- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:33.303-33.304
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
修达斯败北后国王陷入苦恼,阿拉凯斯进策建议分割王国让王子统治,以世俗事务消磨其信仰。约阿萨法看破其意图,但为脱离父王掌控而同意受封,被立为王并领有一半领土。
Ὁ δέ γε βασιλεύς, τούτων οὕτως ἀποβάντων, πάντοθεν ἐξαπορηθείς, δῆλος ἦν ἰσχυρῶς ἀνιώμενος καὶ πολὺν τὸν σάλον φέρων ἐν τῇ ψυχῇ. συγκαλέσας δὲ αὖθις ὅσοι τῆς συγκλήτου βουλῆς ἐτύγχανον, ἐσκέπτετο τί λοιπὸν τῷ ἰδίῳ ποιήσειν υἱῷ. πολλὰς δὲ βουλὰς τῶν πολλῶν ὑποθεμένων, ὁ ἀνωτέρω μνημονευθεὶς Ἀραχὴς ἐκεῖνος, ἐπιφανέστερος τὴν ἡγεμονίαν καὶ πρῶτος τῆς βουλῆς ὑπάρχων, ἔφη τῷ βασιλεῖ· Τί ἔδει, βασιλεῦ, ποιῆσαι τῷ υἱῷ σου καὶ οὐ πεποιήκαμεν, τοῦ πεῖσαι αὐτὸν1 τοῖς ἡμετέροις ἕπεσθαι δόγμασι καὶ τοῖς θεοῖς ἡμῶν λατρεύειν; ἀλλ̓, ὡς ὁρῶ, ἀνηνύτοις ἐπιχειροῦμεν· ἐκ φύσεως γὰρ αὐτῷ, ἢ τῆς τύχης ἴσως, τὸ φιλόνεικόν τε καὶ ἀμείλικτον. εἰ μὲν οὖν βασάνοις αὐτὸν ἐκδοῦναι θελήσειας καὶ τιμωρίαις, σύ τε πολέμιος ἔσῃ τῆς φύσεως καὶ οὐ πατὴρ ἔτι κληθήσῃ, κἀκεῖνον ζημιωθήσῃ ἑτοίμως ἔχοντα ὑπὲρ Χριστοῦ ἀποθανεῖν.2 λείπεται γοῦν τοῦτο μόνον ποιῆσαι· διελεῖν αὐτῷ τὴν βασιλείαν, καὶ εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος βασιλεύειν ἐπιτρέψαι. καί, εἰ μὲν ἡ τῶν πραγμάτων φύσις καὶ ἡ μέριμνα τῶν βιωτικῶν ἑλκύσωσιν αὐτὸν τὸν ἡμέτερον ἀσπάσασθαι σκοπόν τε καὶ βίον, ἔσται ἡμῖν κατὰ σκοπὸν τὸ πρᾶγμα· τὰ γὰρ ἰσχυρῶς βεβαιωθέντα τῇ ψυχῇ ἔθη δυσεξάλειπτά εἰσι καὶ πειθοῖ μᾶλλον ἢ βίᾳ μεταβάλλεται. εἰ δὲ τῇ θρησκείᾳ παραμενεῖ τῶν Χριστιανῶν, αὐτὸ δὴ τοῦτο, τὸ μὴ ζημιωθῆναί σε τὸν υἱόν, ἔσται σοι τῆς ἀθυμίας ποσῶς παραμύθιον. ταῦτα τοῦ Ἀραχῆ εἰπόντος, πάντες συνεμαρτύρουν ἀποδεχόμενοι τὴν γνώμην. συντίθεται τοίνυν καὶ ὁ βασιλεὺς οὕτω ταῦτα διατεθῆναι. Καὶ δὴ προσκαλεσάμενος ἕωθεν ἔφη τῷ υἱῷ·
然而国王由于事情如此收场,四顾无策,显出内心极为痛苦,灵魂中承受着巨大的狂澜。他再次召集元老院的议员,思虑今后当如何处置自己的儿子。在众人提出诸多计策之后,前文提及的那位阿拉凯斯——他在长官中地位显赫且居议会之首——对国王说:“大王啊,为了说服你的儿子依从我们的教条并事奉我们的神明,还有什么该做的事是我们未曾做的呢?但我看,我们是在图谋徒劳无功之事;因为出于天性,或者也许是出于命运,他好争而顽固。倘若你愿将他交付于严刑拷打和惩罚,你既成了天性的敌人,不再配被称为父亲,而且你还将失掉他——因为他已准备好为基督受死。因此,唯独剩下这一件事可行:为他划分王国,准许他在归他的一分领地上称王统治。如果事务的常理与世俗的纷扰能吸引他采纳我们的志趣与生活方式,事情便符合我们的心意了;因为在灵魂中根深蒂固的习俗难以磨灭,且凭劝导而非强力方能改变。但即便他仍坚守基督徒的宗教,单单是你未曾失掉儿子这一件事,也能在某种程度上抚慰你的沮丧。”阿拉凯斯说完这番话,众人都表赞同并接纳了这一见解。于是国王也同意这般安排。他在破晓时分召来儿子,对他说:
