- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:30.268-30.270
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
根据一位在幽闭中长大的王子初见女子便受其魅惑的寓言,国王派遣绝色女子诱惑约阿萨夫,术士泰乌达斯亦释放恶灵从内煽动其情欲。
Βασιλεύς τις παιδὸς ἀμοιρῶν ἄρρενος ἠνιᾶτο λίαν τὴν ψυχὴν ἀχθόμενος, καὶ ἀτύχημα τοῦτο οὐ μικρὸν λογιζόμενος. ἐν τούτοις οὖν αὐτῷ ὄντι γεννᾶται υἱός· καὶ χαρᾶς ἐπὶ τούτῳ τὴν καρδίαν ἐπεπλήρωτο ὁ βασιλεύς. εἶπον δὲ αὐτῷ οἱ τῶν ἰατρῶν ἐπιστήμονες, ὡς, εἰ ἐντὸς τῶν δώδεκα χρόνων ἥλιον ἢ πῦρ τὸ παιδίον τοῦτο ἴδοι, στερηθήσεται παντάπασι τοῦ φωτός· τοῦτο γὰρ ἡ τῶν ὀμμάτων αὐτοῦ θέσις δηλοῖ. ταῦτα τὸν βασιλέα ἀκούσαντα λέγεται οἰκίσκον ἀντρῶδες ἐκ πέτρας τινὸς λαξεῦσαι,1 κἀκεῖσε τὸν παῖδα μετὰ τῶν τιθηνούντων αὐτὸν κατακλείσαντα, μηδόλως, μέχρι συμπληρώσεως τῶν δώδεκα ἐνιαυτῶν, φωτὸς ὑποδεῖξαι μαρμαρυγὴν τὸ παράπαν. μετὰ δὲ τὴν συμπλήρωσιν τῶν δώδεκα ἐτῶν ἐξάγει τοῦ οἰκίσκου τὸν παῖδα μηδὲν ὅλως τοῦ κόσμου θεασάμενον, καὶ κελεύει ὁ βασιλεὺς πάντα κατὰ γένος παραστήσαντας ὑποδεῖξαι αὐτῷ, ἄνδρας μὲν ἐν ἑνὶ τόπῳ, ἀλλαχοῦ δὲ γυναῖκας, ἑτέρωθι χρυσόν, ἄργυρον, ἀλλαχόθεν μαργαρίτας τε καὶ λίθους πολυτελεῖς, ἱμάτια λαμπρὰ καὶ κόσμια, ἅρματα περικαλλῆ μετὰ ἵππων βασιλικῶν χρυσοχαλίνων σὺν τάπησιν ἁλουργοῖς, καὶ ἀναβάτας ἐπ’ αὐτοῖς ὁπλοφόρους, βουκόλιά τε βοῶν καὶ ποίμνια προβάτων. καί, ἁπλῶς εἰπεῖν, πάντα στοιχηδὸν ὑπεδείκνυον τῷ παιδί. πυνθανομένου δὲ αὐτοῦ τί τούτων ἕκαστον καλεῖται, οἱ τοῦ βασιλέως ὑπασπισταὶ καὶ δορυφόροι τὴν ἑκάστου κλῆσιν ἐδήλουν. ὡς δὲ τὴν κλῆσιν τῶν γυναικῶν ἤρετο μαθεῖν, τὸν σπαθάριον τοῦ βασιλέως χαριέντως εἰπεῖν, δαίμονας αὐτὰς καλεῖσθαι, αἳ τοὺς ἀνθρώπους πλανῶσιν. ἡ δὲ τοῦ παιδὸς καρδία τῷ ἐκείνων πόθῳ πλέον τῶν λοιπῶν