- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:29.265-29.268
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王遵从塞乌达斯的建议,举行了盛大的异教节日与献祭并重返旧俗,随后要求塞乌达斯解决王子归信基督的难题。塞乌达斯遂提议以绝色女子近身诱惑并派遣恶灵相助,以此击溃王子的坚守。
καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον· καὶ εὖ σοι γένηται. Οὕτω καυχησάμενος ὁ ἐν κακίᾳ δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας ʽσυμφθεγγέσθω γὰρ ἡμῖν ὁ Δαυΐδ̓, ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῷ πλησίον ποτίσας, συνεργίᾳ τῶν συμπαρομαρτούντων αὐτῷ πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι.1 ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας2 ἐν τῇ μυσαρᾷ πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζῴων ἀγόμενα. Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς ὁ βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῷα πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ τῆς τῶν ἀλόγων ζῴων φωνῆς, τῇ δὲ τῶν θυσιῶν κνίσῃ καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῇ νίκῃ τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῷ ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν ὁ βασιλεύς.
“……并且万事能顺理成章地推进,你就当装点这全民的节日,将诸神的恩眷如同坚固的兵甲一般披戴在身;如此,你便必得平安。”那在邪恶中自逞有力、终日思想奸恶之人(因为就让大卫与我们同声吧),正如以赛亚所言将浑浊的覆亡倾倒与邻舍饮用,他如此自夸之后,便借着与他相随的恶灵的协作,使王全然忘却了那些提醒他得救的念头,而重新谨守旧有的习俗。因此,王室文书四处颁发,命众人齐聚于他们可憎的盛会,便可见众人蜂拥而至,牛羊和各样牲畜亦被牵引而来。众人既已聚集,王便与行骗者塞乌达斯一同起身前往神庙,带去了一百二十头公牛和许多牲畜以供献祭。他们举行了他们那受咒诅的节期,以致全城都回荡着无知牲畜的鸣叫,空气本身亦被祭牲的油脂烟气所玷污。这些事既已如此办毕,邪恶之灵对塞乌达斯的胜利大加夸耀,庙宇的司事们亦向他称谢,王便再次返回王宫。
καί φησι τῷ Θευδᾷ· Ἰδοὺ δή, καθὰ ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῇ λαμπροφορίᾳ τῆς πανηγύρεως καὶ δαψιλείᾳ τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν· ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῷ ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον· εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῇ σῇ λοιπὸν σοφίᾳ τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι. εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι3 εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον. Ὁ Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῷ πονηρῷ, καὶ παρ’ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῷ γενόμενος, φησὶ πρὸς τὸν βασιλέα· Εἰ χειρώσασθαι τὸν σὸν βούλει υἱόν, καὶ κενὴν αὐτῷ τὴν ἔνστασιν θεῖναι, εὕρηταί μοι τέχνη πρὸς ἣν οὐδὲ ἀντέχειν δυνατὸς ἔσται, ἀλλὰ ῥᾷον μαλαχθήσεται ὁ ἀτεράμων καὶ ἀμείλικτος αὐτοῦ λογισμὸς ἢ κηρὸς πυρκαϊᾷ σφοδροτάτῃ ὁμιλήσας. ὁ δὲ βασιλεύς, τὸν μάταιον οὕτω διακενῆς φυσῶντα ἰδών, πρὸς ἡδονὴν εὐθὺς καὶ φαιδρότητα μετεβάλλετο, ἐλπίσας τὴν ἀκόλαστον ἐκείνην καὶ θρασεῖαν γλῶσσαν τῆς θεοδιδάκτου καὶ φιλοσοφίας γεμούσης περιγενέσθαι ψυχῆς. Καὶ τίς ἡ τέχνη μαθεῖν ἤρετο. τότε Θευδᾶς ὡσεὶ ξυρὸν ἠκονημένον ὑφαίνει τὸ κακούργημα καὶ δεινῶς ἀρτύει τὰ φάρμακα. καὶ ὅρα σόφισμα κακότεχνον καὶ ὑποβολὴν τοῦ πονηροῦ. Πάντας, φησίν, ὦ βασιλεῦ, τοὺς παρισταμένους τῷ υἱῷ σου καὶ ὑπηρετοῦντας μακρύνας ἀπ’ αὐτοῦ, γυναῖκας εὐειδεῖς καὶ λίαν περικαλλεῖς, καὶ κεκοσμημένας εἰς τὸ ἐπαγωγότερον, συνεῖναι αὐτῷ διηνεκῶς καὶ καθυπηρετεῖν, συνδιαιτᾶσθαί τε καὶ συναυλίζεσθαι, πρόσταξον. ἐγὼ δέ, τῶν πνευμάτων ἓν τῶν εἰς τὰ τοιαῦτά μοι τεταγμένων ἐπαποστείλας αὐτῷ, βιαιότερον τὸ τῆς ἡδονῆς πῦρ ἀνάψω. καὶ ἅμα τῷ συγγενέσθαι αὐτὸν4 μιᾷ καὶ μόνῃ τῶν τοιούτων γυναικῶν, εἰ μὴ πάντα ἕξει σοι κατὰ γνώμην, παροπτέος ἐγὼ τὸ λοιπόν σοι καὶ ἄχρηστος, καὶ τιμωριῶν μεγίστων, οὐ τιμῶν, ἄξιος.
