- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:31.290-31.293
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲话者捍卫了基督道成肉身与受难的奥秘,借由太阳与烈火的比喻论证神性未受丝毫损害却提升了人性,并严厉斥责异教偶像崇拜,宣告基督徒的永恒至福。
Ἐγὼ δὲ τῷ Θεῷ μου λατρεύσω, καὶ αὐτῷ θύσω ὅλον ἐμαυτόν, τῷ Θεῷ τῷ κτίστῃ καὶ προνοητῇ τῶν ἁπάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα τῶν φώτων ἐν Πνεύματι Ἁγίῳ, δι’ οὗ ἐξηγοράσθημεν τῆς πικρᾶς δουλείας ἐν τῷ αἵματι αὐτοῦ. εἰ μὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς, οὐκ ἂν ἡμεῖς τῆς υἱοθεσίας ἠξιώθημεν. ἐταπεινώθη γοῦν δι’ ἡμᾶς, οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα,1 ἀλλ’ ὃ ἦν διέμεινε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ὡμίλησε τοῖς ἀνθρώποις, ἀνῆλθεν ἐν τῷ σταυρῷ τῇ σαρκὶ αὐτοῦ, ἐτέθη τάφῳ ἐπὶ τρισὶν ἡμέραις, κατῆλθεν ἐν τῷ ᾅδῃ, καὶ ἐξήγαγεν οὓς κατεῖχε δεσμίους ὁ δεινὸς κοσμοκράτωρ πεπραμένους ὑπὸ τῆς ἁμαρτίας. τίς οὖν ἐγένετο βλάβη αὐτῷ ἐκ τούτων, ὅ τι χλευάζειν δοκεῖς; οὐχ ὁρᾷς τὸν ἥλιον τοῦτον, πόσοις καταπέμπει τὴν ἀκτῖνα τόποις ἀχρήστοις καὶ ῥυπαροῖς; πόσα ἐπιβλέπει σώματα νεκρῶν ὀδωδότα;
“然而,我要事奉我的神,并向他献上我的全身,事奉那万物的创造者与护理者之神,借着我们盼望的所在——我们的主耶稣基督;正是借着他,我们在圣灵中得以亲近众光之父;也是借着他,我们藉着他的宝血从痛苦的奴役中被赎回。因为若非他降卑自己直至取了奴仆的形体,我们绝不配蒙恩获得儿子的名分。他确然为我们降卑,并不将神性看作强夺之物,反而存留其本来所是,取了其本非所是,与人类交游,在肉身中登上十字架,在坟墓中安息了三日,降入阴间,领出了被可怖的现世统治者幽禁、被罪恶所变卖的俘虏。那么,因着这些你自以为可以嗤笑的事,他受了何等损害呢?你难道看不见这太阳,它向多少无用而污秽的场所投射光芒?俯视着多少散发恶臭的死人尸身?
μή τις αὐτῷ προστρίβεται μῶμος; οὐ τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ ἢ βλάβην ὅλως ὑφίσταται; Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ’ ὁ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾅδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειν.2 ἔνθεν τοι καὶ ἀπαθῶς προσομιλεῖ τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ· ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων· πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην. διὸ καὶ κέκραγεν ὁ προφήτης· Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη. καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου.3 τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης· τοῦτον βέλτιον σέβεσθαι ἢ τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι· μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον. οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακοπαθήσωσιν, ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς ἀτελευτήτου καὶ θείας μακαριότητος.
可曾有任何污点玷染于它?它岂不是反而烤干并敛束了那些污秽腐朽之物,照亮了幽暗之所,而自身却全然无损,不沾染丝毫污秽吗?火又如何呢?当它将冰冷而黑黢黢的铁吸纳于自身之中时,岂不是使之通体化为烈焰灼灼之物吗?它可曾沾染了铁的分毫属性?当铁被铁锤敲打捶击之时,火可曾受了痛苦,或遭受了丝毫损伤?因此,若是连这些被造而必朽之物,依其本性尚且不至因与卑贱之物的交通而受害,你这愚顽且心如铁石之人,究竟凭何理由竟敢嗤笑我所说的:神的儿子与道,丝毫没有偏离父的荣耀,而是原本的神,为了人类的拯救而取了人的肉身,为要叫人类分享属神且具理智的本性,并将我们的本质从阴间的地府深处引领出来,赋予其属天的荣耀;又为要借着取了肉身诱捕这现世幽暗的统治者,将其制服,并使我们的族类摆脱其暴虐统治?正因如此,他以不可受苦的方式临在十字架的受难中,彰显出他的神人二性:因为作为人,他被钉十字架;作为神,他使太阳变黑,震动大地,并从坟墓中唤醒许多沉睡的遗骸;再者,作为人他死去,而作为神,他劫掠阴间后复活。因此先知也曾呼喊说:‘阴间在下方遇见你,便觉苦毒。’阴间确然尝到了苦毒并遭到了戏弄,因为它本以为所接纳的不过是个凡夫,却迎面撞上了神,刹那间变得空空如也,反沦为阶下囚。因此他作为神复活,并升入从未离开过的诸天之上。他将我们那微贱、在万物中最缺乏灵性、忘恩负义且受尽凌辱的人性,提升得超越万有,并安设在荣耀的宝座上,闪耀着不朽的荣耀。那么,道与神自身由此蒙受了何等损害,以致你竟毫不脸红地出言亵渎呢?又如何呢?承认这些事,并敬奉这样一位良善且仁爱世人的神——他吩咐公义,诫命自制,订立纯洁,教导施怜,赐予信心,传扬和平,他被称为且实为真理本身、仁爱本身、至善本身——敬奉这样一位神,难道不比敬奉你那些充满私欲与邪恶、无论在行事上还是在名号上都令人不齿的神明好得多吗?你们有祸了,你们这些比顽石还要坚硬、比无理性的禽兽还要冥顽的人,灭亡之子,黑暗的承受者!然而我和所有的基督徒却是有福的,因为我们拥有一位良善且仁爱世人的神。事奉他的人,纵然在今生承受片刻的苦楚,却必在无穷无尽且属神的至福国度中,收获那不朽的赏报之果。”
- 31.290οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα
显然化用了《腓立比书》2:6(οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ)。该分词短语修饰主句动词 ἐταπεινώθη 的主语,表明基督甘愿虚己倒空,而不把与神同等的地位当作强夺不舍之物。
- 31.291ἐλευθερώσειν
破格句(anacoluthon):通过连词 καί 与前面的目的从句(ἵνα ... χειρώσηται)相连,但形式上却使用了将来时不定式,而非预期的虚拟式(ἐλευθερώσῃ)。这既可能是抄写讹误(ἐλευθερώσῃ 的音误转写),也可能是句法转变为表达目的或预定结果的不定式结构。
- 31.292δόξης ἀποστίλβουσαν ἀθανάτου
现在分词阴性宾格单数 ἀποστίλβουσαν 修饰的不是紧邻的阳性属格 θρόνου,而是前面的宾格宾语 τὴν φύσιν ἡμῶν(“我们的人性”)。这一间隔置位(hyperbaton)生动刻画了被提升至荣耀宝座上的人性正闪耀着不朽的荣光。
