- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:28.258-28.259
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对畏惧自身罪孽深重的纳霍尔,王子引葡萄园工人的比喻勉励他信靠上帝的怜悯与悔改的可能。纳霍尔大受感动,弃绝尘世奔入旷野隐修司祭的洞穴,恳求领受洗礼。
τοὺς ὀφθαλμοὺς ἐτύφλωσε τῆς καρδίας μου, καὶ σκότος βαθὺ περιέχυσέ μου τῷ λογισμῷ· νυνὶ δὲ ἐπὶ τῷ ῥήματί σου, τὸ κάλυμμα τὸ ζοφῶδες ἀπορρίψας, τῷ φωτὶ προσδραμοῦμαι τοῦ προσώπου Κυρίου. ἴσως ἐλεήσει με, καὶ θύραν ἀνοίξει μετανοίας τῷ πονηρῷ δούλῳ καὶ ἀποστάτῃ, εἰ καὶ ἀδύνατον δοκεῖ μοι ἄφεσιν γενέσθαι τῶν ψάμμου βαρυτέρων μου πταισμάτων, ὧν ἐν γνώσει καὶ ἀγνοίᾳ ἥμαρτον νηπιόθεν καὶ μέχρι ταύτης μου τῆς ἡλικίας καὶ πολιᾶς. Ταῦτα ὡς ἤκουσεν ὁ τοῦ βασιλέως υἱός, εὐθὺς διανίσταται καὶ θερμότερος τὴν ψυχὴν γίνεται. καὶ τὸν λογισμὸν τοῦ Ναχὼρ πρὸς ἀπόγνωσιν συγκύπτοντα ἀναλαμβάνειν ἄρχεται, καὶ στερρότερον περὶ τὴν Χριστοῦ πίστιν διατιθέναι, Μηδείς, ὦ Ναχώρ, λέγων, μηδεὶς ἔστω σοι περὶ τούτου δισταγμός. γέγραπται γὰρ δυνατὸν εἶναι τῷ Θεῷ καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ· ὅπερ τί ἄλλο ἢ τοῦτό ἐστιν, ὡς ὁ πατὴρ ἔφη Βαρλαάμ, τὸ ἐξ ἀνελπίστων καὶ πάσαις κατακρανθέντων ἀνομίαις δύνασθαι σωθῆναι,1 καὶ δούλους γενέσθαι Χριστοῦ, ὃς δι᾽ ἄκραν φιλανθρωπίας ὑπερβολὴν πᾶσι τοῖς ἐπιστρέφουσι τὰς οὐρανίους διήνοιξε πύλας, οὐδενὶ τῶν πάντων τὴν τῆς σωτηρίας ἀποκλείσας ὁδόν, ἀλλὰ συμπαθῶς τοὺς μετανοοῦντας δεχόμενος; διὰ ταῦτα γὰρ καὶ τοῖς περὶ πρώτην καὶ τρίτην, ἕκτην τε καὶ ἐννάτην καὶ ἐνδεκάτην ὥραν προσελθοῦσι τῷ ἀμπελῶνι κατ’ ἴσον ἀφορίζεται ὁ μισθός, ὡς τὸ ἅγιόν φησιν Εὐαγγέλιον· ὥστε, κἂν μέχρι τοῦ νῦν ἐν ἁμαρτίαις κατεγήρασας, ἐὰν θερμῶς προσέλθῃς, τῶν αὐτῶν τοῖς ἐκ νεότητος ἀγωνισαμένοις ἀξιωθήσῃ γερῶν.2 Πολλὰ δὲ καὶ ἕτερα περὶ μετανοίας λαλήσας ὁ θειότατος νεανίας τῷ παλαιωθέντι ἐν κακοῖς Ναχώρ, καὶ ἵλεων γενέσθαι τὸν Χριστὸν ὑποσχόμενος καὶ ἐγγυησάμενος τὴν ἄφεσιν, καὶ πληροφορήσας αὐτὸν ὡς ἕτοιμός ἐστιν ὁ ἀγαθὸς ἀεὶ τοῦ δέχεσθαι τὴν μετάνοιαν, τὴν νενοσηκυῖαν ψυχὴν αὐτοῦ οἷά τισι φαρμάκοις καταμαλάξας, καθαρὰν ἐχαρίσατο τὴν ὑγίειαν. ἔφη γὰρ εὐθὺς ὁ Ναχὼρ πρὸς αὐτόν· Σὺ μέν, ὦ εὐγενέστατε τὴν ψυχὴν μᾶλλον ἢ τὸ σῶμα, καλῶς μεμυημένος τὰ θαυμαστὰ μυστήρια ταῦτα, μένοις ἐν τῇ καλῇ ὁμολογίᾳ μέχρι τέλους, καὶ μηδεὶς ταύτην χρόνος ἢ τρόπος τῆς σῆς ἐκτέμοι καρδίας· ἐγὼ δὲ πορεύσομαι ἐξ αὐτῆς3 τὴν ἐμὴν ζητῶν σωτηρίαν, καὶ διὰ μετανοίας τὸν Θεὸν ἐξιλεωσόμενος ὃν παρώργισα. οὐκ ἔτι γὰρ τὸ τοῦ βασιλέως ὄψομαι πρόσωπον, εἰ σύ μόνον θελήσειας. περιχαρὴς δὲ γενόμενος ὁ τοῦ βασιλέως υἱὸς καὶ ἀσμένως τὸν λόγον δεξάμενος, περιλαβὼν αὐτὸν κατεφίλει, καὶ ἐντενῶς πρὸς τὸν Θεὸν εὐξάμενος ἐκπέμπει τοῦ παλατίου. Ἐξελθὼν δὲ ὁ Ναχὼρ κατανενυγμένος τὴν ψυχήν ἐπὶ τὴν βαθυτάτην ἅλλεται ὡς ἔλαφος ἔρημον, καὶ μοναχοῦ τινος, ἱερωσύνης περικειμένου ἀξίαν, καταλαμβάνει σπήλαιον, ἔνθα ἐκέκρυπτο ἐκεῖνος διὰ τὸν ἐπικείμενον φόβον. τούτῳ δὲ θερμότατα προσπίπτει, πλύνει τοὺς πόδας δάκρυσι, τήν ποτε μιμούμενος πόρνην, καὶ τὸ θεῖον ἐξαιτεῖται βάπτισμα.
