- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:30.271-30.273
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约萨法特通过痛哭祈祷、禁食与整夜守夜抵御了肉欲妄念的猛烈侵袭,蒙获属天安慰而击退恶念。受挫的恶灵遂施展更狡诈的伎俩,潜入一位身为俘虏的王女心中,企图以其才智与高贵门第诱惑青年。
Ἡ δὲ καθαρὰ ἐκείνη ψυχὴ τῆς προσβολῆς αἰσθομένη τοῦ πονηροῦ, καὶ τὸν πόλεμον ὁρῶσα τῶν ἀτόπων λογισμῶν ἐπ’ αὐτὴν σφοδρῶς ἐρχόμενον, διεταράττετο· καὶ λύσιν εὑρεῖν τοῦ τοσούτου κακοῦ ἐπεζήτει, καθαρόν τε ἑαυτὸν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τῷ βορβόρῳ τῶν παθῶν καταχρᾶναι τὴν ἁγίαν ἐκείνην στολήν, ἣν αὐτὸν ἡ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο χάρις.1 εὐθὺς οὖν ἔρωτι ἀνθίστησιν ἔρωτα, τῷ ἀκολάστῳ τὸν θεϊκόν, καὶ εἰς μνήμην ἄγει ἑαυτὸν τῆς ὡραιότητος ἐκείνης καὶ ἀνεκλαλήτου δόξης Χριστοῦ τοῦ ἀθανάτου νυμφίου τῶν καθαρωτάτων ψυχῶν, καὶ τοῦ νυμφῶνος ἐκείνου καὶ γάμου, οὗπερ ἐλεεινῶς ἐκβάλλονται οἱ τὸν νυμφικὸν σπιλώσαντες χιτῶνα, δεδεμένοι χεῖρας καὶ πόδας,2 εἰς τὸ ἐξώτερον σκότος. ταῦτα λογισάμενος καὶ σύνδακρυς γενόμενος, ἔτυπτε τὸ στῆθος, οἷα κακοὺς κηφῆνας τοὺς πονηροὺς ἐκεῖθεν λογισμοὺς φυγαδεύων. εἶτα διαναστὰς καὶ χεῖρας εἰς οὐρανὸν διάρας, θερμοῖς δάκρυσι καὶ στεναγμοῖς τὸν Θεὸν ἐπεκαλεῖτο πρὸς συμμαχίαν, καὶ ἔλεγε· Κύριε παντοκράτορ, ὁ μόνος δυνατὸς καὶ οἰκτίρμων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ τῶν ἀβοηθήτων βοήθεια, μνήσθητί μου τοῦ ἀχρείου σου δούλου ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ ἱλέῳ μοι ἐπίβλεψον ὄμματι, καὶ ῥῦσαι ἀπὸ ῥομφαίας δαιμονικῆς τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· καὶ μὴ ἐάσῃς ἐμπεσεῖν με εἰς χεῖρας ἐχθρῶν μου, μηδὲ ἐπιχαρείησάν μοι οἱ μισοῦντές με· καὶ μὴ ἐγκαταλίπῃς με καταφθαρῆναι ἐν ἀνομίαις, καὶ καθυβρίσαι μου τὸ σῶμα ὅπερ ἁγνόν σοι παραστῆσαι ἐπηγγειλάμην. σὲ γὰρ ποθῶ, καὶ σοὶ προσκυνῶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. καὶ ἐπειπὼν τὸ ἀμήν, θείας ᾔσθετο παρακλήσεως οὐρανόθεν αὐτῷ ἐπιφοιτησάσης, καὶ οἱ πονηροὶ ὑπεχώρουν λογισμοί· αὐτὸς δὲ μέχρι πρωΐας εὐχόμενος διετέλεσε. καὶ γνοὺς τὰ μηχανήματα τοῦ δολίου, ἤρξατο ἐπὶ πλεῖον πιέζειν τὸ σῶμα τροφῆς ἐνδείᾳ καὶ δίψῃ, καὶ τῇ ἄλλῃ ταλαιπωρίᾳ, ὁλονύκτους μὲν ἐπιτελῶν στάσεις, ἑαυτὸν δὲ ἀναμιμνήσκων τῶν πρὸς τὸν Θεὸν ὁμολογιῶν, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἐκεῖθεν τῶν δικαίων λαμπρότητα, τὴν ἠπειλημένην τε τοῖς φαύλοις γέενναν ἀνιστορῶν ἐναργέστατα· ὅπως μή, ἀργὴν καὶ ἄνετον ὁ ἐχθρὸς εὑρὼν τὴν ψυχήν, λογισμοὺς αὐτῇ πονηροὺς ῥᾳδίως ὑποσπείρῃ, καὶ τὸ καθαρὸν ἐπιθολώσῃ τῆς διανοίας.