王对塞乌达斯说:“看哪,正如你所吩咐的,在使节期光彩夺目以及牲祭丰盛方面,我们没有遗漏一丝殷勤。因此,现在正是履行诺言的时候,应当将我那背叛了我们所敬奉之神的儿子从基督徒的迷妄中搭救出来,使他与眷顾我们的诸神和解。因我用尽了一切手段,倾尽全力,却未曾寻得医治这祸患之策;反倒目睹他的意念胜过了一切。我若平心静气、温和地待他,便发现他全然不将我的话放在心上;我若严苛峻厉地待他,便见他反而愈加执迷不悟。如今,我将临到我身上的这场灾祸交托于你的智慧。因此,若借着你的帮助摆脱了这一灾难,我若能再次见到我儿同我一起敬奉我的诸神,并享受这享乐的生活与王国的欲求,我必为你立一座金像,并安排使你在未来的无穷岁月里受众人如同神明一般的尊崇。”于是塞乌达斯向恶者倾倒侧听之耳,并从恶者那里领受了险恶而毁灭性的计策,成了恶者的舌头和口舌,对王说道: “你若想制伏你儿,使他的抵抗化为乌有,我已觅得一法,是他绝无法抵挡的,他那坚不可摧、不为所动的意念,必比接触烈火的蜂蜡更容易融化。”王见这虚妄之人如此盲目自吹自擂,立刻转忧为喜,满面春风,指望那放荡狂妄的舌头能压倒那受神训诲且充满哲思的灵魂。王便询问这究竟是何妙法。彼时塞乌达斯便如磨快了的剃刀一般,编织起罪恶的罗网,阴险地调配着药剂。看哪,这是何等阴险的诡计与恶者的蛊惑!他说:“王啊,请将侍立在你儿身旁服侍他的所有人全都从他身边支开,下令让容貌端丽、极其娇艳且打扮得极具诱惑力的女人们,日夜伴随他左右并服侍他,与他同吃同住。而我将派遣受命专司此类勾当的恶灵中的一个去纠缠他,更猛烈地点燃情欲之火。只要他与这些女人中哪怕仅有一人有了苟合之欢,若一切不能如你所愿,此后我便任由你弃绝,成了无用之人,当受极刑而非荣耀。
οὐδὲν γὰρ ὡς ὄψις γυναικῶν ἐπάγεσθαι καὶ θέλγειν τοὺς ἀρρένων λογισμοὺς πέφυκε. καὶ ἄκουσον διηγήσεως τῷ ἐμῷ συμμαρτυρούσης ῥήματι.
因为按天性而言,再没有什么能像女人的美貌那样善于勾引并魅惑男人的心智了。请听一段印证我这番话的故事吧。”
- 29.265ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι
致使动词 πεποίηκε 统领带不定式的宾格结构(以 τὸν βασιλέα 为主语宾格,后接不定式 ἐπιλαθέσθαι 与 ἔχεσθαι)。此外,两个不定式各自支配属格补足语:ἐπιλαθέσθαι 支配属格 τῶν ... λογισμῶν,而中动态的 ἔχεσθαι(意为“执守、坚持”)支配属格 τῶν συνήθων。
- 29.265τοῦ συνελθεῖν πάντας
冠词性不定式属格 τοῦ συνελθεῖν 作为说明性或目的性属格,附属于前述王室诏书四处传达的分词分句,用以说明诏书的内容或目的。πάντας 则作为不定式 συνελθεῖν 的逻辑主语(主语对格)。
- 29.266ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι
θήσομαι(τίθημι 的中动态将来时)表示“我将安排/规定”,统领被动不定式 τιμᾶσθαι,其施事者由 παρὰ πάντων 表示。充当副词的中性复数宾格 ἴσα 支配与格 θεοῖς,意为“如同神明一般”。
- 29.267ἅμα τῷ συγγενέσθαι αὐτὸν
副词/介词 ἅμα 后接与格冠词性不定式(τῷ συγγενέσθαι),构成表示紧密承接的时间状语从句(“他一旦与……发生结合”)。αὐτὸν 为不定式的主语宾格,与格 μιᾷ καὶ μόνῃ ... 表示交往/结合的对象。
