- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:30.277-30.279
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
少女引用圣经先例与权宜之计,劝诱王子与她共度一夜;魔鬼趁机挑起剧烈的欲火,陷于苦痛的王子遂转而向神呼求拯救。
αἱ Γραφαὶ διδάσκουσιν ὑμῶν; οὐ Πέτρον ἐκεῖνον, ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, γαμετὴν γέγραπται ἐσχηκέναι;1 τίσιν οὖν αὐτὸς πειθόμενος μολυσμὸν τοῦτο καλεῖς; πάνυ μοι δοκεῖς, δέσποτα, τῆς ἀληθείας τῶν δογμάτων ὑμῶν ἀποπλανᾶσθαι. Ὁ δέ, Ναί, φησίν, ὦ γύναι· οὕτως ἔχει ταῦτα πάντα καθὼς εἴρηκας. ἐφεῖται γὰρ τοῖς βουλομένοις γάμῳ κοινωνεῖν· ἀλλ’ οὐ τοῖς ἅπαξ ἐπαγγελλομένοις τῷ Χριστῷ παρθενεύειν. ἐγὼ γάρ, ἐξότε τῷ λουτρῷ ἐκαθαρίσθην τοῦ θείου βαπτίσματος, τῶν τῆς νεότητος καὶ ἀγνοίας μου πταισμάτων καθαρὸν ἐμαυτὸν παραστῆσαι τῷ Χριστῷ συνεταξάμην· καὶ πῶς τὰ ὡμολογημένα Θεῷ διαλῦσαι τολμήσω; Ἔφη δὲ αὖθις ἡ γυνή· Ἔστω καὶ τοῦτό σου τὸ θέλημα, καθὼς βούλοιο. ἄλλην δὲ μικράν τινα καὶ οὐδαμινὴν πλήρωσον ἐπιθυμίαν μου, εἴπερ ὄντως ἐν ἀληθείᾳ τὴν ψυχήν μου θέλεις σῶσαι. συγγενοῦ μοι ταύτῃ τῇ νυκτὶ καὶ μόνον, καὶ τοῦ σοῦ κατατρυφῆσαί με κάλλους ποίησον, τῆς ἐμῆς τε αὐτὸς ἐμπλήσθητι ὡραιότητος. καὶ λόγον σοι δίδωμι, ἅμα πρωῒ Χριστιανὴν γενέσθαι καὶ πᾶσαν ἐκφυγεῖν τὴν τῶν θεῶν μου λατρείαν. καὶ ἔσται σοι οὐ μόνον συγγνώμη ἕνεκεν τῆς οἰκονομίας ταύτης, ἀλλὰ καὶ δωρεῶν ἀντάμειψις παρὰ τῷ Θεῷ σου ἕνεκα τῆς ἐμῆς σωτηρίας· Χαρὰ γάρ, φησὶν ἡ Γραφή σου, γίνεται ἐν οὐρανῷ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. εἰ οὖν χαρὰ γίνεται ἐν οὐρανῷ δι’ ἐπιστροφὴν ἁμαρτωλοῦ, τῷ προξένῳ τῆς ἐπιστροφῆς οὐ μέγας ἐποφείλεται μισθός; ναί, οὕτως ἔχει, καὶ μὴ ἀμφίβαλλε. οὐ πολλὰ δὲ καὶ οἱ ἀρχηγοὶ τῆς θρησκείας ὑμῶν ἀπόστολοι κατ’ οἰκονομίαν ἐποίουν, παραβαίνοντες ἔσθ’ ὅτε ἐντολήν ἕνεκα μείζονος ἐντολῆς; οὐ τὸν Παῦλον λέγεται περιτεμεῖν τὸν Τιμόθεον, ἕνεκα κρείττονος οἰκονομίας; καίτοι παράνομον Χριστιανοῖς ἡ περιτομὴ λελόγισται· ἀλλ’ ὅμως ἐκεῖνος οὐ παρῃτήσατο τοῦτο ποιῆσαι. καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις. εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον. καὶ ἐγὼ μὲν τελείᾳ σοι κοινωνίᾳ γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα· λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξῃ· ἀλλ̓, ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός. Οὕτω λέγουσα ʽκαὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, ᾧ καὶ τὰ ὦτα ὑπεῖχεν αὕτη κρυφίως· καὶ Γραφῶν ἔμπειρος ὁ λῃστὴς ἦν, ὁ τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλοσ̓, τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῷ περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν.
