- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:28.255-28.257
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳霍尔在辩论中驳倒对手,王虽恼怒却因受法令限制而无法加害于他;散会后王子约萨法特机智地将纳霍尔争取到自己宫中。约萨法特向纳霍尔揭示已知晓其真面目,赞许其辩护并劝其悔改皈依真信仰。
Ταῦτα ὡς διεξῆλθεν ὁ Ναχώρ, ὁ μὲν βασιλεὺς τῷ θυμῷ ἠλλοιοῦτο· οἱ δὲ ῥήτορες αὐτοῦ καὶ νεωκόροι ἄφωνοι ἵσταντο, μὴ δυνάμενοι ἀντιλέγειν ἀλλ’ ἢ1 σαθρά τινα καὶ οὐδαμινὰ λογίδια. ὁ δὲ τοῦ βασιλέως υἱὸς ἠγαλλιᾶτο τῷ πνεύματι, καὶ φαιδρῷ τῷ προσώπῳ ἐδόξαζε τὸν Κύριον, τὸν ἐξ ἀπόρου πόρον διδόντα τοῖς πεποιθόσιν ἐπ’ αὐτόν, ὃς καὶ διὰ τοῦ πολεμίου καὶ ἐχθροῦ τὴν ἀλήθειαν ἐκράτυνε· καὶ ὁ τῆς πλάνης ἔξαρχος συνήγορος τοῦ ὀρθοῦ λόγου ἐδείκνυτο. Ὁ μέντοι βασιλεύς, καίπερ δεινῶς ὀργιζόμενος τῷ Ναχώρ, οὐδὲν ὅμως ἐργάσασθαι κακὸν εἰς αὐτὸν ἠδύνατο, διὰ τὸ προλεχθὲν ἐπὶ πάντων θέσπισμα, ἀδεῶς αὐτὸν λέγειν ὑπὲρ τῶν Χριστιανῶν προτρεπόμενον· πολλὰ δὲ αὐτὸς ἀντιλέγων ὑπεμίμνησκε δι’ αἰνιγμάτων ὑπενδοῦναι τῆς ἐνστάσεως καὶ ἡττηθῆναι τῇ διαλέξει τῶν ῥητόρων. ὁ δὲ μειζόνως ὑπερίσχυε, διαλύων πάσας αὐτῶν τὰς προτάσεις καὶ συλλογισμούς, καὶ ἐλέγχων τὸ ἀπατηλὸν τῆς πλάνης. σχεδὸν δὲ μέχρις ἑσπέρας παραταθείσης τῆς διαλέξεως, ἐκέλευσεν ὁ βασιλεὺς διαλυθῆναι τὸ συνέδριον, ὡς τῇ ἐπιούσῃ βουλόμενος αὖθις περὶ τούτου διασκέψασθαι. Ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· Ὡς ἐν ἀρχῇ δικαίαν ἐκέλευσας κρίσιν γενέσθαι, δέσποτα, δικαιοσύνην καὶ τῷ τέλει ἐπίθες, τῶν δύο τὸ ἕτερον ποιῶν· ἢ τὸν ἐμὸν διδάσκαλον ἐπίτρεψον μεῖναι μετ’ ἐμοῦ τῇ νυκτὶ ταύτῃ, ὡς ὁμοῦ διασκεψώμεθα περὶ ὧν χρὴ τὴν αὔριον λαλῆσαι τοῖς πολεμοῦσιν ἡμᾶς, τοὺς σοὺς δὲ πάλιν σὺ μεθ̓ ἑαυτοῦ λαβὼν τὰ εἰκότα μελετήσατε καθὼς βούλεσθε· ἤ, τοὺς σοὺς ἐμοὶ παραχωρήσας τῇ νυκτὶ ταύτῃ, λάβε τὸν ἐμὸν πρὸς ἑαυτόν. εἰ δὲ ἀμφότεροι ὦσι παρὰ σοί, ὁ μὲν ἐμὸς ἐν θλίψει καὶ φόβῳ, οἱ δὲ σοὶ ἐν χαρᾷ καὶ ἀνέσει, οὔ μοι δοκεῖ δικαίαν εἶναι κρίσιν, ἀλλὰ δυναστείαν τῆς ἐξουσίας καὶ παράβασιν τῶν συνθηκῶν. ἡττηθεὶς δὲ ὁ βασιλεὺς τῷ ἀστείῳ τοῦ ῥήματος, τοὺς