← 大马士革的圣约翰

巴兰和约萨法特

§31.283-31.286

恶魔的溃败与约萨法特对泰乌达斯的驳斥

邪灵向泰乌达斯承认其被十字架的大能所击败,国王遂携泰乌达斯前去见约阿萨夫。当泰乌达斯试图劝诱约阿萨夫重归偶像崇拜时,约阿萨夫借由对比独一真神的荣耀与偶像的邪恶,予以了猛烈驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.283

Πάλιν οὖν ἀθυμία κατέσχε τὸν βασιλέα· πάλιν ἀπελέγετο ὅλην αὐτοῦ τὴν ζωήν, καὶ δεινὰ στρέφων ἐν ἑαυτῷ εἰς τὸ ἴδιον ἀπῄει παλάτιον. τὰ δὲ παρὰ τοῦ Θευδᾶ ἀποσταλέντα τῆς πονηρίας πνεύματα κατὰ τοῦ θείου παιδός, ἐπανελθόντα πρὸς αὐτόν, κατῃσχυμμένα τὴν ἧτταν ἀνωμολόγει, καίτοι φιλοψευδῆ ὄντα· σύμβολα γὰρ σαφῆ τῆς ἥττης ἔφερον ἐπὶ τῆς πονηρᾶς αὐτῶν ὄψεως. ὁ δέ, Καὶ οὕτω, φησίν, ἀσθενεῖς ὑμεῖς καὶ ταλαίπωροι, ὡς ἑνὸς μειρακίου μὴ περιγενέσθαι; τότε τὰ πονηρὰ πνεύματα, θείᾳ δυνάμει τιμωρούμενα, εἰς φῶς ἄκοντα τὴν ἀλήθειαν ἦγεν, Οὐχ ὑπομένομεν, λέγοντα, οὐδὲ ἀντοφθαλμῆσαι ὅλως τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ συμβόλῳ τοῦ πάθους αὐτοῦ, ὃν σταυρὸν καλοῦσιν. ἐκείνου γὰρ τυπουμένου, φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοι πάντες οἱ τοῦ ἀέρος ἄρχοντες καὶ κοσμοκράτορες τοῦ σκότους, πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι.1 ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες δεινῶς ἐταράξαμεν· ὁ δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ’ ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο. μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δι’ οὗ καὶ τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ὁ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο. καὶ δὴ παρ’ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ2 ἐπικληθεὶς αὖθις ὁ Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο. καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ. οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα. Ὁ δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι· Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν· νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια, κἀκείνης πεῖραν ληψόμεθα· ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν. Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, ὁ βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ. καὶ καθίσας λόγους ἐκίνησεν ὁ βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ. ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, ὁ Θευδᾶς ἔφη· Τί κατέγνως, ὦ Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παρ’ αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ὁ ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν ὁ τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν. Ἄκουσον, ὦ πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δι’ ἧς ὁ κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον, οὗπερ καὶ ἡ πυρὶ καὶ θείῳ κατακαυθεῖσα πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε.3 τί χλευάζειν ἐπιχειρεῖς τὸ τῆς σωτηρίας κήρυγμα, δι’ ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δι᾽ ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δι’ ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, ᾧ παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, δι’ οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δι’ οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, ἢ δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν ἡ δόξα καὶ ὁ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, ἃ περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμονίας ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ,

