- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:28.260-28.262
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳霍尔在荒野祭司处受教并领受洗礼;国王得知实情后惩处了异教辩士并开始怀疑假神,却仍受困于肉欲恶习;王子约萨法特则专心祈祷修德,追慕导师巴拉姆并引领众人归信基督。
ὁ τοίνυν ἱερεύς, θείας ὢν χάριτος πεπληρωμένος, ἥσθη τε λίαν, καὶ παραχρῆμα, ὥσπερ ἔθος, κατηχήσας αὐτόν, δι’ ἡμερῶν οὐκ ὀλίγων τελειοῖ τῷ βαπτίσματι εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Ὑἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἔμεινε δὲ Ναχὼρ μετ̓ αὐτοῦ μετανοῶν ἀεὶ ἐφ’ οἷς ἥμαρτε, καὶ εὐλογῶν τὸν Θεὸν τὸν μὴ βουλόμενον ἀπολέσθαι τινά, ἀλλὰ πάντων τὴν ἐπιστροφὴν ἐκδεχόμενον καὶ μετανοοῦντας φιλανθρώπως δεχόμενον. Ἕωθεν δὲ μαθὼν τὰ κατὰ τὸν Ναχὼρ ὁ βασιλεύς, καὶ ἀπογνοὺς ἧς εἶχεν ἐλπίδος ἐπ̓ αὐτῷ,1 ἰδὼν δὲ καὶ τοὺς σοφοὺς αὐτοῦ καὶ παράφρονας ῥήτορας οὕτως ἀνὰ κράτος ἡττηθέντας, ἐν ἀμηχανίᾳ ἦν. καὶ ἐκείνους μὲν ὕβρεσι δειναῖς καὶ ἀτιμίαις βαλών, οὓς δὲ καὶ βουνεύροις σφοδρῶς μαστιγώσας καὶ ἀσβόλῃ τὰς ὄψεις περιχρίσας, ἐξέβαλε τοῦ ἰδίου προσώπου· αὐτὸς δὲ καταγινώσκειν ἤρξατο τῆς τῶν ψευδωνύμων θεῶν ἀσθενείας, εἰ καὶ μὴ τελείως τῷ φωτὶ Χριστοῦ προσβλέψαι τέως ἠθέλησε. τὸ γὰρ τῆς περικειμένης αὐτῷ ἀχλύος παχὺ νέφος κατεῖχεν ἔτι τὰς ὁράσεις αὐτοῦ τῆς καρδίας. ἀλλ’ οὖν οὐκ ἔτι τοὺς νεωκόρους ἐτίμα, οὔτε μὴν ἑορτὰς ἦγε καὶ σπονδὰς ἐπετέλει τοῖς εἰδώλοις· ἀλλὰ σαλευομένην εἶχε τὴν διάνοιαν ἀμφοτέρωθεν, ἔνθεν μὲν τῆς ἀσθενείας καταγινώσκων τῶν θεῶν αὐτοῦ, ἐκεῖθεν δὲ τὴν ἀκρίβειαν δεδοικὼς τῆς εὐαγγελικῆς πολιτείας καὶ δυσαποσπάστως τῶν πονηρῶν ἔχων ἐθῶν.2
于是,那满具神圣恩典的祭司极其欢喜,便立时依照惯例施以教导,并在不少时日之后,奉父、子、圣灵之名以洗礼使他得以成全。纳霍尔同他留在一起,不住地为自己所犯的罪悔改,颂赞那不愿任何人灭亡、反倒切候众人转回、以仁慈接纳悔改者的上帝。黎明时分,王得知了纳霍尔的事,对他寄予的希望全然破灭,又见自己的智者与癫狂的辩士们竟这般惨败,便陷入困惑迷茫之中。他向他们投以严厉的辱骂与羞辱,甚至用牛皮鞭痛笞其中一些人,又将烟灰涂抹在他们的脸上,将他们从自己面前驱逐出去。王自己开始斥责那些徒有虚名之偶像的无能,尽管他暂时尚不愿完全仰望基督之光,因为环绕着他的浓重幽暗阴云仍旧笼罩着他心灵的视线。然而,他不再尊崇庙宇的司事,也不再为偶像过节和举行奠祭;但他心思动摇于两端之间,一方面谴责自己神明的无能,另一方面又畏惧福音生活方式的严明,并且难以摆脱恶劣的积习。
