← 大马士革的圣约翰

巴兰和约萨法特

§31.287-31.289

偶像崇拜的愚昧与对异教诸神的抨击

约阿萨夫痛斥泰乌达斯,揭露敬拜偶像的荒谬:偶像不过是连自身都无法保护的无生命材料,异教诸神只不过是人类情欲与恶习的神格化产物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.287

οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς ἀνθρωπίνης ἔργα; λίθον γὰρ λαξεύσαντες ἢ ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε· εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἢ ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι. τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα· τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον ὁ Θεὸς ἐδημιούργησε. καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν γὰρ οἶδε τὸν τρέφοντα· σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δι’ οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δι’ οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας1 καὶ χαμόθεν ὑψώσας ἐφ’ ὑψηλοῦ μετεώρισας· εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα.

你们跪拜人手所造的死木偶像,难道不感到羞耻吗?你们凿石构木,便称之为神;接着从牛群中牵出最健美的公牛,或是随便挑出另一种最体面的牲畜,愚不可及地向这死气沉沉的崇拜物献祭。这祭牲比你的崇拜物更为尊贵;因为木偶是人造的,而动物是神所造的。这无理性的走兽,比你这有理性的人不知聪明多少!因为它还认得喂养它的人;而你却无视了神——正是借着他,你才得以从无中受造成人,因着他你才存活并得保守——你竟将不久前还亲眼目睹被铁器敲打、被火焚烧熔炼、被铁锤捶打之物唤作神,你给它镀上金银,将它从地上高高立起;然后你俯伏在地,倒得比卑下的石头还要低贱,敬拜的不是神,而是你亲手所造那毫无生气的死物。

§31.288

μᾶλλον δὲ οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον. πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον. ὁ μὲν γὰρ λίθινος θρύπτεται, ὁ δὲ ὀστράκινος κατάγνυται, ὁ χαλκοῦς ἰοῦται, ὁ χρυσοῦς καὶ ὁ ἀργυροῦς χωνεύεται. ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης. οὐχ ἡ θεότης γὰρ αὐτοῖς, ἀλλ’ ἡ ὕλη τὴν πολυτέλειαν δίδωσι. Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ ἀκίνητος πῶς ὀνομάζεται θεός; ἢ οὐχ ὁρᾷς ὅτι ὁ μὲν ἑστὼς οὐδέποτε καθέζεται, ὁ δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν. τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα. ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ. ταῦτα πολλῆς ἐστι μανίας. πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν. καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ἢ ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι· ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ’ ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες. τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου ἢ τοῦ τέκτονος ἢ τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες. εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου.2 ᾧ γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ.3 καὶ εἰ μὲν ἀργυροῦς ἢ χρυσοῦς ἔσται, ἐπιμελῶς φυλάσσεται· ἐὰν δὲ ᾖ λίθινος ἢ πήλινος, ἢ ἄλλης τινὸς τοιαύτης εὐτελεστέρας ὕλης, ἑαυτὸν φυλάσσει· ἰσχυρότερος γὰρ ἴσως ἐστὶν ὁ πήλινος τοῦ χρυσοῦ καθ’ ὑμᾶς. Οὐκ εἰκότως ἐστὶν ὑμᾶς τοὺς ἄφρονας, τυφλοὺς καὶ ἀσυνέτους, δικαίως καταγελᾶσθαι, μᾶλλον δὲ πενθεῖσθαι; μανίας γὰρ τὰ ἔργα ὑμῶν, οὐκ εὐσεβείας ἐστίν. ὁ μὲν γὰρ πόλεμον ἀσκήσας, στρατιωτικῆς ἀντίμιμον ἰδέας ξόανον ἱδρύσας, ἐκάλεσεν Ἄρην· ὁ δὲ γυναικομανοῦς ἐπιθυμίας τὴν ψυχὴν ἀνατυπωσάμενος, ἐθεοποίησε τὸ πάθος, Ἀφροδίτην προσαγορεύσας. ἄλλος, τῆς ἑαυτοῦ φιλοινίας ἕνεκεν, ἔπλασεν εἴδωλον, ὅπερ ἐκάλεσε Διόνυσον. ὁμοίως δὲ καὶ τῶν ἄλλων κακῶν ἐπιθυμηταὶ τῶν ἰδίων παθῶν ἕστησαν εἴδωλα· τὰ πάθη γὰρ αὐτῶν θεοὺς ὠνόμασαν. καὶ διὰ τοῦτο παρὰ τοῖς αὐτῶν βωμοῖς ἡδυπαθεῖς εἰσιν ὀρχήσεις, πορνικῶν ἀσμάτων ἦχοι καὶ μανιώδεις ὁρμαί. τίς δὲ αὐτῶν καθεξῆς τὴν βδελυρὰν ἐξείποι πρᾶξιν; τίς ἀνέξεται, τὰς ἐκείνων αἰσχρολογίας καταλέγων, τὸ ἑαυτοῦ μολῦναι στόμα; ἀλλὰ πᾶσι δῆλα, κἂν ἡμεῖς σιωπῶμεν. ταῦτά σου τὰ σεβάσματα, Θευδᾶ τῶν ξοάνων σου ἀναισθητότερε, τούτοις με ἐπιτρέπεις προσκυνεῖν, ταῦτα σέβεσθαι. τῆς σῆς ὄντως κακουργίας καὶ ἀσυνέτου γνώμης ἡ βουλή· ἀλλ’ ὅμοιος αὐτῶν γένοιο, σύ τε καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.