弄瞎了我心灵的眼睛,并在我的理性上倾注了深重的幽暗。然而如今因着你的话,我愿抛弃昏暗的遮盖,奔向主面容之光。或许祂会怜悯我,为这恶仆和背教者开启悔改之门,哪怕在我看来,对于我那些比沙还重的过犯——从童年直到如今这年岁与白发,无论明知还是出于无知所犯下的罪过——似乎不可能获得赦免。” 王的儿子听见这些话,立刻振作起来,心灵更加火热。他开始扶持纳霍尔那向着绝望屈身俯首的心思,使他在基督的信仰上更加坚定,说道:“纳霍尔啊,对此绝不可有丝毫迟疑。因为经上记着:上帝就是从这些石头中也能给亚伯拉罕兴起子孙来。正如巴拉姆神父所言,这除了指那些毫无指望、被各种不法全然玷污之人也能得救并作基督的仆人之外,还能是什么呢?基督因着极其浩瀚的仁慈,向一切归向祂的人敞开了属天的门扉,未曾向任何人关闭拯救之路,反而以同情接纳凡悔改之人。也正因如此,正如神圣福音所说,对于在第一时、第三时、第六时、第九时乃至第十一时来到葡萄园的人,都定下了同等的工钱;因此, 即便你直到如今在罪中衰老,只要你热切前来,也必配得与那些自幼奋斗之人同等的奖赏。” 这位极其圣善的青年还对在罪恶中老朽的纳霍尔讲论了许多关于悔改的言辞,应许基督必施怜悯,担保得蒙赦免,并使他确信至善者随时准备接纳悔改,如同用良药抚平他患病的灵魂一般,赐给了他全然纯正的康宁。纳霍尔随即对他说:“你在心灵上比在肉体上更高贵,既然深明这些奇妙的奥义,愿你持守这美好的认信直至终了,愿任何岁月与变故都不将其从你心中割除;而我则将即刻离去,寻求我自己的拯救,并借着悔改平息我所触怒的上帝。只要你愿意,我绝不会再去见王的面了。” 王的儿子满心欢喜,欣然领受这些话,拥抱并亲吻了他,在恳切向上帝祈祷之后,便将他送出宫殿。纳霍尔离开后,心灵大受触动,如鹿一般跃入极深的荒野,来到了一位身负祭司圣职的修道士的洞穴,那修士因着迫在眉睫的恐惧正藏身于该处。纳霍尔极度恳切地俯伏在他面前,仿效当年的有罪之妇用眼泪洗他的脚,央求领受神圣的洗礼。
- 28.258ὅπερ τί ἄλλο ἢ τοῦτό ἐστιν, ὡς ὁ πατὴρ ἔφη Βαρλαάμ, τὸ ἐξ ἀνελπίστων καὶ πάσαις κατακρανθέντων ἀνομίαις δύνασθαι σωθῆναι
疑问短语 τί ἄλλο ἢ τοῦτό ἐστιν(“这除了……之外还是什么呢”)中的指示代词 τοῦτο 由冠词引导的不定式短语 τὸ ... δύνασθαι σωθῆναι(“……得以拯救这一事实”)作同位语予以具体说明。关系代名词 ὅπερ 以整句引用的经文为先行词,在主句中作主语。
- 28.259τῶν αὐτῶν τοῖς ἐκ νεότητος ἀγωνισαμένοις ἀξιωθήσῃ γερῶν
动词 ἀξιόω(“被视为配得”)支配赏赐的名词属格(γερῶν)。该属格被 τῶν αὐτῶν(“同等的”)修饰,而 ὁ αὐτός 所要求的表示比较/同等对象的与格(τοῖς ... ἀγωνισαμένοις,“与那些自幼奋斗之人”)交错嵌于其间。
- 28.259ἐξ αὐτῆς
源自 ἐξ αὐτῆς [ὥρας] 的时间副词习语,意为“立刻”、“即刻”,修饰其后的 πορεύσομαι,表明其不再迟疑、当下离去的决绝。