πάνυ γὰρ ταῖς ἡδοναῖς κατεδουλοῦτο τοῦ σώματος, καὶ ὅλος ἦν πρὸς τὰ πάθη αἰχμαλώτου δίκην ἀγόμενος, καὶ μεθύων, ὅ φησιν Ἠσαῖας, ἄνευ οἴνου, καὶ ὥσπερ ὑπὸ κημοῦ τῆς πονηρᾶς συνηθείας ἑλκόμενος. Οὕτως οὖν τοῦ βασιλέως δυσὶ παλαίοντος λογισμοῖς, ὁ εὐγενέστατος αὐτοῦ υἱός, καὶ τῷ ὄντι βασιλικωτάτην κεκτημένος ψυχήν, ἠρεμῶν ἦν ἐν τῷ παλατίῳ αὐτοῦ, τὸ τῆς φύσεως αὐτοῦ γενναῖον κόσμιόν τε καὶ βεβηκὸς διὰ τῶν ἔργων πᾶσι παριστῶν. θέατρα γὰρ καὶ ἀγῶνες ἵππων καὶ κυνηγεσίων μελέτη, καὶ πᾶσαι αἱ τῆς νεότητος κεναὶ σχολαὶ καὶ ἀπάται, τὰ τῶν ἀφρόνων ψυχῶν δελεάσματα, παρ’ οὐδὲν ἐλογίζοντο αὐτῷ· ἀλλ’ ὅλος τῶν τοῦ Χριστοῦ ἐξήρτητο ἐντολῶν, καὶ αὐτὸν ἐπόθει τρωθεὶς τὴν ψυχὴν ἔρωτι θείῳ· αὐτὸν ἐπόθει τὸν ὄντως ποθητόν, ὅς ἐστιν ὅλος γλυκασμὸς καὶ ἐπιθυμία, καὶ ἀκόρεστος ἔφεσις. Εἰς μνήμην δὲ ἐρχόμενος τοῦ διδασκάλου Βαρλαάμ, καὶ τὸν ἐκείνου ἐνοπτριζόμενος βίον, ἔρωτι τὴν ψυχὴν ἐθέλγετο, καὶ ὅπως αὐτὸν ἴδοι ἐφρόντιζεν ἐπιμελέστατα, καί, τοὺς λόγους αὐτοῦ ἐν τῇ καρδίᾳ περιφέρων ἀλήστως, οἱονεὶ ξύλον ἦν πεφυτευμένον παρὰ τοῖς ψαλμικοῖς ὕδασιν, ἀρδευόμενον ἀδιαλείπτως καὶ ὡραίους προσάγον καρποὺς τῷ Κυρίῳ. πολλὰς γὰρ ψυχὰς τῶν τοῦ διαβόλου ἐρρύσατο ἀρκύων καὶ τῷ Χριστῷ προσήγαγε σεσωσμένας· πολλοὶ γὰρ εἰς αὐτὸν φοιτῶντες λόγων ἀπήλαυον σωτηρίων, ἐξ ὧν οὐκ ὀλίγοι, τὴν πλάνην φυγόντες, τῷ σωτηρίῳ προσέδραμον λόγῳ· ἄλλοι δέ, μακρὰν τοῖς τοῦ βίου χαίρειν εἰπόντες, τὴν ἀσκητικὴν ὑπεισῆλθον παλαίστραν. αὐτὸς δὲ εὐχαῖς ἐσχόλαζε καὶ νηστείαις, καὶ συχνῶς ταύτην ἀνέπεμπε τὴν φωνήν, Ὦ Κύριε, λέγων, Κύριέ μου καὶ Βασιλεῦ, ᾧ ἐγὼ ἐπίστευσα, ἐφ’ ὃν ἐγὼ κατέφυγον καὶ τῆς πλάνης ἐρρύσθην, ἀπόδος μισθὸν ἄξιον τῷ θεράποντί σου Βαρλαάμ, ἀνθ’ ὧν μοι τῷ πλανηθέντι σὲ ὑπέδειξε,3 τὴν ὁδὸν τῆς ἀληθείας καὶ τῆς ζωῆς· καὶ μὴ στερήσῃς με αὖθις ἰδεῖν τὸν ἐν σώματι ἄγγελον ἐκεῖνον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος, καὶ σὺν αὐτῷ τελέσαι τὸ λοιπὸν τῆς ζωῆς μου, ἵνα, κατ’ ἴχνος τῆς αὐτοῦ πολιτείας περιπατήσας, εὐαρεστήσω σοι τῷ Θεῷ καὶ Δεσπότῃ.