σοφοὺς αὐτοῦ καὶ ἱερεῖς πρὸς ἑαυτὸν λαβόμενος, τὸν Ναχὼρ παραχωρεῖ τῷ υἱῷ, ἐλπίδας ἔτι κεκτημένος ἐπ’ αὐτὸν καὶ φυλάττειν τὰ ὡμολογημένα δοκῶν. Ἀπέρχεται τοίνυν ὁ τοῦ βασιλέως υἱὸς εἰς τὸ ἑαυτοῦ παλάτιον, ὥσπερ τις Ὀλυμπιονίκης τῶν ἀντιπάλων κρατήσας, ἔχων μεθ’ ἑαυτοῦ τὸν Ναχώρ. καὶ κατὰ μόνας καλέσας αὐτὸν ἔφη· Μὴ νομίσῃς λανθάνειν ἐμὲ τὰ κατὰ σέ· οἶδα γάρ σε ἀκριβῶς μὴ τὸν θειότατον εἶναι Βαρλαάμ, ἀλλὰ Ναχὼρ τὸν ἀστρολόγον. καὶ θαυμάζω πῶς ἔδοξεν ὑμῖν τοιαύτην ὑποκριθῆναι ὑπόκρισιν καὶ τοσαύτῃ ἀμβλυωπίᾳ νομίσαι περιβαλεῖν με μέσης ἡμέρας, ἵνα λύκον δέξωμαι ἀντὶ προβάτου. ἀλλὰ καλῶς ὁ λόγος ᾅδεται, ὅτι Καρδία μωροῦ μάταια νοήσει. τὸ μὲν οὖν ἐνθύμημα τοῦτο καὶ βούλευμα ὑμῶν ἕωλον ἦν καὶ πάντη ἀνόητον· τὸ δὲ ἔργον ὃ εἰργάσω πάσης ἐστὶ συνέσεως πεπληρωμένον. διὸ χαῖρε, Ναχώρ, καὶ ἀγαλλιῶ· πολλὰς γάρ σοι χάριτας ὁμολογῶ, ὅτι συνήγορος σήμερον τῆς ἀληθείας γέγονας, καὶ οὐκ ἐμίανας τὰ χείλη σοι λόγοις μιαροῖς καὶ ὑποκρίσει δολίᾳ, ἀλλὰ τῶν πολλῶν μᾶλλον ἐξεκάθαρας μολυσμάτων, τὴν πλάνην τῶν ψευδωνύμων διελέγξας θεῶν καὶ τὴν ἀλήθειαν τῶν Χριστιανικῶν δογμάτων κρατύνας. ἐγὼ δὲ ἐσπούδασα ἀγαγεῖν σε μετ’ ἐμοῦ δυοῖν ἕνεκα· ἵνα μή κατὰ μόνας ὁ βασιλεὺς λαβών σε τιμωρήσηται ἐφ’ ᾧ οὐ τὰ καταθύμια αὐτῷ ἐφθέγξω,2 καὶ ἵνα τὴν χάριν ταύτην, ἣν σήμερον εἰργάσω, ἀνταμείψωμαι. τίς δὲ ἡ ἀντάμειψις; τὸ ὑποδεῖξαί σοι ἐκκλῖναι τῆς πονηρᾶς ὁδοῦ καὶ ὀλισθηρᾶς ἣν ὥδευσας ἕως νῦν, πορευθῆναι δὲ τὴν εὐθεῖαν καὶ σωτήριον τρίβον, ἣν οὐκ ἀγνοῶν, ἀλλ’ ἐθελοντὶ κακουργῶν, ἐξέφυγες, βαράθροις καὶ κρημνοῖς ἀνομίας σεαυτὸν κατακρημνίσας. σύνες οὖν, ὦ Ναχώρ, συνετὸς ὤν, καὶ προθυμήθητι τὸν Χριστὸν μόνον καὶ τὴν παρ’ αὐτῷ κρυπτομένην ζωὴν κερδᾶναι, τῶν ῥεόντων τούτων καὶ φθειρομένων ὑπεριδών. οὐ γὰρ τὸν πάντα ζήσῃ αἰῶνα· ἀλλά, θνητὸς ὤν, ἀπελεύσῃ ὅσον οὔπω,3 καθὼς καὶ οἱ πρὸ σοῦ πάντες. Καὶ οὐαί σοι, εἰ τὸν βαρὺν φόρτον τῆς ἁμαρτίας ἐπιφερόμενος ἀπελεύσῃ ἐκεῖ ὅπου κρίσις δικαία καὶ ἀνταπόδοσις τῶν ἔργων ἐστί, καὶ μὴ ἀπορρίψῃς τοῦτον, ῥᾳδίας οὔσης τῆς ἀποθέσεως. Ὁ Ναχὼρ τοίνυν, κατανυγεὶς τὴν ψυχὴν ἐπὶ τοῖς λόγοις τούτοις, ἔφη· Καλῶς εἶπας, ὦ βασιλεῦ, καλῶς. οἶδα γὰρ κἀγὼ τὸν ἀληθινὸν καὶ ἀψευδῆ Θεόν, δι’ οὗ τὰ πάντα γέγονε, καὶ τὴν μέλλουσαν κρίσιν ἐπίσταμαι, ἀπὸ πολλῶν Γραφικῶν ῥημάτων ταύτην ἀκηκοώς· ἀλλ’ ἡ πονηρὰ συνήθεια καὶ ἡ τοῦ παλαιοῦ ἐπήρεια πτερνιστοῦ
当纳霍尔讲完这些话时,王因愤怒而面色改变;他的修辞家和神庙司事们则呆立无言,除了几句腐朽无用的琐碎托辞之外,什么也无法反驳。然而王的儿子心中欢喜,容光焕发地荣耀主,因为主赐出路于绝境中信靠祂的人,甚至藉着对手与仇敌使真理得以确立;迷妄的首领竟被显明为正道的辩护者。然而王虽然对纳霍尔极其恼怒,却因着先前在众人面前所颁布鼓励他为基督徒放胆直言的法令,而无法对他施加任何伤害;但他自己多方反驳,并以隐语暗示他退让立场,在辩论中败给那些修辞家。纳霍尔却越发占了上风,粉碎了他们所有的前提与推论,揭露了迷妄的欺骗性。辩论几乎延续至傍晚,王便命令散会,打算次日再就此事进行审议。儿子对王说:“主公,正如您起初命令要施行公正的裁判一样,在结束时也请施加公义,在两件事中择其一而行:要么准许我的导师今夜与我同住,以便我们一同商议明日当向与我们争战之人讲说的话,而您则带您的人同去,随您所愿作适度的准备;要么今夜将您的人交给我,而将我的导师带到您那里。若是双方都留在您身边,我的人身陷困苦与恐惧,而您的人则处在欢乐与安逸之中,在我看来这就不是公正的裁判,而是强权的专横与对协定的背弃了。”王折服于其言语的机智,便将自己的智者和祭司带在身边,将纳霍尔让给儿子,对他仍抱有希望,并显出遵守约定的样子。于是王的儿子前往自己的王宫,犹如一位战胜对手的奥林匹克胜者,纳霍尔伴随身旁。他屏退左右,私下召来纳霍尔说:“休要以为你的底细能瞒过我;因为我很清楚你不是至圣的巴拉姆,而是占星家纳霍尔。我倒觉得奇怪,你们怎会想要扮演这样一场戏,并以为能在光天化日之下遮蔽我的双眼,叫我把豺狼当成绵羊接纳。但那句传唱的话说得好:‘愚人的心必思念虚妄。’你们这番心思和计谋固然陈腐而全然愚蠢,然而你所作出的成果却充满了万般的智慧。因此,纳霍尔啊,欢喜快乐吧;因为我深深感激你,因你今日成了真理的辩护者,没有用污秽的言辞和诡诈的伪善玷污你的嘴唇,反而洗净了嘴唇脱离诸多污秽,驳斥了假神之迷妄,确立了基督信仰教义的真理。我力图将你带在身边乃是出于两个缘由:免得王私下捉拿你,因你未曾讲出顺随他心意的话而惩罚你;也为了回报你今日所行的这件恩德。何为回报呢?就是指引你离弃至今所行的邪恶险滑之道,走上正直且通向拯救的窄径;你并非出于无知,而是故意作恶才逃离了这条正道,将自己抛入不法的深渊与绝壁。因此,纳霍尔啊,既然你是个明理之人,就当领悟,当藐视这些流转消逝之物,竭力唯独赢得基督以及那藏在祂里面的生命。因为你无法永生于世;身为必死之人,你行将离开,正如你之前的所有人一样。若你背负着沉重的罪孽之担,离去前往那有公义审判和行为报应之所,且在卸下重担本属轻而易举之时却不将它抛弃,你就有祸了。”纳霍尔听了这些话,心灵大受触动,说道:“王啊,你说得好,说得太好了。因为我也认识那藉以造成万物的真实无妄之上帝,也知晓那将来的审判,因我从许多圣经言语中听闻过此事;然而恶习与那古老绊脚者的恶意……”
- 28.255ἀλλ’ ἢ
紧接在否定表达(μὴ δυνάμενοι)之后使用的习用短语,意为“除……之外”。在此处引出受 ἀντιλέγειν 支配的宾语或内宾格名词短语(σαθρά τινα καὶ οὐδαμινὰ λογίδια)。
- 28.257ἐφ’ ᾧ οὐ τὰ καταθύμια αὐτῷ ἐφθέγξω
ἐφ’ ᾧ 在此并非作条件从属连词(“在……条件下”),而是充当表原因的连词用法(“因为……”、“基于……的理由”),引出前述动词 τιμωρήσηται 的受罚原因。
- 28.257ὅσον οὔπω
字面意为“到尚未发生的地步”,但已形成固定的副词性习语,意为“行将”、“随时”、“即刻”(very soon)。此处修饰将来时动词 ἀπελεύσῃ,强调死亡的逼近。