Οὗτός μοι τελευταῖος ἤδη πρὸς σὲ λόγος, υἱέ· οὗπερ εἰ μὴ εὐθὺς κατήκοος γένῃ καὶ κἂν ἐν τούτῳ τὴν ἐμὴν θεραπεύσῃς καρδίαν, οὐκ ἔτι σου, εὖ ἴσθι, φείσομαι. τοῦ δὲ υἱοῦ πυθομένου τίς ἡ τοῦ λόγου δύναμις, Ἐπείπερ, φησί, πολλὰ μογήσας, ἀνένδοτόν σε πρὸς πάντα εὗρον τοῦ πεισθῆναί μου τοῖς λόγοις, δεῦρο δὴ λοιπόν, τὴν βασιλείαν διελών, ἀνὰ μέρος εἶναί σε καὶ βασιλεύειν ποιήσω· καὶ ἔσται σοι λοιπὸν ἐπ’ ἀδείας ἣν ἂν ποθῇς ἰέναι ὁδόν. γνοῦσα δὲ ἡ θεία ψυχὴ ἐκείνη καὶ τοῦτο ἐπ’ ὀλίσθῳ τῆς αὐτοῦ προαιρέσεως προβαλεῖν τὸν βασιλέα, ὅμως ἐπακοῦσαι συνεῖδεν, ἵνα, τὰς αὐτοῦ διαδρὰς χεῖρας, τὴν ἐπιθυμουμένην αὐτῷ πορεύσηται ὁδόν. ὑπολαβὼν οὖν, τῷ βασιλεῖ ἔφη· Ἐγὼ μὲν ἐπόθουν τὸν θεῖον ἐκεῖνον ζητῆσαι ἄνδρα, τὸν ὑποδείξαντά μοι τὴν ὁδὸν τῆς σωτηρίας, καὶ πᾶσι χαίρειν εἰπόντα3 μετ’ αὐτοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι· ἀλλ’ ἐπεί με, πάτερ, οὐ συγχωρεῖς τὰ καταθύμια πράττειν, πείθομαί σοι ἐν τούτῳ. ἐν οἷς γὰρ οὐ πρόκειται προφανὴς ἀπώλεια καὶ Θεοῦ ἀλλοτρίωσις, καλὸν τῷ πατρὶ πείθεσθαι. Χαρᾶς οὖν ὅτι πλείστης ὁ βασιλεὺς πλησθεὶς διαιρεῖ μὲν τὴν ὑποτελῆ αὐτῷ χώραν πᾶσαν εἰς δύο, χειροτονεῖ δὲ τὸν υἱὸν βασιλέα, κοσμεῖ τῷ διαδήματι, καὶ πάσῃ τοῦτον βασιλικῇ καταλαμπρύνας δόξῃ εἰς τὴν ἀφορισθεῖσαν αὐτῷ ἐκπέμπει βασιλείαν μετὰ λαμπρᾶς δορυφορίας. τοῖς ἄρχουσι δὲ καὶ ἡγεμόσι, στρατηγοῖς τε καὶ σατράπαις κελεύει, παντὶ τῷ βουλομένῳ, ἀπελθεῖν μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ βασιλέως. καὶ πόλιν τινὰ μεγάλην καὶ πολυάνθρωπον ἀφορίζει αὐτοῦ
“儿子啊,这已是我对你说的最后一句话;若你不立即听从,哪怕仅在此事上也不抚慰我的心,你切要明白,我绝不再饶恕你。”儿子询问此话意旨为何,国王说:“我历尽辛劳,却发现你在听从我的言语上万分固执,毫无妥协;既然如此,来吧,我将分疆裂土,让你领有一方并作王统治;此后,你便可毫无阻碍地走你所愿走的路了。”那神圣的灵魂虽明白国王抛出此事亦是为了诱使他的志向跌倒,然而他认为依从为宜,以便脱离其手,去行自己心向往之的道路。于是他接过话,对国王说:“我原本渴望去寻找那位神圣之人——是他指引了我得救之路——并向万事告别,与他共度我的余生;但父亲,既然你不准我遂心行事,我便在此事上顺从你。因为凡不面临明显的毁灭与远离上帝之事,顺从父亲本是美事。”国王因此充满无上的欢喜,将归属于他的全地划分为二,立儿子为王,饰以冠冕,使他光耀于一切君王之荣耀,并在显赫的亲兵护卫下,将他差往划拨给他的王国。他又向官长、总督、将军和省长下令,凡愿意者,皆可随他的儿子即君王同去。他又为他划定了一座广阔而人口稠密的城邑。
- 33.303τοῦ πεῖσαι αὐτὸν
带冠词的不定词属格(τοῦ πεῖσαι)在此表示目的(“为了说服他”),修饰前文的主句谓语动作。
- 33.303κἀκεῖνον ζημιωθήσῃ ἑτοίμως ἔχοντα ὑπὲρ Χριστοῦ ἀποθανεῖν
动词 ζημιόω 的中动/被动态支配宾格 κἀκεῖνον,表示“失去某人”;分词短语 ἑτοίμως ἔχοντα(惯用句型 ἑτοίμως ἔχω + 不定词,“已准备好做某事”)作定语修饰宾格代词 κἀκεῖνον。
- 33.304πᾶσι χαίρειν εἰπόντα
“与格 + χαίρειν λέγω”为常见熟语,意为“向……道别、舍弃某事”。分词 εἰπόντα 为阳性单数宾格,与不定词 διανύσαι 的逻辑主语(“我”)保持一致。