然而,那纯洁的灵魂觉察到恶者的侵袭,见妄念的交战猛烈地临到自己身上,便惶恐不安;他极力寻求化解这般大恶的办法,好使自己纯洁地献于基督,而不致以激情的污泥玷污圣洗之恩典为他穿上的那件圣洁之袍。于是,他立刻以爱抵御爱,以属神的爱抗衡放纵之爱,让自己忆起那至纯之灵魂的不死新郎基督的华美与无可言喻的荣耀,以及那婚宴的内室与婚礼——凡玷污了礼服的人,都被捆缚手脚,可怜地逐出其外,扔进幽暗的黑暗中。他思及这些,潸然泪下,捶打胸膛,宛如驱逐害人的雄蜂一般,将那些恶念从心中逐出。随后他站起身来,举手向天,带着滚烫的泪水与呻吟向神呼求援助,说道:“全能的主啊,唯一全能且怜悯的主,绝望者的希望,无助者的救援,求你在此时顾念你无用的仆人,以慈爱的目光垂顾我,救我的灵魂脱离魔鬼的刀剑,救我唯一的性命脱离犬类之手;求你不要容我落在仇敌手中,也不要让恨我的人向我夸胜;求你不要弃绝我,使我毁灭于不法之中,也不要任我玷污我曾许诺要贞洁地献于你的身体。因为我渴慕你,并敬拜你——父、子与圣灵,从现今直到永远,世世无穷。”当他说完“阿们”,便感到属天的安慰从天降临于他,恶念随即退去;他便继续祈祷直至早晨。他既识破了诡诈者的奸计,便开始以缺食、忍渴以及其他严酷克己更进一步压服身体,整夜站立守夜,提醒自己对神所作的许诺,并在心思中勾勒彼处义人的荣耀,极其逼真地呈现向恶人预言的地狱刑罚;免得仇敌见灵魂闲暇散漫,便轻易播下恶念,污浊了理智的纯洁。
πάντοθεν τοίνυν ὁ ἐχθρὸς ἐξαπορηθείς, καὶ παντελῶς ἀπαγορεύσας ἑλεῖν τὸν γενναῖον, ἑτέραν ἔρχεται ὁ δεινὸς ἀπάτην ποικιλωτέραν, ὁ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ τεχνάζεσθαι καὶ βλάπτειν οὐδαμῶς ἀπολείπων. εἰς ἔργον γὰρ ἀγαγεῖν τὰ ἐντεταλμένα αὐτῷ παρὰ τοῦ Θευδᾶ μυρία γέγονε σπουδή. καὶ οὕτω πάλιν τὰ φάρμακα ἀρτύει. Μίαν γὰρ ὑπεισελθὼν τῶν νεανίδων ἐκείνων, ἥτις πασῶν ἦν εὐμορφοτάτη, θυγάτηρ οὖσα βασιλέως, καὶ αἰχμάλωτος τῆς ἰδίας ἀλλοτριωθεῖσα πατρίδος, τῷ βασιλεῖ δὲ Ἀβενὴρ ὡς μέγιστόν τι προσαχθεῖσα δῶρον, ἥν, ὡς πάνυ ὡραιοτάτην οὖσαν, εἰς ὄλισθον καὶ ὑποσκελισμὸν τοῦ υἱοῦ ὁ πατὴρ ἦν ἀποστείλας, ταύτην ὁ ἀπατεὼν ὑπεισέρχεται, καὶ λόγους αὐτῇ ὑποτίθησι, πάνυ τὸ σοφὸν καὶ συνετὸν ἐμφαίνοντας τοῦ ταύτης λογισμοῦ. πάντα γὰρ τὰ πρὸς κακίαν μηχανήματα ῥᾳδίως ὁ πονηρὸς μετέρχεται. εἶτα, τῷ τοῦ βασιλέως υἱῷ ἐκ δεξιᾶς προσπεσών, φίλτρον ἐντίθησιν αὐτῷ τῆς κόρης, διὰ τὸ νουνεχὲς δῆθεν αὐτῆς καὶ κόσμιον, καὶ διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς3
于是仇敌四面受挫,完全绝望于征服这位英勇之人,这狡黠可怕之辈——他始终邪恶,绝不休止于施展诡计与加害于人——便转向另一场更为多样的欺瞒。因为将泰乌达斯交付他的差事付诸实行,已成为他极大的关切。于是他再次调配毒药。因他潜入那些年轻女子中的一人——她是一切女子中最貌美者,本是国王之女,沦为俘虏而背井离乡,作为极其贵重的礼物进献给阿伯内尔国王,父亲因见她绝美,便将她遣去使儿子跌倒绊脚——那欺诈者便潜入她心中,授意她说出全然显出其心思明智而通达的话语。因为恶者能轻易运用一切导向邪恶的伎俩。随后,他从右侧向国王之子发起攻击,假借那少女所谓通达明理与端庄,并因她如此高贵且出于王室血统,便将对她的爱恋植入他心中
- 30.271ἣν αὐτὸν ἡ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο χάρις
动词 ἀμφιέννυμι(给……穿衣)支配双宾格(分别表示人与衣物)。在此处,人称代词 αὐτόν 与指代先行词 τὴν ἁγίαν ἐκείνην στολήν 的关系代词 ἣν 均作 ἠμφιάσατο 的宾格补足语。
- 30.271δεδεμένοι χεῖρας καὶ πόδας
在被动分词 δεδεμένοι 之后,χεῖρας καὶ πόδας 充当“关系宾格”(限制性宾格)。这亦可视为主动句 δέω τινὰ τὰς χεῖρας(捆绑某人的手)在被动态转化时,表示身体部位的宾格得以保留的结构。
- 30.273διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς
介词 διά 后接中性单数宾格冠词 τό,按常规预期为带冠词的不定式结构(如 διὰ τὸ εἶναι),但此处句式转入表示逻辑主语的宾格分词短语(εὐγενῆ [阴性单数宾格] ... οὖσαν)。分词 οὖσαν 支配的 βασιλικῆς ... σειρᾶς 为表示出身或属性的属格。
