- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:32.300-32.302
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
修达斯在王子身上认出神的气息并承认败北,询问是否尚可悔改;王子借宣讲上帝的赦免与洗礼的救恩召引他。修达斯随即焚毁巫术书籍,前往圣者洞穴受洗,终生真诚悔改。
Ἀληθῶς, ὦ βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ υἱῷ σου· ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παρ’ αὐτοῦ λεγόμενα ἰσχύομεν. μέγας οὖν τῷ ὄντι ὁ τῶν Χριστιανῶν Θεός, μεγάλη ἡ πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια. Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως· Λέγε μοι τοίνυν, ὦ πεφωτισμένε τὴν ψυχήν·1 δέχεταί με ὁ Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν ὁ τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας. δέχεται δὲ οὐχ ἁπλῶς, ἀλλ̓, ὡς υἱῷ ἀπὸ μακρᾶς ἐπιδημήσαντι χώρας, προσυπαντᾷ τῷ ἐκ τῆς ὁδοῦ τῶν ἀνομιῶν ἐπιστρέφοντι· καὶ τοῦτον περιλαβὼν κατασπάζεται, καὶ τὸ τῆς ἁμαρτίας αἶσχος περιελών αὐτίκα ἱμάτιον περιτίθησι σωτηρίου, καὶ στολὴν λαμπροτάτης περιβαλὼν δόξης, μυστικὴν ταῖς ἄνω δυνάμεσιν ἐπιτελεῖ εὐφροσύνην, τὴν ἐπιστροφὴν ἑορτάζων τοῦ ἀπολωλότος προβάτου. αὐτὸς γὰρ ἔφη ὁ Κύριος χαρὰν γίνεσθαι ἐν οὐρανῷ μεγίστην ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. καὶ πάλιν, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. φησὶ δὲ καὶ διὰ τοῦ προφήτου· Ζῶ ἐγώ, λέγει Κύριος·
“大王啊,神的气息确实居于你儿子心中;我们确实败了,再无任何辩词,也无力正视他所说的话。因此,基督徒的上帝诚然伟大,他们的信仰伟大,他们的奥秘也伟大。”随后,他转向王之子说道:“那么请告诉我,心灵蒙光照者:若我脱离自己的恶行,归向他,基督会接纳我吗?”真理的宣讲者说:“是的,是的,他既接纳你,也接纳一切归向他的人。而且他并非草率接纳,而是如同对待从远方客居归来的儿子一般,前去迎接那从不法之路归来之人;将他抱住亲吻,立刻除去罪恶的羞耻,为他披上救恩的衣袍,穿上极显赫荣耀的长袍,为天上的万军举行神秘的欢乐,庆祝迷失之羊的回归。因为主亲自说过,天国为一个罪人的悔改而有极大的欢喜。他又说:‘我来本不是召义人,乃是召罪人悔改。’他又藉先知说道:‘主说:
οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν·2 ἀποστροφῇ ἀποστρέψατε3 ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; ἀνομία γὰρ ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν· ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἐν προστάγματι ζωῆς διαπορεύσηται, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ· πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθῶσιν· ὅτι κρῖμα δικαιοσύνης ἐποίησεν, ἐν αὐτῇ ζήσεται. καὶ αὖθις, Λούσασθε, δι’ ἑτέρου βοᾷ προφήτου, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· καὶ δεῦτε καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. τοιούτων οὖν προκειμένων ἐπαγγελιῶν παρὰ τοῦ Θεοῦ τοῖς ἐπιστρέφουσι, μὴ μέλλε, ὦ ἄνθρωπε, μηδὲ ἀναβάλλου· ἀλλὰ πρόσελθε πρὸς Χριστὸν τὸν φιλάνθρωπον Θεὸν ἡμῶν, καὶ φωτίσθητι, καὶ τὸ πρόσωπόν σου οὐ μὴ καταισχυνθῇ. ἅμα γὰρ τῷ καταδῦναί σε τῇ κολυμβήθρᾳ4 τοῦ θείου βαπτίσματος, ὅλον τὸ αἶσχος τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὅλος ὁ φόρτος τῶν πολλῶν ἁμαρτημάτων ἐνθάπτεται τῷ ὕδατι καὶ εἰς τὸ μὴ ὂν χωρεῖ, νέος δὲ σὺ ἐκεῖθεν καὶ παντὸς ῥύπου καθαρὸς ἀνέρχῃ, μηδένα σπίλον ἢ ῥυτίδα ἁμαρτίας ἐπιφερόμενος, καὶ λοιπὸν ἐπὶ σοί ἐστι τὸ διαφυλάξαι ἑαυτῷ τὴν ἐκεῖθέν σοι προσγινομένην κάθαρσιν διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. Ὁ μὲν οὖν Θευδᾶς, τούτοις κατηχηθεὶς τοῖς ῥήμασιν, ἔξεισιν εὐθέως, καὶ τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν ἄντρον, καὶ τὰς ἑαυτοῦ λαβὼν μαγικὰς βίβλους, ὡς κακίας πάσης ἀπαρχάς, ὡς ὀργίων δαιμονικῶν θησαυρούς, πυρὶ κατέκαυσεν. αὐτὸς δὲ τὸ σπήλαιον καταλαμβάνει τοῦ ἱεροῦ ἀνδρὸς ἐκείνου, πρὸς ὃν καὶ ὁ Ναχὼρ ἀπεληλύθει, καὶ τὰ κατ’ αὐτὸν διηγεῖται πάντα, κόνιν μὲν ἐπὶ κεφαλῆς καταχεάμενος, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, καθεξῆς δὲ τῷ γέροντι τὰς μυσαρὰς αὐτοῦ διηγούμενος πράξεις. ἐκεῖνος δέ, περὶ τὸ σῶσαι ψυχὴν καὶ τῆς τοῦ δολίου δράκοντος ἐξαρπάσαι φάρυγγος εὐτεχνότατος ὤν, κατεπᾴδει αὐτὸν ῥήμασι σωτηρίοις, ἐγγυᾶται τὴν ἄφεσιν, ἵλεων ὑπισχνεῖται τὸν δικαστήν. εἶτα κατηχήσας καὶ νηστεύειν ἐπὶ πολλὰς ἐντειλάμενος ἡμέρας, τῷ θείῳ καθαίρει βαπτίσματι. καὶ ἦν ὁ ἄνθρωπος μετανοῶν5 γνησίως πάσας αὐτοῦ τὰς ἡμέρας, ἐφ’ οἷς ἐπλημμέλησε, δάκρυσί τε καὶ στεναγμοῖς τὸν Θεὸν ἐξιλεούμενος.