甚而至于,将这偶像称作死的也未必公允。因为从未活过的东西,怎能算作死的呢?倒不如为它另造一个新名,才配得上这等狂妄昏乱。石造的会风化崩解,陶土的会破碎,青铜的会生锈,金银造的则会被熔解。不仅如此,你的神明甚至还会被变卖,有的极贱,有的则极贵。赋予它们昂贵价值的不是神性,而是材料。可谁能买神?谁又能卖神?不会动弹的神怎能称为神?难道你看不见站着的永不坐下,坐着的永不起立吗?感到羞耻吧,愚昧之人!捂住你的嘴巴,你这称赞此类事物的狂顽之徒!因你远离了真理,被虚妄的形象所迷惑,塑造雕像,并将神的名号冠在你亲手所造之物上。醒醒吧,可怜之人,要明白你比你所造出的神年长。这些全是大癫大狂之事。你身为人类,却说服自己说能够造出神来。这怎么可能发生呢?因此你所造的绝不是神,不过是人或某种走兽的形骸,既无舌头,又无咽喉,既无大脑,也没有任何脏腑;因此它既不是人的肖像,也不是走兽的肖像,而是彻头彻尾的废物,满溢着虚妄。那么,你为何还要奉承毫无知觉之物?为何还要伺候这纹丝不动且毫无益处的东西?若没有石匠、木匠或铁匠的手艺,你连神都不会有。若没有守卫坐在旁边看护,你早就丢失了你的神。一整座满是蠢人的繁华城邑常将其当作神明而向其祈求得蒙保守,旁边却得留着几个守卫看管,免得它被人盗走。若它是金银所造,便受严密看守;若是石造或陶土所造,或是某种诸如此类的低贱材料所制,它便能守护自己——在你们看来,大概泥土造的比黄金造的更为强劲吧。你们这些愚妄、瞎眼且冥顽不灵之人,理当遭人嘲弄,甚或遭人哀悼,这难道不合情合理吗?因你们的行径乃是出于癫狂,而非出于虔敬。习练战事之人立起模仿武士姿态的木像,便称之为阿瑞斯;因沉溺女色而使灵魂受浸染的人,将那情欲奉为神明,称之为阿佛洛狄忒。另有人因自身嗜酒,塑造偶像称之为狄奥尼索斯。同样,贪图其他恶事之人,也都立起了各自情欲的偶像;因他们将自己的情欲唤作神明。正是由于这个缘故,在他们的祭坛边才有放荡的舞蹈、淫靡的歌声与狂乱的冲动。谁能逐一说尽他们令人作呕的恶行?谁又耐得住枚举他们那些污言秽语来玷污自己的口舌?然而,即便我们保持沉默,这在众人面前也是昭然若揭的。这些就是你所敬奉之物,泰乌达斯啊,你比你的木偶像还要愚钝麻木;你竟然劝我去跪拜这些、尊崇这些。这主意确然出自你的恶毒与愚妄心智;愿你,以及凡倚靠它们的人,都变得与它们一模一样!”

语法注3 条
  1. 31.287ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας

    动词 περιτίθημι(披上、镀上)在此接双宾格,分别表示被装饰的对象与所施加的材料。关系代词 ὃν 为指代偶像的宾格,ἄργυρον καὶ χρυσόν 则作为施加装饰材料的第二宾格。

  2. 31.288ἀπώλεσας ἂν τὸν θεόν σου

    直陈式过去时(不定过去时)加 ἄν 构成过去反事实条件句的结论句(与过去事实相反的假想)。与条件从句 εἰ μὴ φύλακες παρεκάθηντο(未完成过去时)相呼应,表示“若无守卫在旁守候,你早就丢弃/失去了你的神”。

  3. 31.288ᾧ γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ

    此句为关系从句(ᾧ...)先置于指示代词(τούτῳ)之前的倒装结构。与格 ᾧ 依存于动词 εὔχεται,作为祈祷的对象;被动不定词 διαφυλαχθῆναι 表示祈求的内容(“蒙其保佑”)。主句中与格 τούτῳ 则依附于不及物动词 παραμένουσι(“留守于其身旁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:31.287-31.289