← 大马士革的圣约翰

巴兰和约萨法特

§32.293-32.296

福音神力流传与对传统宗教的反驳

修达斯质疑基督教仅由少数无名凡夫传布,不及由众贤哲确立、列王信奉的传统宗教;约萨法特反驳指出,福音虽无世俗依凭却借神能与奇迹传遍天下,正彰显了真理的大能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.293

Ἔφη δὲ πρὸς αὐτὸν ὁ Θευδᾶς· Ἰδοὺ φανερόν ἐστιν, ὅτι τὴν καθ’ ἡμᾶς θρησκείαν πολλοὶ καὶ μεγάλοι σοφοί, καὶ ἐξηγηταί, καὶ θαυμαστοὶ τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἐνομοθέτησαν, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ δυνάσται ὡς καλὴν καὶ μηδὲν σφαλερὸν ἔχουσαν ἐδέξαντο, τὴν δὲ τῶν Γαλιλαίων ἄγροικοί τινες, πτωχοί τε καὶ εὐτελεῖς ἐκήρυξαν ἄνδρες, καὶ αὐτοὶ εὐαρίθμητοι καὶ μὴ τῶν δώδεκα τὸ μέτρον ὑπερβαίνοντες. πῶς οὖν τῶν ὀλίγων, ἀσήμων τε καὶ ἀγροίκων, τὸ κήρυγμα προτιμητέον τῆς τῶν πολλῶν καὶ μεγάλων καὶ σοφίᾳ τοσαύτῃ λαμψάντων νομοθεσίας; τίς δὲ ἡ ἀπόδειξις τούτους ἀληθεύειν, κἀκείνους ψεύδεσθαι; Αὖθις οὖν ὁ τοῦ βασιλέως υἱὸς ἀπεκρίνατο· Τάχα, Θευδᾶ, ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας ἀκούων1 καὶ ἀσύνετος μένων, μᾶλλον δὲ ἀσπὶς βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι2 φωνῆς ἐπᾳδόντων. καλῶς οὖν ὁ προφήτης εἶπε περὶ σοῦ· εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ σὺ δυνήσῃ εὖ ποιῆσαι μεμαθηκὼς κακά. μωρὲ καὶ τυφλέ, πῶς οὐκ ἄγει σε εἰς αἴσθησιν ἡ τῆς ἀληθείας ἰσχύς;

修达斯对他说:“看哪,显而易见的是,我们的宗教是由许多伟大贤哲、诠释者,以及在德行与知识上令人惊叹的人所立定的,地上的列王和掌权者都因其纯正且无任何危险而接纳了它;而加利利人的宗教,却是由一些粗鄙、贫困且卑微的人传扬的,而且他们人数稀少,不过十二人之数。那么,少数无名而粗鄙之人的宣讲,怎能胜过由如此多智慧闪耀的伟大人物所立定的法则呢?又有什么证据证明这些人说的是真话,而那些人说的却是假话呢?” 于是国王的儿子再次回答说:“修达斯啊,按俗话所说,你恐怕是‘听琴的驴子’,始终愚顽不化;或者更是一条‘塞住耳朵的蝰蛇’,不肯听行法术者的声音。先知关于你说得真好:‘古实人岂能改变皮肤呢?豹岂能改变斑点呢?若能,习惯行恶的你也能行善了。’愚蠢而瞎眼的人啊,真理的力量怎能不唤醒你的灵知呢?

§32.294

τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρὰ σου σεβάσματα, παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παρ’ ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει3 τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον· ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα. εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ ὁ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι· νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν ʽεἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοὖ, τί ἂν εἴποις, ἢ4 θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, ἠλαττοῦτο καὶ ἐξησθένει. Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Περὶ ὑμῶν ταῦτα εἴρηκεν ὁ Προφήτης τῶν ὑπασπιστῶν τῆς εἰδωλομανίας. μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ ὁ τόπος ὑμῶν, ἀλλ̓, ὡς ἐκλείπει καπνός, ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. περὶ δὲ τῆς Εὐαγγελικῆς θεογνωσίας εἶπεν ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. καί· Σὺ κατ’ ἀρχάς, Κύριε, φησὶν αὖθις ὁ ψαλμῳδός, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις· καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ παρουσίας, οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, οἱ πάντας ἑλκύσαντες τοῦ βυθοῦ τῆς ἀπάτης, οὓς ὁ εὐτελὴς σύ, καὶ δοῦλος ὄντως τῆς ἁμαρτίας, ἐξευτελίζεις, ἔλαμψαν σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ὡς ἥλιος ἐν τῷ κόσμῳ, τυφλοῖς τὸ φῶς δωρούμενοι, κωφοῖς τὸ ἀκούειν, χωλοῖς τὸ περιπατεῖν, νεκροῖς τὸ ζῆν χαριζόμενοι. αἱ σκιαὶ γὰρ αὐτῶν μόναι πάντα τὰ πάθη τῶν ἀνθρώπων ἐθεράπευον. δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς, οὐ μόνον τῶν ἀνθρωπίνων ἀπήλαυνον σωμάτων, ἀλλὰ καὶ αὐτῆς ἐδίωκον τῆς οἰκουμένης, τῷ τοῦ σταυροῦ σημείῳ, δι’ οὗ πᾶσαν μὲν ἠφάνισαν μαγείαν πᾶσαν δὲ φαρμακείαν ἀνενέργητον ἔδειξαν. καὶ ἐκεῖνοι μέν, οὕτως τὴν ἀνθρωπίνην ἰασάμενοι ἀσθένειαν τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τὴν κτίσιν πᾶσαν καινουργήσαντες, ὡς τῆς ἀληθείας κήρυκες θαυμάζονται παρὰ πάντων εἰκότως τῶν εὐ φρονούντων. τί δὲ ὃ

