- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:32.297-32.299
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王子阐明异教的偶像崇拜源于英雄纪念雕像被鬼魔寄居利用的迷误,修达斯深受震动,幡然悔悟并决意归向真道。
αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σου καὶ ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῷ βίῳ; εἰπέ. τί δ’ ἂν εἴποις περὶ αὐτῶν, ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας; Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι.1 καταρχὰς μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν ἀγαλμάτων ἐξευρεῖν.
关于你那些智者和修辞家——上帝已使他们的智慧变为愚拙,他们实为魔鬼的辩护者——你自己能说出什么来呢?他们给人生留下了什么值得纪念之物?你说吧!除了荒谬、可耻,以及用辞藻的华美掩盖其恶臭宗教污泥的虚妄伎俩之外,关于他们你还能说什么呢?然而,即便在那些诗人当中,凡是能从那巨大的狂妄中略微抬起头来的,都说出了较切合真相的事实:所谓的诸神原本都是人;因为他们当中有的人曾统治地区和城邦,有的人在世上做过某些无关紧要的小事,以致世人受了迷惑,才将他们尊为神明。事实上,据记载最初是那个西鹿发明了雕像之类的事物。
τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἢ ἀνδρείας ἢ φιλίας, ἤ τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων. ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν· ἵν’ αὐτοὶ μὲν τῇ προσηγορίᾳ δοξάζοιντο ταύτῃ (ἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαι), αὐτοὺς δὲ οὓς ἠπατήκασιν εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ. ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῇ ἐκείνων ἀπάτῃ. ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην, καὶ θεὸν ὠνόμασε, βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι,2 ἕως ἐλθὼν ὁ Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος ὁ τοῦ παντὸς ποιητής, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καί, πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ὁ δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης ὁ λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχῳ καταπλαγείς, ἀφωνίᾳ συνείχετο. ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος (ἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ ὁ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσῄει μετάμελος), καὶ τῆς τῶν εἰδώλων πλάνης καταγνούς, τῷ φέγγει τῆς εὐσεβείας προσέδραμε. καὶ τὸ ἀπ’ ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο.3 τότε μὲν γὰρ ἐν μέσῳ τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάλῃ τῇ φωνῇ ἐβόησεν·
据说,他在远古时期曾为那些因勇敢、友谊或其他英勇事迹而留下值得纪念之功绩的人,立雕像和石柱以示尊崇。但后来的人不明先辈的本意——即仅仅是为了纪念才为行了可称赞之事的人树立雕像与石柱——在始作俑者魔鬼的操弄下渐渐误入歧途,竟将这些与自己同受患难、必朽坏的人当作不死的神明来依附,并为他们构想出祭祀与奠酒;而魔鬼显然寄居在木雕偶像之中,将尊崇与祭品引向了自身。因此,那些魔鬼便诱使那些不愿承认上帝之人把它们视作神灵,这出于两个缘由:其一是为了使它们自己借此名号得荣耀(因为它们充满骄狂,乐于受人如神一般尊奉);其二则是为了将它们所蒙蔽的人拖入为它们预备的永不熄灭的烈火之中。由此,因见世人已彻底屈服于它们的谎言,它们便教导世人各样不法与可耻的行径。世人既走到了这一罪恶的顶峰,陷于昏昧之中,便各自为自己的私情与私欲立起石柱,并称之为神,因着迷误而变得可憎,更因所敬拜之物的荒唐而越发可憎;直到主借着怜悯的心肠降临,将我们这些信靠他的人从这险恶而毁灭性的迷妄中救赎出来,并教导了真正的神圣真知。因为除他以外别无拯救,无论在天上还是在地上,除了他这位独一的万有创造者、用大能的言语托住万有者之外,再没有别的神。正如经上所言:“诸天藉耶和华的命而造,万象藉他口中的气而成”;又言:“万物是藉着他造的;凡被造的,没有一样不是藉着他造的。”修达斯听了这些话,见这番话充满了神授的智慧,犹如被雷声震慑一般,顿时哑口无言。但他终于艰难地意识到自己的悲惨境地(因为拯救之道触动了他心灵那昏蒙的眼睛,对往昔行径的极大懊悔涌上心头),痛斥了偶像的迷妄,奔向了敬虔的光芒。从此之后,他彻底脱离了邪恶的生活方式,同可耻的情欲与巫术展开了决绝的争战,其势正如他此前与它们结盟时那样深切。那时,他站在议会中央,当着高坐于前的国王,大声呼喊道:
- 32.297διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι
介词 διά 与带冠词的不定式 τό ... ἄρξαι ... ποιῆσαι 结合表示原因,其后连接不定式 καλέσαι;该不定式的逻辑主语是受格短语 πλανηθέντας τοὺς ἀνθρώπους,整体作为动词 εἶπον 所引出的间接引语的一部分。
- 32.299βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι
紧随形容词 βδελυκτοί 及比较级 βδελυκτότεροι 之后的属格 τῆς πλάνης 与 τῆς ἀτοπίας 并非表示比较对象,而是表示原因或由来的属格(“因其迷妄而可憎,因所崇拜之物的荒谬而越发可憎”)。
- 32.299τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο
此句为关联结构,副词性受格 τοσοῦτον(“如此程度”)与修饰 φιλίαν 的关系代词 ὅσην(“如同……那般大”)形成呼应,表示他对耻辱情欲与巫术作战的决绝程度,与此前与之交好的程度恰好相当。
