← 大马士革的圣约翰

巴兰和约萨法特

§2.17-2.19

隐修士被逐与王子约阿沙法诞生

上帝的仆人陈述了弃绝尘世、归入属灵团契的决心,国王虽极为恼怒,但因起初的诺言与旧日情谊而免其死罪,将其驱逐。圣者返回旷野继续属灵争战;与此同时,沉溺异教祭礼的国王喜得容貌绝伦的幼子约阿沙法,并举行了盛大的全城祭祀与庆典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

Θεόν· ἐν οἷς οὐκ ἔστιν ἔρις ἢ φθόνος, λύπαι τε καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς ἡτοίμασεν ὁ Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην· τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων,1 καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ὑπαγορευθέντων, ὁ βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν. Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν· ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ’ ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα.2 ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω.

上帝:在他们当中既无纷争亦无嫉妒,既无悲叹亦无挂虑,众人皆奔跑在同一条赛道上,为要得着众光之父为爱祂之人所预备的永恒居所。我得了这些人作为父母、作为弟兄、作为朋友与知己;而对于我从前的亲友弟兄,我乃是‘远走逃避,寄居于旷野,等候那救我脱离沮丧与暴风的上帝’。当上帝的仆人如此适时而悦耳地陈述完毕时,国王固然为愤怒所激动,极欲严酷地折磨这位圣者,然而因敬畏其尊严与显著的美德,又犹豫退缩起来。于是他接过话头对圣者说道:“可怜的人啊,你处处图谋自取灭亡,仿佛被命运驱使向着这毁灭狂奔,同时磨砺了你的心志与舌头,由此发表了一通晦涩而虚妄的胡言乱语。若非我在谈话之初曾向你允诺将愤怒逐出会场,我现在早已把你的肉身付之一炬了。然而,既然你事先以那样的话语约束了我,看在昔日对你情谊的份上,我且容忍你的狂妄。起来吧,从此从我眼前消失,免得我再见到你并将你惨酷地处死。”

§2.18

Καὶ ἐξελθὼν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνεχώρησεν εἰς τὴν ἔρημον, λυπούμενος μὲν ὅτι οὐ μεμαρτύρηκε, μαρτυρῶν δὲ καθ’ ἡμέραν τῇ συνειδήσει καὶ ἀντιπαλαίων πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὡς φησὶν ὁ μακάριος Παῦλος. ἐκείνου μὲν οὖν ἀποδημήσαντος, πλέον ὁ βασιλεὺς ὀργισθεὶς διωγμὸν σφοδρότερον κατὰ τοῦ μοναχικοῦ ἐκμελετᾷ τάγματος, πλείονος δὲ τιμῆς τοὺς τῶν εἰδώλων ἀξιοῖ θεραπευτάς τε καὶ νεωκόρους. Ἐν τοιαύτῃ δὲ ὄντος τοῦ βασιλέως πλάνῃ δεινῇ καὶ ἀπάτῃ, γεννᾶται αὐτῷ παιδίον, πάνυ εὐμορφότατον, καὶ ἐξ αὐτῆς τῆς ἐπανθούσης αὐτῷ ὡραιότητος τὸ μέλλον προσημαῖνον. ἐλέγετο γὰρ μηδαμοῦ ἐν τῇ γῇ ἐκείνῃ τοιοῦτόν ποτε φανῆναι χαριέστατον καὶ περικαλλὲς παιδίον. χαρᾶς δὲ μεγίστης ἐπὶ τῇ γεννήσει τοῦ παιδὸς ὁ βασιλεὺς πλησθείς, τοῦτον μὲν Ἰωάσαφ ἐκάλεσεν, αὐτὸς δὲ πρὸς τοὺς εἰδωλικοὺς ναοὺς ἀνοήτως ἀπῄει τοῖς ἀνοητοτέροις αὐτῶν θεοῖς θύσων καὶ εὐχαριστηρίους ὕμνους ἀποδώσων, ἀγνοῶν τίς ὁ τῶν καλῶν ἁπάντων ἀληθῶς αἴτιος, πρὸς ὃν ἔδει τὴν πνευματικὴν ἀναφέρειν θυσίαν. ἐκεῖνος οὖν, τοῖς ἀψύχοις καὶ κωφοῖς τὴν αἰτίαν τῆς τοῦ παιδὸς γεννήσεως ἀνατιθείς, πανταχοῦ διέπεμπε συναγαγεῖν τὰ πλήθη εἰς τὰ τούτου γενέθλια· καὶ ἦν ἰδεῖν3 πάντας συρρέοντας τῷ φόβῳ τοῦ βασιλέως, ἐπαγομένους τε τὰ πρὸς τὴν θυσίαν εὐτρεπισμένα, ὡς ἑκάστῳ ἡ χεὶρ εὐπόρει καὶ ἡ πρὸς τὸν βασιλέα εὔνοια εἶχε. μάλιστα δὲ αὐτοὺς ἠρέθιζε πρὸς φιλοτιμίαν αὐτός, ταύρους καταθῦσαι φέρων ὅτι πλείστους καὶ εὐμεγέθεις, καὶ οὕτω πάνδημον ἑορτὴν τελέσας, πάντας ἐφιλοτιμεῖτο δώροις ὅσοι τε τῆς βουλῆς ἦσαν καὶ τῶν ἐν τέλει, καὶ ὅσοι περὶ τὸ στρατιωτικόν, ὅσοι τε τῶν εὐτελῶν καὶ ἀσήμων.

于是上帝的仆人退了出去,重返旷野,他一方面因未能殉道而悲伤,另一方面却每日在良心中作见证,正如福乐的保罗所说,同执政的、掌权的、管辖这幽暗世界的,以及属灵气的恶魔争战。他离去之后,国王更加恼怒,筹划对修道群体发起更严酷的迫害,却将更大的尊荣赋予偶像的侍奉者与庙祝。当国王深陷于这等可怕的错谬与欺瞒之际,他得了一个孩子,生得极其俊美,从其身上所绽放的美色便预兆着不凡的将来。人们都说在那片土地上从未出现过如此可爱而极具姿容的婴儿。国王因这孩子的降生而充满极大的喜悦,给他起名叫约阿沙法;国王自己却愚昧地前往偶像的庙宇,向那些比偶像更愚妄的假神献祭并献上感恩的颂歌,全然不知谁才是真正赐予一切福善的本源,不知当向谁献上属灵的祭物。于是,他将得子的缘由归于那些毫无生命与听觉的死物,传令四方召集民众前来庆祝婴儿的诞辰;由于畏惧国王,只见众人纷至沓来,各自依照手头的财力以及对国王的忠顺程度,携带着备好的祭物。国王本人更是极力激发他们的豪奢竞争之心,运来极多且极为硕大的公牛予以宰杀献祭;在如此举行了全民庆典之后,他向所有人慷慨赐予礼物,无论是议会成员、长官、军旅之士,还是微贱无名之辈,无一遗漏。

语法注3 条
  1. 2.17τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων

    此处将《七十士译本》诗篇第54篇第8节的引文(ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ)与前置的分离属格 τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν 在句法上融为一体,该属格短语作动词 ἐμάκρυνα(远离)所要求的起点/分离对象。

  2. 2.17εἰ μὴ κατ’ ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα

    混合时态的非真实条件句(与过去事实相反的条件引出与现在事实相反的结果)。条件从句使用不定过去时直说语气(εἰ μὴ ... ἐπηγγειλάμην),归结从句则使用 νῦν 加上 ἄν 与不定过去时直说语气(παρέδωκα),表示“若非(过去)允诺,我(现在)早已将你交出”。

  3. 2.18καὶ ἦν ἰδεῖν

    非人称结构,由 ἦν 加上不定词 ἰδεῖν 构成(相当于 ἔξεστιν 或 ἦν ἐξόν),表示“可以看见……”或“人们得见……”,表可能性的惯用句型。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:2.17-2.19