因为他极度沦为肉体享乐的奴隶,浑然如俘虏般被引向情欲,正如以赛亚所言“非因酒而沉醉”,仿佛被邪恶习气的缰绳所牵引。正当王在两种心思中如此搏斗之时,他那至为尊贵的儿子却秉具真正最显君王气派的心灵,安居于自己的宫殿之中,以行动向众人彰显出自身天性的高尚、端庄与沉稳。因为剧场、赛马、狩猎的训练,以及青年时期一切虚妄的消遣与欺瞒——这些诱捕愚顽心灵的饵食——在他看来都微不足道;相反,他全然依附于基督的诫命,心灵被神圣之爱所创伤,渴慕着祂。他渴慕那真正配受爱慕者,那一位本身便是全然的甘甜、企盼与无厌的渴求。追念起导师巴拉姆,将他的生活映现于心,他的心灵被爱所陶醉,极切挂念着如何能够见他一面;他将他的教诲铭记于心永不忘怀,宛若栽在诗篇水溪旁的树木,不断蒙受灌溉,向主献上合时的果实。他将许多灵魂从魔鬼的罗网中拯救出来,引导他们得救归向基督。因为有许多来就他的人领受了拯救的话语,其中为数不少的人逃脱了迷误,奔向拯救的真道;另有一些人则毅然辞别尘世生活,进入了苦修的竞技场。他自己则专注于祈祷与禁食,屡屡发出这样的呼声,说道:“主啊,我的主与君王,我所信靠、我所投奔并藉以脱离迷误的主,求祢将应得的报偿赐给祢的仆人巴拉姆,因他向迷失的我指明了祢,即真理与生命之道;求祢不要剥夺我再次面见那肉身天使的福分,这世界本配不上他;求祢允准我与他一同度过余生,好叫我步其生平之芳踪,得以取悦于祢,我的上帝与主宰。”
- 28.260ἧς εἶχεν ἐλπίδος ἐπ̓ αὐτῷ
分词 ἀπογνούς(源自 ἀπογιγνώσκω,意为“放弃、绝望”)要求支配属格宾语,本应作 εἶχεν 宾格宾语的关系代词 ἣν 受先行词属格同化而变为 ἧς(关系代词格同化),且先行词 ἐλπίδος 省去冠词并入关系从句内部。若按常规语序则为 ἀπογνοὺς τῆς ἐλπίδος ἣν εἶχεν。
- 28.260δυσαποσπάστως τῶν πονηρῶν ἔχων ἐθῶν
动词 ἔχω 与副词 δυσαποσπάστως 连用表示某种状态(“处于难以摆脱的状态”),其后支配的分离属格 τῶν πονηρῶν ἐθῶν 指明分离的源头,意为“难以从恶劣习气中抽身脱离”。
- 28.262ἀνθ’ ὧν μοι τῷ πλανηθέντι σὲ ὑπέδειξε
惯用连词短语 ἀνθ' ὧν(等同于 ἀντὶ τούτων ὅτι 或 ἅ)由介词 ἀντί 与中性复数关系代词属格 ὧν 结合而成,用以引出原因或酬偿的根据(“因……作为报偿”)。从句中 σέ(祢)作动词 ὑπέδειξε 的直接宾语,μοι τῷ πλανηθέντι(迷失的我)作间接与格宾语。