ἐθέλχθη. ὡς οὖν, πάντα περιελθόντες, πρὸς τὸν βασιλέα ἐπανήγαγον αὐτόν, ἐπηρώτα ὁ βασιλεὺς τί ἀρεστὸν αὐτῷ τῶν ὁραθέντων ἐφάνη. Τί, φησὶν ὁ παῖς, ἀλλ’ ἢ οἱ δαίμονες ἐκεῖνοι,2 οἱ τοὺς ἀνθρώπους πλανῶντες; οὐδενὸς γὰρ τῶν ὀφθέντων μοι σήμερον, ἢ τῇ ἐκείνων φιλίᾳ ἐξεκαύθη μου ἡ ψυχή.3 καὶ ἐθαύμασεν ὁ βασιλεὺς ἐκεῖνος ἐπὶ τῷ ῥήματι τοῦ παιδός, καὶ οἷόν ἐστι τυραννικὸν χρῆμα γυναικῶν ἔρως. καὶ σὺ τοίνυν μὴ ἄλλως οἴου ὑποτάξαι σου τὸν υἱόν, ἢ τούτῳ δὴ τῷ τρόπῳ. Δέχεται τὸν λόγον ἀσμένως ὁ βασιλεύς. καὶ παράγονται αὐτῷ ἐξ ἐπιλογῆς κόραι ὡραῖαι καὶ περικαλλεῖς, ἃς καὶ κόσμῳ λαμπρύνας διαυγεῖ καὶ ὅλως πρὸς τὸ ἐπαγωγὸν εὐτρεπίσας, τοὺς μὲν θεράποντας καὶ ὑπηρέτας τοῦ υἱοῦ πάντας ἐκβάλλει τοῦ παλατίου, ἐκείνας δὲ ἀντικαθίστησιν. αὗται οὖν περιεφύοντο αὐτῷ, συνεπλέκοντο, πρὸς τὴν μυσαρὰν αὐτὸν συνουσίαν ἠρέθιζον, διὰ πάντων σχημάτων τε καὶ ῥημάτων ἐκκαλούμεναι πρὸς ἡδονήν. οὐκ εἶχεν ἑτέρῳ τινὶ προσβλέψαι ἢ ὁμιλῆσαι, ἢ συναριστῆσαι· αὗται γὰρ ἦσαν αὐτῷ πάντα.
有位国王膝下无子,内心极其忧伤痛苦,视此为不小的不幸。在他处于这般境遇时,得了一个儿子;国王的心因此充满了喜乐。然而通晓医术的人告诉他说,若此幼童在十二年内见到太阳或火,便将完全丧失光明;因他眼睛的情状表明了这一点。据说国王听闻此事后,便在某块岩石上凿出一间如洞穴般的居所,将孩子与其乳母们一同关锁于其中,直至十二年期满之前,绝不让他见到丝毫光芒。十二年期满之后,他将那对世间之物一无所见的少年带出居所,国王命人将万物分门别类陈列而向他展示:一处是男子,别处是女子,另一处是金银,又有一处是珍珠与贵重宝石,华美精巧的衣裳,带有金辔与紫红织毯的皇家御马与华丽车驾,以及其上全副武装的骑手,牛群与羊群。简而言之,他们井然有序地将一切展示给这少年看。当他询问这些各叫什么名字时,国王的侍从与近卫便道出各自的名称。当他询问女子叫什么名称时,国王的佩剑侍卫诙谐地说道,她们被称为迷惑世人的魔鬼。少年的心被对她们的渴望所吸引,甚于对其余一切。于是,在走遍全场后,他们将他带回国王面前,国王询问在所见之物中他最喜爱何者。少年说:“除了那些迷惑世人的魔鬼,还能有什么呢?因为在今日我所见的一切之中,我的灵魂并非因任何一样,而是唯独因对她们的情爱才如火燃烧。”那位国王对少年的话惊叹不已,更感叹女人的情爱竟是如此具有专制征服之力的事物。“因此,你也休想以别样的方法降服你的儿子,唯有借着这个途径。”国王欣然接受了这番进言。于是有人为他挑选了年轻绝美的处女带到御前,国王用光彩夺目的饰物打扮她们,使她们备显妖娆惑人,并将儿子的仆役侍从尽数逐出宫殿,换由她们侍奉。于是她们依附于他,与他纠缠,以种种姿态与言语引诱他享乐,挑动他行可憎的交合。他再没有别人可以注视、交谈或共进餐席;因为她们成了他的全部。