于是,沮丧再次笼罩了国王;他再次对自己的整个人生感到绝望,心中翻腾着可怕的思绪,退回了自己的宫殿。而泰乌达斯派去对付那圣洁青年的邪恶之灵回到了他那里,虽好说谎言,却满面羞愧地承认了失败;因为在他们邪恶的面貌上带有战败的明显印记。泰乌达斯说道:“你们竟软弱凄惨到这等地步,连一个年轻人都无法制伏吗?”那时,邪灵因着神圣的权能受惩,身不由己地道出了实情,说:“我们根本无法忍受正视基督的权能,以及他们称之为十字架的那受难的记号。因为当那记号被画出时,甚至尚未画完,我们这些空中的一切掌权者和幽暗世界的统治者,便竭尽全力逃窜溃退; 因此,当我们扑向这青年时,虽重重地扰乱了他;但他呼求基督作为同盟,又以十字架的记号全副武装自己,便愤怒地驱逐了我们,保全了自身的安稳。于是我们不敢怠慢,找到了一个工具(女人),我们的君王昔日也曾借着这工具与那初造之人攀谈并制伏了他。确然,我们也本可将这青年的虚妄希望化为乌有,无奈他又再次呼求基督作为同盟,基督以上头忿怒的烈火焚烧我们,令我们仓皇逃窜。我们便决定不再接近他了。”就这样,邪灵向泰乌达斯清清楚楚地告知了所发生的一切。国王四面受困,再次召来泰乌达斯,说道:“至智者啊,我们照你所定的主意行尽了一切,却未得丝毫益处;如今,若你还留有别的计策, 我们也当试上一试;或许我能找到某种摆脱厄运的办法。”泰乌达斯请求与王子交谈,国王便在清晨带着他一同前去探望儿子。国王坐定后便开口说话,因着王子的忤逆与固执心志而斥责他、责备他。然而王子再次坚称前言,高呼没有任何事物能胜过基督的爱,泰乌达斯便走上前来说道:“约阿萨夫啊,你为何定罪我们不朽的神明,以致离弃对它们的敬拜,又如此惹动你父王忿怒,使自己为通国百姓所憎恶?你的生命难道不是出于它们吗?难道不是它们垂听了你父亲的祈祷,救他脱离无嗣的束缚,才将你赐给你父亲的吗?”这在罪恶中老朽之人抛出许多荒谬之词与无益之见,又编造一套套关于福音宣讲的诡辩推论,妄图一方面嘲弄福音,另一方面坚固偶像的事物;这时,那属于上头国度的儿子、主所支搭而非人所支搭之城邑的公民,稍作停顿,对泰乌达斯说道:“听着,你这迷误的深渊,比伸手可触之黑暗更阴沉者,巴比伦的遗种,哈兰尼塔工程的孽种——天下因那工程而陷于混乱——愚顽而可悲的老人啊,甚至那被烈火与硫磺焚毁的五座城邑,在其罪孽上都比你还要轻微!你为何企图嘲弄救恩的宣讲?借着〔这救恩〕,幽暗的事物得了光照,迷途之人寻得了道路,沉沦且受惨重俘虏之人蒙了招回。告诉我,敬奉全能的神,连同独生子与圣灵,敬奉非被造且不朽的神,善的本源与泉源——他的大能无与伦比,他的荣耀难以测度,千千万万的天使与天庭军旅侍立于他面前,天地都充满了他的荣耀,万物由他从无中被造而出,全宇宙由他托住、维系并以其眷顾统理——敬奉这位神,与敬奉毁灭性的魔鬼及无生命的偶像相比,究竟哪一样更好?后者的荣耀与称赞乃是通奸、奸童以及其他不法的行径,正如在你们迷信的书卷中关于你们神明所记载的那样。你们这些可悲之人,无休止之烈火的吞噬物,宛如迦勒底一族之人,难道不感到羞耻吗?”

语法注3 条
  1. 31.283φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοι ... πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι

    动词 φθάνω 与分词(φεύγοντές τε καὶ διωθούμενοι)连用,构成表示“先于……做某事/抢先……”的习惯句式。后接时间从句 πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι(在它完全被画完之前),生动表现了魔鬼甚至在十字架记号尚未完全成形之前就已竭力溃退的惶恐情状。

  2. 31.284καὶ δὴ παρ’ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ̓

    成语 παρ’ οὐδὲν τίθεμαι(视若无物、化为乌有)与 ἄν 及不定过去时直陈式 ἐθέμεθα 连用,构成与过去事实相反的虚拟语气主句。后文以转折连词 ἀλλά(然而……)接续,表达“我们本可将青年的希望化为乌有,然而(因着基督的介入而未能得逞)”。

  3. 31.286οὗπερ καὶ ἡ πυρὶ καὶ θείῳ κατακαυθεῖσα πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε

    关系代词 οὗπερ 指代先行词泰乌达斯,充当比较级形容词 ἐλαφροτέρα(更轻微的、更易忍受的)所要求的比较属格(化用马太福音11:24等经文典故)。与格 τοῖς ἁμαρτήμασι 为限定与格(在罪孽方面):“就罪孽而言,甚至那被烈火与硫磺焚毁的五城比他还要更轻微的那个(泰乌达斯)啊”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:31.283-31.286