← 大马士革的圣约翰

巴兰和约萨法特

§30.274-30.276

公主以归信为名向约阿萨夫求婚的试探

魔鬼利用王子的纯真同情与传教热忱,借被俘公主施加婚姻的诱惑;公主以归信为条件要求与他结合,并援引圣经经文试图说服他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.274

τῆς πατρίδος ἅμα καὶ δόξης ἐστερῆσθαι. πρὸς τούτοις καὶ λογισμοὺς ὑποσπείρει τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι.1 Ταῦτα δὲ πάντα μηχαναὶ ἦσαν τοῦ δολίου δράκοντος. οὕτω γὰρ τὴν ψυχὴν διατεθεὶς ὁ τοῦ βασιλέως υἱὸς καὶ μηδένα λογισμὸν ῥυπαρὸν ἢ ἔρωτα ἐμπαθῆ βλέπων ἐν ἑαυτῷ πρὸς τὴν κόρην σαλευόμενον, ἀλλ’ ἢ2 μόνον συμπάθειαν καὶ ἔλεος τῆς τε συμφορᾶς καὶ τῆς ψυχικῆς ἀπωλείας, οὐκ ᾔδει δαιμονικὴν εἶναι μηχανὴν τὸ πρᾶγμα· ὄντως γὰρ σκότος ἐστὶν ἐκεῖνος καὶ τὸ φῶς ὑποκρίνεται. ὡς γὰρ ὁμιλεῖν ἤρξατο τῇ κόρῃ ὁ τοῦ βασιλέως υἱὸς καὶ τὰ τῆς θεογνωσίας αὐτῇ προσλαλεῖν λόγια, Σύνες, λέγων, ὦ γύναι, τὸν ζῶντα εἰς τοὺς αἰῶνας Θεόν, καὶ μὴ τῇ πλάνῃ ταύτῃ τῶν εἰδώλων καταφθαρῇς, ἀλλὰ τὸν Δεσπότην ἐπίγνωθι καὶ δημιουργὸν τοῦδε τοῦ παντός, καὶ μακαρία ἔσῃ νυμφευθεῖσα τῷ ἀθανάτῳ νυμφίῳ· πολλὰ δὲ τοιαῦτα νουθετοῦντος αὐτοῦ, εὐθὺς τὸ πονηρὸν πνεῦμα ὑπαγορεύει τῇ γυναικὶ τὰ τῆς ἀπάτης ὑφαπλῶσαι θήρατρα καὶ πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῷ γενάρχῃ πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτῳ ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας. Ὡς γὰρ ἤκουσεν ἡ κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν· ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῷ πονηρῷ γενομένη, καί φησιν· Εἰ τῆς ἐμῆς, ὦ δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῇ τῷ Θεῷ σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρῴοις μου θεοῖς ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ,3 μέχρι τελευταίας αὐτῷ λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψῃ τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς.

同时被剥夺了祖国与荣耀。除此之外,他还暗中播撒念头,要使她脱离对偶像的狂热而成为基督徒。然而这一切都是狡诈之龙的诡计。因为国王之子的心灵既然存着这样的状态,又见自己内心对那少女并未激起丝毫污秽的念头或情欲的爱恋,而唯有对她的灾祸与灵魂沉沦的同情与怜悯,便不知这原是魔鬼的奸计;因为那恶者实为黑暗,却伪装作光明。当国王之子开始与少女交谈,向她宣讲认识神的言语,说道:“妇人哪,你要领悟那活到永世的神,不要因偶像的这等错谬而灭亡,却要认识这万有的主宰与造物主,若许配给那不死的新郎,你便有福了。” 当他作了许多诸如此类的劝诫时,那恶灵立刻唆使这女子铺展欺骗的圈套,将那蒙神所爱的灵魂拖向情欲的深坑,正如他昔日借着夏娃对人类始祖所做的一样——呜呼!他悲惨地将始祖逐出乐园并与神隔绝,使其沦为受死权约束之人,以此取代那蒙福而不死的生命。少女听了那些充满一切智慧的言语,因愚顽不化而未能领会;反而仿佛成了那恶者的舌头与口,给出如此的回应,说道:“我主啊,你若顾念我的拯救,并热切渴望将我领向你的神并拯救我卑微的灵魂,你自己也请应允我一个请求;我便立刻与我父辈的一切神明断绝关系,归顺于你的神,侍奉他直到最后一息,而你也必得着我得救并归向神的赏赐。”

§30.276

Τοῦ δέ, Τίς ἡ ἀξίωσις, ὦ γύναι; εἰπόντος, ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίᾳ, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω. Ὁ δέ, Μάτην, φησίν, ὦ γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν· τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι· μολῦναι δὲ τὸ σῶμά μου δι’ αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον. Ἡ δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῷ καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγῃ σύ, ὁ πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων· ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῇ πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι τῶν καθ’ ὑμᾶς βιβλίων, Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι; καὶ, Ἃ ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, γάμῳ συναφθῆναι

及至他问道:“妇人哪,所求何事?”她便将姿态、眼神、声音乃至整个自身都整饬得极尽蛊惑之态,说道:“请与我在婚姻的连结中共结连理,我便欣然遵从你的吩咐。” 他便说:“妇人哪,你向我提出如此苛刻的要求实属徒然;我固然极力顾念你的拯救,渴望将你从沉沦的深渊中拉出;然而藉由可耻的结合玷污我的身体,对我而言沉重无比且绝无可能。” 她却为他将整个道路铺平熨贴,说道:“你这充满一切智慧之人,为何口出此言?为何将这事称为玷污并可耻的结合?我也并非未曾涉猎基督教的书卷;我在自己的祖国曾翻阅许多典籍,亦曾听许多与我交谈的基督徒讲说。难道在你们的一部书卷中不曾写着:‘婚姻当受尊重,床也不可污秽’?又有:‘与其欲火攻心,倒不如嫁娶为妙’?还有:‘神所配合的,人不可分开’?难道古时的一切义人、列祖与先知,不都曾结为婚姻……”

语法注3 条
  1. 30.274τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι

    冠词加不定式的属格结构(τοῦ + 不定式)在此作同位语性或解释性属格,用以具体说明前行动词宾语 λογισμούς(“念头、心思”)的内容。虽然 τοῦ + 不定式有时可表目的,但此处上下文明确显示,“使她脱离偶像狂热并成为基督徒”正是恶魔所播撒之“念头”的实质内容。

  2. 30.274ἀλλ’ ἢ

    短语 ἀλλʼ ἤ 是表示“除……之外(别无)”的固定惯用表达。它与前文的否定词 μηδένα(“没有任何……”)相呼应,相当于 πλήν 或 εἰ μή,构成排他性的限定结构,强调王子心中除了同情与怜悯之外,绝无任何情欲的萌动。

  3. 30.275ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ

    动词 ἀποτάσσομαι(“弃绝、告别”)与 συντάσσομαι(“联合、归顺”)的对照使用,巧妙地借用了早期教会洗礼仪式中弃绝撒但与归顺基督的标准术语。异教公主借此基督宗教入教礼仪的专门词汇,向王子表达自己准备斩断旧信仰并完全归服于其信仰的决心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:30.274-30.276