因为正是这一事实——你那些可憎的崇拜之物受到许多因智慧受人钦佩之人的称赞,并得到许多君王的巩固,而福音的宣道却是由少数微不足道的人所宣扬——恰恰彰显出我们敬虔之道的坚强,以及你们邪恶教条的脆弱与毁灭性。因为你们的宗教,纵然拥有明哲的辩护士与强大的庇护者,却仍在熄灭与衰竭;而敬虔之道,虽未获得任何人间的援助,却比太阳更为耀眼夺目,充溢了整个世界。假若它是经由修辞家与哲学家阐发,并有君王与统治者作为同工,你这恶人本可借口说这一切皆是出于人力的作为;但如今,看到神圣的福音是由卑微的渔夫所写就,受尽一切暴君的迫害,其后却席卷了普天下——因为‘它的声音传遍全地,它的言语传到地极’——除却承认这是属神且不可战胜的大能,为了人类的得救而印证自身的作为之外,你还能说什么呢?愚顽的人啊,要证明你方说谎而我方属实,你还要寻求什么比上述更有力的证据呢?若非你的一切全系谎言与虚妄,在拥有如此巨大的人间权势之时,就决不至于衰微凌夷。正如先知所言:‘我见过恶人大有势力,高高竖立,如同黎巴嫩的香柏树;我走过,看哪,他已不在了;我寻找他,却寻不着他的住处。’先知针对你们这些偶像狂热的卫道士所说的正是这些话。再过片刻,就必寻不见你们的居所;你们要消逝,如烟云消散,如蜡在火前熔化。然而关于福音中的神圣真知,主曾说:‘天地要废去,我的话却绝不废去。’诗人也再次说道:‘主啊,你起初立了地的根基,诸天也是你手的工作;它们都要灭没,你却长存;它们都要如衣服渐渐旧了,你要将它们如同外袍卷起,它们就要改变;惟有你永不改变,你的年数没有穷尽。’ 而那些基督降世的神圣使者、普世的智慧渔夫、将众人从虚妄深渊中打捞出来的人——你这微贱且沦为罪恶真正奴仆的人竟藐视他们——借着神迹、奇事与各样异能,在世上如同烈日般普照,赐盲者以光明,赐聋者以听觉,赐瘸者以行走,赐死者以复生。单是他们的影子便医治了人们的一切疾病。至于你们视若神明而敬畏的鬼魔,他们不仅将其从人体内赶出,更借着十字架的标记将之彻底驱逐出整个世界;他们借此粉碎了一切巫术,彰显了一切邪术的无能。那些人因着基督的大能如此医治了人性的软弱,更新了整个受造界,理所当然受到一切心智健全之人的钦仰,视之为真理的宣讲者。然而你所……”

语法注4 条
  1. 32.293ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας ἀκούων

    短语 τὸ τοῦ λόγου 是惯用作插入成分的副词性格位(状语性宾格),意为“正如俗话所说”。此处引用了古希腊著名谚语 ὄνος λύρας ἀκούει(“听琴的驴子”,比喻对高雅之物毫无领悟力之人),句中与 ὄνος εἶ 及现在分词 ἀκούων 连用。

  2. 32.293τοῦ μὴ ἀκοῦσαι

    带定冠词属格的否定不定式 τοῦ μὴ ἀκοῦσαι 表否定目的(“为了不听见”/“免得听见”),因袭了《诗篇》58:5–6中塞耳不听法术声音之聋蝰蛇的经文意象。

  3. 32.294τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι ... δεικνύει

    句子的语法主语是中性指示代词 τοῦτο αὐτό,后接与之同格的带冠词不定式短语(τὸ ... ἐπαινεῖσθαι ... τὸ δὲ ... κηρυχθῆναι),主句谓语动词为 δεικνύει。骨干结构为:“正是这一事实,即……受称赞而……被传扬,彰显了……”。

  4. 32.295τί ἂν εἴποις, ἢ

    连词 ἢ 与疑问代词 τί 呼应,表示排除性比较(“除……之外,你还能说什么”),在功能上等同于 ἀλλ’ ἤ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:32.293-32.296