- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:27.253-27.255
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲话者讲述了基督徒源于基督的道成肉身、受难、复活以及使徒宣教的渊源,赞扬了他们圣洁仁爱的道德生活与对上帝的纯正敬拜,并规劝国王摒弃异教迷妄、归向造物主真神,以此结束护教讲论。
Ἁγίῳ ἀπ’ οὐρανοῦ καταβὰς διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων, καὶ ἐκ Παρθένου ἁγίας γεννηθεὶς ἀσπόρως τε καὶ ἀφθόρως σάρκα ἀνέλαβε, καὶ ἀνεφάνη ἀνθρώποις, ὅπως ἐκ τῆς πολυθέου πλάνης αὐτοὺς ἀνακαλέσηται. καί, τελέσας τὴν θαυμαστὴν αὐτοῦ οἰκονομίαν, διὰ σταυροῦ θανάτου ἐγεύσατο ἑκουσίᾳ βουλῇ κατ’ οἰκονομίαν μεγάλην· μετὰ δὲ τρεῖς ἡμέρας ἀνεβίω, καὶ εἰς οὐρανοὺς ἀνῆλθεν. οὗ τὸ κλέος τῆς παρουσίας1 ἐκ τῆς παρ’ αὐτοῖς καλουμένης εὐαγγελικῆς ἁγίας Γραφῆς ἔξεστί σοι γνῶναι, βασιλεῦ, ἐὰν ἐντύχῃς.2 οὗτος δώδεκα ἔσχε μαθητάς, οἵ, μετὰ τὴν ἐν οὐρανοῖς ἄνοδον αὐτοῦ, ἐξῆλθον εἰς τὰς ἐπαρχίας τῆς οἰκουμένης, καὶ ἐδίδαξαν τὴν ἐκείνου μεγαλωσύνην· καθάπερ εἷς ἐξ αὐτῶν τὰς καθ’ ἡμᾶς περιῆλθε χώρας, τὸ δόγμα κηρύττων τῆς ἀληθείας. ὅθεν οἱ εἰσέτι διακονοῦντες τῇ δικαιοσύνῃ τοῦ κηρύγματος αὐτῶν3 καλοῦνται Χριστιανοί. καὶ οὗτοί εἰσιν οἱ ὑπὲρ πάντα τὰ ἔθνη τῆς γῆς εὑρόντες τὴν ἀλήθειαν· γινώσκουσι γὰρ τὸν Θεόν, κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων ἐν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, καὶ ἄλλον θεὸν πλὴν τούτου οὐ σέβονται. ἔχουσι τὰς ἐντολὰς αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐν ταῖς καρδίαις κεχαραγμένας, καὶ ταύτας φυλάττουσι, προσδοκῶντες ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. οὐ μοιχεύουσιν, οὐ πορνεύουσιν, οὐ ψευδομαρτυροῦσιν, οὐκ ἐπιθυμοῦσι τὰ ἀλλότρια, τιμῶσι πατέρα καὶ μητέρα, καὶ τοὺς πλησίον φιλοῦσι, δίκαια κρίνουσιν, ὅσα οὐ θέλουσιν αὐτοῖς γίνεσθαι ἑτέρῳ οὐ ποιοῦσι, τοὺς ἀδικοῦντας αὐτοὺς παρακαλοῦσι καὶ προσφιλεῖς αὐτοὺς ἑαυτοῖς ποιοῦσι, τοὺς ἐχθροὺς εὐεργετεῖν σπουδάζουσι, πραεῖς εἰσι καὶ ἐπιεικεῖς, ἀπὸ πάσης συνουσίας ἀνόμου καὶ ἀπὸ πάσης ἀκαθαρσίας ἐγκρατεύονται, χήραν οὐχ ὑπερορῶσιν, ὀρφανὸν οὐ λυποῦσιν· ὁ ἔχων τῷ μὴ ἔχοντι ἀφθόνως ἐπιχορηγεῖ· ξένον ἐὰν ἴδωσιν, ὑπὸ στέγην εἰσάγουσι, καὶ χαίρουσιν ἐπ’ αὐτῷ ὡς ἐπὶ ἀδελφῷ ἀληθινῷ· οὐ γὰρ κατὰ σάρκα ἀδελφοὺς ἑαυτοὺς καλοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. ἕτοιμοί εἰσιν ὑπὲρ Χριστοῦ τὰς ψυχὰς αὐτῶν προέσθαι· τὰ γὰρ προστάγματα αὐτοῦ ἀσφαλῶς φυλάττουσιν, ὁσίως καὶ δικαίως ζῶντες, καθὼς Κύριος ὁ Θεὸς αὐτοῖς προσέταξεν, εὐχαριστοῦντες αὐτῷ κατὰ πᾶσαν ὥραν ἐν παντὶ βρώματι καὶ ποτῷ καὶ τοῖς λοιποῖς ἀγαθοῖς. ὄντως οὖν αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ἀληθείας, ἥτις τοὺς ὁδεύοντας αὐτὴν εἰς τὴν αἰώνιον χειραγωγεῖ βασιλείαν, τὴν ἐπηγγελμένην παρὰ Χριστοῦ ἐν τῇ μελλούσῃ ζωῇ. Καὶ ἵνα γνῷς, βασιλεῦ, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ ταῦτα λέγω, ταῖς Γραφαῖς ἐγκύψας τῶν Χριστιανῶν, εὑρήσεις οὐδὲν ἔξω τῆς ἀληθείας με λέγειν. καλῶς οὖν συνῆκεν ὁ υἱός σου, καὶ δικαίως ἐδιδάχθη λατρεύειν ζῶντι Θεῷ καὶ σωθῆναι εἰς τὸν μέλλοντα ἐπέρχεσθαι αἰῶνα. μεγάλα γὰρ καὶ θαυμαστὰ τὰ ὑπὸ τῶν Χριστιανῶν λεγόμενα καὶ πραττόμενα· οὐ γὰρ ἀνθρώπων ῥήματα λαλοῦσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ. τὰ δὲ λοιπὰ ἔθνη πλανῶνται καὶ πλανῶσιν ἑαυτούς· ὁδεύοντες γὰρ ἐν σκότει προσρήσσονται ἑαυτοῖς ὡς μεθύοντες. ἕως ὧδε ὁ πρὸς σέ μου λόγος, βασιλεῦ, ὁ ὑπὸ τῆς ἀληθείας ἐν τῷ νοΐ μου ