← 大马士革的圣约翰

巴兰和约萨法特

§29.262-29.264

术士塞乌达斯的召来与其夸口

异教庙宇司事因恐王离弃信仰,遂向隐于荒漠的术士塞乌达斯求援;塞乌达斯携邪灵入宫,向深陷惨败之痛的王夸口能够轻取加利利人的言论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.262

Κατ’ ἐκεῖνο δὲ καιροῦ πανήγυρις ἦν τῶν ψευδωνύμων θεῶν δημοτελὴς ἐν τῇ πόλει ἐκείνῃ· ἔδει δὲ τὸν βασιλέα παρεῖναι τῇ ἑορτῇ καὶ θυσιῶν δαψιλείᾳ ταύτην κοσμῆσαι. ἀλλ’ ἐδεδίεσαν οἱ νεωκόροι, ὁρῶντες αὐτὸν ἀμελῶς περὶ τὸ σέβας αὐτῶν καὶ χλιαρῶς διακείμενον, μή ποτε ἀμελήσειε τῆς ἐν τῷ ναῷ παρουσίας, καὶ στερηθεῖεν αὐτοὶ τῆς διδομένης αὐτοῖς βασιλικῆς δωρεᾶς καὶ τῶν λοιπῶν προσόδων.

彼时,那城中举行假神的全民节日庆典;王理应出席该节期,并以丰盛的祭品点缀庆典。但庙宇的司事们见他对他们的崇拜显得懈怠而冷淡,便唯恐他怠慢了在神庙中的临席,以致他们自己被剥夺王所赐的赏赐及其他进项。

§29.263

ἀναστάντες οὖν καταλαμβάνουσιν ἄντρον ἐν βαθυτάτῃ διακείμενον τῇ ἐρήμῳ, ἔνθα κατῴκει ἀνήρ τις μαγικαῖς σχολάζων τέχναις, καὶ τῆς εἰδωλικῆς πλάνης θερμότατος ὑπάρχων προασπιστής· Θευδᾶς ὄνομα αὐτῷ· ὃν καὶ ὁ βασιλεὺς ἐτίμα διαφερόντως, καὶ φίλον ἡγεῖτο καὶ διδάσκαλον, διὰ τῆς αὐτοῦ λέγων μαντείας εὐθενουμένην προκόπτειν τὴν αὐτοῦ βασιλείαν· ὡς εἰς αὐτὸν τοίνυν οἱ μὴ ἱερεῖς1 τῶν εἰδώλων ἀφικόμενοι τοῦτον εἰς βοήθειαν προσεκαλοῦντο, καὶ τὴν ἐγγινομένην τῷ βασιλεῖ τῶν θεῶν κατάγνωσιν δήλην ἐποίουν, οἷά τε ὁ τοῦ βασιλέως πεποιήκει υἱός, οἷα δὲ κατ’ αὐτῶν ὁ Ναχὼρ δεδημηγορήκει, καὶ ὡς, Εἰ μὴ αὐτός, φασίν, ἐλεύσῃ βοηθήσων ἡμῖν, πᾶσα ἐξέλιπεν ἐλπίς, πάντα ἀπόλωλε τὰ τῶν θεῶν σεβάσματα· σὺ γὰρ μόνος ἡμῖν ὑπελείφθης τῆς συμφορᾶς παραμύθιον, καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας ἐθέμεθα. Ἐκστρατεύει τοίνυν ὁ Θευδᾶς μετὰ τῆς συμπαρούσης αὐτῷ σατανικῆς στρατιᾶς, καὶ κατὰ τῆς ἀληθείας ὁπλίζεται, πολλὰ τῶν πονηρῶν πνευμάτων καλέσας, ἃ πρὸς τὰ φαῦλα συνεργεῖν οἶδε προθύμως, καὶ οἷς ἐκεῖνος ἀεὶ διακόνοις ἐχρῆτο· μεθ’ ὧν παραγίνεται πρὸς τὸν βασιλέα. Ὡς δὲ ἐμηνύθη τῷ βασιλεῖ ἡ ἄφιξις αὐτοῦ, καὶ εἰσῆλθε, ῥάβδον μὲν κατέχων βαϊνήν, μηλωταρίον δὲ περιεζωσμένος, ἀνέστη ὁ βασιλεὺς τοῦ θρόνου, καὶ τοῦτον προσυπαντήσας ἠσπάσατο, καὶ θρόνον ἐνεγκὼν πλησίον αὐτοῦ συνεδριάζειν πεποίηκεν. εἶτα λέγει Θευδᾶς τῷ βασιλεῖ· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, τῇ τῶν μεγίστων θεῶν εὐμενείᾳ σκεπόμενος. ἤκουσα γὰρ ἀγῶνά σε μέγαν ἀγωνίσασθαι κατὰ τῶν Γαλιλαίων καὶ λαμπροτάτοις διαδήμασι νίκης καταστεφθῆναι. διὸ ἐλήλυθα, ἵνα εὐχαριστήριον ἑορτὴν ὁμοῦ τελέσωμεν, νεανίσκους τε ὡραίους καὶ κόρας εὐόπτους τοῖς ἀθανάτοις θεοῖς καταθύσωμεν, ταύρους τε ἑκατὸν καὶ ζῷα τούτοις πλεῖστα προσενέγκωμεν, ὡς ἂν ἔχοιμεν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς συμμάχους ἀηττήτους, ὅλον ἡμῖν τὸν Βίον ἐξομαλίζοντας. Πρὸς ταῦτα ὁ βασιλεύς, Οὐ νενικήκαμεν, ἔφη, ὦ πρεσβύτα· οὐ νενικήκαμεν, ἀλλ’ ἀνὰ κράτος μᾶλλον ἡττήμεθα. οἱ γὰρ ὑπὲρ ἡμῶν καθ’ ἡμῶν ἐξαίφνης γεγόνασι. παράβακχόν τε καὶ μανικὴν καὶ ἀσθενῆ τὴν ἡμετέραν εὑρόντες παράταξιν, τέλεον ταύτην κατέβαλον. νυνὶ δέ, εἴ τίς σοι δύναμις πρόσεστι καὶ ἰσχὺς εἰς τὸ βοηθῆσαι τῇ κάτω κειμένῃ θρησκείᾳ ἡμῶν καὶ ταύτην αὖθις ἀνορθῶσαι, ἀνάγγειλόν μοι. Ὁ δὲ Θευδᾶς τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις τῷ βασιλεῖ· Τὰς μὲν τῶν Γαλιλαίων ἐνστάσεις καὶ ματαιολογίας μὴ φοβοῦ, βασιλεῦ· τίνα γάρ εἰσι τὰ παρ’ αὐτῶν λεγόμενα πρὸς ἄνδρας λογικοὺς καὶ ἐχέφρονας; ἅτινα, ἐμοὶ δόξαν,2 ῥᾳδίως καταβληθήσεται μᾶλλον ἢ φύλλον ἀνέμῳ κατασεισθέν. οὐδὲ γὰρ κατὰ πρόσωπόν μου ἐλθεῖν ὑπομενοῦσι μὴ ὅτι γε3 καὶ λόγον συνᾶραι καὶ εἰς προτάσεις μοι καὶ ἀντιθέσεις χωρῆσαι. ἀλλ̓, ἵνα τοῦτό τε τὸ προκείμενον ἀγώνισμα καὶ πᾶν ὁτιοῦν ἂν βουληθείημεν ἐπ’ εὐθείας ἡμῖν γένοιτο