我指着我的永生起誓, 我断不喜悦罪人和恶人死亡,唯喜悦他转离所行的道而存活。转回吧,转离你们的恶道;以色列家啊,你们何必死亡呢?恶人的恶在恶人转离他的恶行、行公义、遵行生命的律例之日,必不至使他受害;他必定存活,决不至死亡;他所犯的一切罪都决不被记念;因为他行了公义的审判,必因此存活。’他又藉另一位先知呼喊道:‘你们要洗濯、自洁,从我眼前除掉你们灵魂的恶行;止住作恶,学习行善;你们来,我们彼此辩论。你们的罪虽像朱红,我必使之变成雪白;虽红如丹颜,我必使之白如羊毛。’因此,既有上帝为归转之人摆在面前的这等应许,世人哪,切莫迟延,也不要拖延;倒要就近基督——我们充满仁慈的上帝,蒙受光照,你的脸面就决不至蒙羞。因为一旦你浸入神圣洗礼的水池,旧人的一切羞耻和无数罪孽的全部重担,便都埋葬于水中而归于乌有,你则从那里出来,成为全新之人,洁净而脱尽一切污秽,不带任何罪的斑点或皱纹;此后,靠着我们上帝怜悯的心肠,保守那自彼处赋予你的洁净,就全在于你自己了。”修达斯受了这些话的劝导,便立刻出去,到了那邪恶的洞穴,取来自己的巫术书籍,作为一切邪恶的初熟之物,作为魔鬼秘仪的珍宝,投火焚烧了。随后他亲自前往那圣者的洞穴——拿鹤此前亦曾去过那里——向他倾诉了关于自身的一切,将尘土蒙在头上,发出沉重的叹息,以泪洗面,向长者一一叙述自己可憎的行径。那位长者极善于拯救灵魂、从狡诈巨龙的咽喉中夺取灵魂,便用拯救之言宽慰他,担保赦免,许诺审判者必施恩怜悯。随后对他施以教导,命他禁食多日,以神圣的洗礼洁净了他。此后,这人终其一生为自己所犯的过犯真诚悔改,以眼泪和叹息求上帝的宽恕。
- 32.300ὦ πεφωτισμένε τὴν ψυχήν
τὴν ψυχήν 作被动完成时分词 πεφωτισμένε 的限制/关系宾格(accusative of specification),指出受到光照的范畴在于“心灵”。
- 32.301ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν
源自七十士译本(如《以西结书》33:11)。在否定动词 οὐ βούλομαι 之后,连词 ὡς 与带冠词不定式 τὸ ἐπιστρέψαι ... καὶ ζῆν 搭配,与前述“罪人的死亡”形成对比,表替代性的意愿(“乃是喜悦他转回……而存活”)。
- 32.301ἀποστροφῇ ἀποστρέψατε
由同源名词与格(ἀποστροφῇ)与同源动词(ἀποστρέψατε)重叠构成的强调表达,是七十士译本直译希伯来语绝对不定词(infinitivus absolutus)的希伯来式语法特征。
- 32.301ἅμα γὰρ τῷ καταδῦναί σε τῇ κολυμβήθρᾳ
由 ἅμα 与带冠词不定式与格(τῷ καταδῦναι)构成的同时性时间副词结构(意为“一旦/一……便……”),宾格代词 σε 用作该不定式的逻辑主语。
- 32.302καὶ ἦν ὁ ἄνθρωπος μετανοῶν
由未完成过去时 ἦν 与现在分词 μετανοῶν 构成的迂说法(periphrastic imperfect),相比一般的未完成过去时动词,更加突出了他在余生中持之以恒、反复悔改的状态与持续性。
