα, ἀφῄρητο δὲ πᾶς ὁ πλοῦτος καὶ τὰ ἀποκείμενα τοῖς εἰδωλείοις χρήματα· καὶ ἱερὰ τεμένη τῷ Θεῷ ἀντῳκοδομεῖτο. καὶ τὸν ἐκεῖνον πλοῦτον αὐτοῖς καὶ τὰς πολυτελεῖς ἐσθῆτας ὁ βασιλεὺς Ἰωάσαφ καὶ τοὺς θησαυροὺς ἀνετίθει, τὴν ἄτιμον ἐκείνην καὶ περιττὴν ὕλην ἐνεργὸν ἐντεῦθεν ποιῶν καὶ ὠφέλιμον. οἱ δὲ τοῖς βωμοῖς ἐκείνοις καὶ ναοῖς διατρίβοντες μιαροὶ δαίμονες διωγμῷ χαλεπωτάτῳ ἠλαύνοντο, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς συμφορὰν εἰς πολλῶν ἐπήκοον ἀνεβόων. καὶ ἠλευθεροῦτο ἡ περίχωρος πᾶσα ἐκείνη τῆς ζοφερᾶς αὐτῶν ἀπάτης, τῷ φωτί τε περιελάμπετο τῆς ἀμωμήτου τῶν Χριστιανῶν πίστεως. Ἀμέλει καὶ βασιλεὺς ἀγαθὸν πᾶσιν ὑπόδειγμα ἦν, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν γνώμην ἀνέφλεγε καὶ ἐξῆπτε. τοιοῦτον γὰρ ἡ ἐξουσία· συμμορφοῦται ταύτῃ ἀεὶ τὸ ὑποχείριον, τῶν αὐτῶν τε φιλεῖ ἐρᾶν, κἀκεῖνα ἐπιτηδεύειν οἷσπερ ἂν τὸν ἄρχοντα αἴσθηται χαίροντα.

划归他的王国,并赐予一切相称于君王之物。就在那时,约阿萨夫接掌了王权;当他抵达那座已为他备妥王室所需之物的城邑时,便将主之受难的记号——基督那令人敬畏的十字架——树立于城邑的每一座塔楼之上;另一方面,他围攻偶像的神庙与祭坛,将其拆毁,掘开地面,暴露其基石,不留丝毫悖逆不敬的残迹。又在城中央为主基督建造了一座宏伟而壮丽的圣堂。他命民众常常聚集于彼,借由敬拜十字架向神献上尊崇;他自己更走在众人之前来到当中,专心致志于至为热切的祈祷。他劝戒并勉励所有归服于他手下的人,竭尽所能使他们脱离迷信的错谬,归向基督。他揭露偶像狂热的欺瞒,宣告福音的传扬,详述神之道屈尊降卑的奥迹,宣讲祂降临的诸般奇事,阐明我们藉以得救的十字架受难、复活的大能与升天的荣耀,并随之宣告祂可畏可惧的二次降临之日、为信徒所存留的各样美福,以及等待罪人的刑罚之所。他以良善的品格与温和的言辞讲述这一切;因为比起凭借权力的威仪与君王的显赫受人敬畏,他更愿因谦逊与温良而为人敬重。正因如此,他以行为令人赞叹、意念温厚节制的品德,更加吸引了众人归向自己。因此,权柄以谦逊与温厚为极大助力,使得所有人都顺从他的言语。委实如此,在短时期内,凡归顺于他的民众,无论城民还是乡民,都被他神圣发声的话语所启发,以致弃绝了多神教的错谬,断绝了偶像的奠祭与可憎之物,归入了无伪的纯正信仰,并因他的教导而得以重塑,归结于基督。所有因惧怕他父亲而被困在山岭与洞穴中的人——司祭、修道士以及少数主教——都走出藏身之处,欢喜地来到他面前。他亲自出迎,尊荣地接纳那些为基督而遭遇如此苦难并历经折磨的人,引他们进入自己的宫殿,为他们濯足,洗去脏污的发丝,无微不至地服侍他们。随后,他祝圣了由他新建的教堂,并设立一位曾为基督信仰受尽磨难、失去了自己主教座的主教为其中的首席司祭;此人圣洁敬虔,精通教会法规,灵魂充满属神的火热。他又随即命人造好洗礼池,吩咐为归向基督的人施洗。于是,长官与身居显位者首先受洗,继而是军伍之士,然后是其余民众。受洗者不仅获得了灵魂的健康,凡受肉体疾病与伤残所困之人,亦尽皆脱去病患,灵魂洁净,肉身健全地自神圣的洗礼池中上来,同时收获了灵魂与肉身的医治。自此,民众从四面八方汇聚到约阿萨夫王身边,寻求由他引导进入敬虔之道。一切偶像崇拜之物尽被铲除,积存于偶像殿宇中的一切财富与钱财悉数没收,代之以为神建造圣洁的圣所。约阿萨夫王将那些财富、华丽衣饰和宝藏奉献于这些圣所,使那原属卑贱多余的物质自此化为有用且有益之物。盘踞在那些祭坛与神庙中的污秽恶魔遭到极为严酷的驱逐,在众人听闻之中大声哀号临到它们的灾祸。周围全境都从恶魔黑暗的欺骗中解脱出来,蒙受基督徒无瑕信仰之光的照耀。诚然,国王成了万人的良善榜样,激励并点燃了许多人抱持同样的心志。因为权柄正是如此:臣属总是仿效于它,惯常喜爱同样的事物,并敏于遵行长官所喜好之事。

语法注3 条
  1. 33.305τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας

    分词 ἐπιχωριάζοντας 采用阳性复数宾格,与中性单数集合名词 τὸ πλῆθος 形成按意合致(constructio ad sensum)。中性单数宾格 συνεχές 起副词作用,修饰分词,表示“频频聚集”、“持续前往”。

  2. 33.305τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι

    带冠词属格的不定式(τοῦ + 不定式)依附于 πάντα ἐποίει,表示目的(“为了使之脱离……并归属于……”)。在后古典希腊语、通用希腊语及拜占庭希腊语中,τοῦ 引导的不定式短语常作为目的状语使用。

  3. 33.306ᾧ καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ εἶναι

    关系代词与格 ᾧ 作为表手段或原因的与格,指代前文的 ταπεινοφροσύνης καὶ πραότητος,并由后面的解释性定冠词不定式 τῷ εἶναι 加以具体阐述。不定式 εἶναι 的谓语形容词 θαυμάσιος 与 ἐπιεικὴς καὶ μέτριος 采用主格,是因为不定式的逻辑主语与主句动词 εἷλκε 的主语(约阿萨夫)相同,故产生主格吸引。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:33.305-33.308