于是他们起身,前往深居荒漠至深之处的一处洞穴,那里住着一个潜心于巫术、且为偶像迷妄之极热烈护卫者的人,其名叫塞乌达斯。王亦格外尊崇他,视他为友为师,常言因着他的占卜,自己的国度才得昌盛繁荣。于是那些偶像的伪祭司们来到他那里,呼求他施以援手,向他陈明王心中对诸神所生的谴责、王之子所行的事,以及纳霍尔针对他们所作的演说,并说道:“若非你亲自来助我们,一切希望便已破灭,诸神的一切敬奉亦荡然无存;因为你乃是我们在这场灾祸中仅存的安慰,我们已将希望寄托于你。”于是,塞乌达斯便率领侍奉他的撒旦军旅出征,全副武装以对抗真理;他召集了许多惯于乐意协助恶事的邪灵,就是他向来当作差役使用的恶灵;他携着这些恶灵来到王面前。当他的到来向王奏报之后,他便走了进来,手中握着棕榈杖,身裹着一件绵羊皮袄;王从宝座上站起,迎上前去问候他,并搬来一张座椅置于自己近旁,叫他同坐。随后塞乌达斯对王说道:“王啊,愿你万岁,蒙至大诸神之恩眷庇佑!因我听闻你同加利利人进行了一场伟大的决战,并被加冕以最辉煌的胜利冠冕。为此我特来此,好叫我们一同举行感恩节期,向不朽的诸神献祭俊美少年与娇容少女,向他们奉献百头公牛与无数牲畜,好叫我们从此得他们为不可战胜的盟友,使我们的全盘生涯平坦顺遂。”对此王说道:“老人家,我们并未得胜;我们并未得胜,反倒是惨败了。因为原先站在我们这边的人,突然反戈相向。他们发现我们的阵列狂乱失序、癫狂而虚弱,便将之全然击垮。然而如今,你若有任何能力与权柄来援助我们这已仆倒的宗教并将之重新扶起,就请向我明言。”塞乌达斯则这样回答王说:“王啊,切莫畏惧加利利人的抗辩与虚妄言论;在有理性与明达的人面前,他们所说的话又算得什么呢?这些言论,只要我下定决心,便会比被风摇落的枯叶更容易被摧折。因为他们连立在我面前都无法忍受,更不用说同我交锋论道、提出论题与反驳了。然而,为了使眼前这场决战以及我们可能想要的一切事都能顺利成就……”

语法注3 条
  1. 29.263οἱ μὴ ἱερεῖς

    否定词 μή 直接修饰名词 ἱερεῖς(祭司们),构成“非真正祭司者”或“伪祭司”之意。在语境中蔑称供奉偶像的异教司事们。

  2. 29.264ἐμοὶ δόξαν

    由非人称动词 δοκεῖ(被认为可取)的中性单数宾格分词构成的宾格绝对结构(accusative absolute),具条件意味,意为“若依我之意/只要我下定决心”。

  3. 29.264μὴ ὅτι γε

    源自 μὴ [λέγω/εἴπω] ὅτι(且不说……)的省略惯用表达,意为“更不用说……”或“何谈……”。承接前文“连来到我面前都忍受不了”,进一步否定加利利人与他展开辩论的可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:29.262-29.264