καὶ ταῦτα μὲν ὁ βασιλεὺς ἐποίει. Θευδᾶς δὲ πάλιν τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν σπήλαιον, καὶ εἰς τὰς βίβλους ἐγκύψας τὰς ταῦτα ἐνεργεῖν δυναμένας, καὶ ἓν τῶν πονηρῶν πνευμάτων καλέσας, εἰς πόλεμον ἐκπέμπει τοῦ στρατιώτου τῆς Χριστοῦ παρατάξεως· οὐκ εἰδὼς ὁ ἄθλιος οἷον ἔμελλε γέλωτα ὑποστῆναι καὶ αἰσχύνης πληροῦσθαι σὺν πάσῃ τῇ ὑπ’ αὐτὸν δαιμονικῇ φάλαγγι. τὸ δὲ πονηρὸν πνεῦμα, ἄλλα τε πονηρότερα συμπαραλαβὸν πνεύματα, τὸν κοιτῶνα καταλαμβάνει τοῦ γενναίου παιδός, καὶ ἐπιπίπτει αὐτῷ λαβρότατον ἀνάψαν τῆς σαρκὸς τὴν κάμινον. καὶ ὁ μὲν πονηρὸς ἔνδον ἀνέφλεγεν· αἱ δὲ τὴν ὄψιν εὐπρεπεῖς, τὴν δὲ ψυχὴν καὶ λίαν δυσειδεῖς, κόραι ἔξωθεν τὴν πονηρὰν ἐχορήγουν ὕλην.
国王行了这些事。然而泰乌达斯再次前往那邪恶的洞穴,潜心钻研那些能行此妖术的秘籍,召来一个恶灵,将其差遣去与基督阵营的勇士交战;这可怜之人并不知道,自己与其统领的整个魔军将要遭受何等嘲弄并饱尝何等羞辱。那恶灵又带了其他更凶顽的灵,潜入那尊贵少年的卧室,扑向他,将他肉体的熔炉煽动得炽热无比。恶灵在内里煽风点火;而那些外貌端庄美艳、灵魂却极度丑恶的少女们,则在外源源不断地供给罪恶的燃料。
- 30.268λέγεται οἰκίσκον ἀντρῶδες ἐκ πέτρας τινὸς λαξεῦσαι
由非人称动词 λέγεται 引出的带宾格的不定式结构(accusativus cum infinitivo)。前文 ταῦτα τὸν βασιλέα ἀκούσαντα 中的宾格主语 τὸν βασιλέα 充当不定式 λαξεῦσαι、后续分词 κατακλείσαντα 以及由 μηδόλως 修饰的不定式 ὑποδεῖξαι 的逻辑主语。此外,后文的 τὸν σπαθάριον ... εἰπεῖν 亦延续了这一受 λέγεται 统辖的间接引语结构。
- 30.269Τί, φησὶν ὁ παῖς, ἀλλ’ ἢ οἱ δαίμονες ἐκεῖνοι
疑问代词 Τί 与惯用搭配 ἀλλʼ ἤ(“除……之外”)相结合的句式。构成反问修辞:“除那些魔鬼之外,还能有什么呢?”,意在表达强烈的排他性肯定(“除了那些魔鬼之外,我什么也不喜欢”)。
- 30.269οὐδενὸς γὰρ τῶν ὀφθέντων μοι σήμερον, ἢ τῇ ἐκείνων φιλίᾳ ἐξεκαύθη μου ἡ ψυχή
由 οὐδενός ... ἢ ... 构成的相关对比结构。否定属格短语 οὐδενὸς τῶν ὀφθέντων(“并非因今日所见的任何事物之爱”)与接在连词 ἢ 后的与格短语 τῇ ἐκείνων φιλίᾳ(“而仅凭对她们的情爱”)相对照,构成“非因……而是唯独因……”的排他限定句意,两者共同由动词 ἐξεκαύθη 统摄。