你们的经书难道不是这样教导的吗?难道不曾记载,连你们称为使徒之首的那位彼得也是娶了妻的吗?那么,你究竟是听信谁的话,才把这称为污秽呢?我主啊,在我看来,你显然完全偏离了你们教义的真谛。”他便说:“是的,妇人哪,这一切正如你所言。因为对于愿意的人,结为婚姻的契约是被允许的;但对于一旦向基督起誓保持童贞的人,却非如此。因为我自藉着神圣洗礼的洗涤被洁净以来,就已立誓使自己脱离年轻与无知时的过犯,将纯洁之身奉献给基督;我又怎敢废弃向神所立的誓约呢?”女子又说:“这也依你的心愿,照你所愿的便是。然而,你若真有心拯救我的灵魂,就请成全我另一个微小而不足道的愿望吧。只需在今夜与我同居,让我尽情享受你的美貌,你也饱尝我的姝丽。我向你保证,天一亮我便成为基督徒,彻底摒弃对我神明的一切敬奉。因着这番变通的权宜之计,你不仅能得蒙赦免,更会因我的得救而在你的神面前获得恩赐的奖赏;因为你的经书上说:‘因一个罪人悔改,在天上便有欢喜。’既然因着罪人的回心转意在天上便有欢喜,难道促成这回心转意的人不会得到厚报吗?正是如此,请勿怀疑。难道你们宗教的领袖使徒们,不也曾常常出于通达的权宜而行事,有时为了更大的诫命而违背某条诫命吗?难道不是相传保罗为了更优的通达权宜而给提摩太行了割礼吗?尽管割礼对基督徒而言已被视为不合律法,然而他却并未拒绝去行。在你的经书里你还能找到许多诸如此类的事。因此,你若真如自己所说寻求拯救我的灵魂,就请成全我这小小的愿望吧。我原本寻求在完全的婚姻连结中与你结合,既然这不合你的心意,我凡事顺从你的喜好,便不再勉强你;往后也请你切莫彻底鄙弃,只要听从我这仅有的一次,救我脱离迷信的错谬,你便拯救了我,此后你终其一生尽可行你所决意之事。”她如此说着——因为她背后有人指使,她暗中对其洗耳恭听;而那盗贼,即邪恶的真正缔造者与导师,深谙经书——她既说出这等言语并竭力谄媚,从左右两旁向他交织罗网与陷阱,便开始撼动他心灵的堡垒,松弛他立志的刚毅,使其意志变得软弱。
ὁ δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῷ2 παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως ἡ κόρη αὕτη διανῦσαι ἐπείγεται ἃ οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι. δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῷ· οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς. ταῦτα συλλαλήσας ὁ δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῷ Χριστοῦ στρατιώτῃ, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῷ. Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ τῇ τοῦ ἐχθροῦ ὑποβολῇ μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρίᾳ ψυχῆς ἅπαξ γυναικὶ συγγενέσθαι, στενάξας ἐν ἀπορίᾳ ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς ἐπ’ αὐτῷ πεποιθότας· Ἐπὶ σοί, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς· ἀλλὰ παράστηθί μοι ἐν τῇ
那邪恶的播种者与义人的仇敌见他的心动摇,便满心欢喜,立刻召集同来的邪恶诸灵,喊道:“你们看,这少女是如何急切地成全我们所未能成全之事!来吧,现在让我们猛烈地扑向他;因为我们再也找不到如此适宜的时机来遵行差遣我们者的旨意了。”那狡诈者与他的走狗们交谈了这些之后,便向基督的勇士发起攻击,扰乱了他灵魂的一切力量,向他暗中灌输对少女的可怕情欲,并在他心中燃起极度炽烈的欲火。他见自己剧烈燃烧并正沦为罪恶的俘虏,又见自己的思绪犹如把鱼饵套在鱼钩上一般,将少女的拯救与归向神强加于眼前的行径之上,并因仇敌那“为了拯救灵魂而与女子交合一次算不得罪过”的唆使而烦扰着他,便在心灵的困窘中发出深沉而凄切的叹息,立刻全心投入祈祷,眼中丰沛地涌出泪水的溪流,向那能够拯救信靠他之人者呼求道:“主啊,我投靠了你;求你使我永不蒙羞,也莫让我的仇敌嗤笑我这紧握你右手的人;求你在这……中援助我。”
- 30.277οὐ Πέτρον ἐκεῖνον, ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, γαμετὴν γέγραπται ἐσχηκέναι;
此处由无人称被动动词 γέγραπται(“记着说”)引出带不定式的宾格结构(Πέτρον ... ἐσχηκέναι,即“彼得娶了妻子”)。Πέτρον 作不定式 ἐσχηκέναι 的逻辑主语,而非与 γέγραπται 构成人称被动式的主格主语。
- 30.279καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ
两个宾格分词 περιτιθεμένους 与 ὀχλοῦντας 与 τοὺς λογισμοὺς αὐτοῦ 一致,均并列依存于句首的分词 Ὁρῶν(“看见自己正在燃烧……又见自己的心思正把……附着于其上,并且烦扰着他”)。其中插入的比喻 ὡς ἀγκίστρῳ δέλεαρ(“如鱼钩上的诱饵”)与诸多修饰成分拉长了整个结构,最终导向主句动词 συντείνει。
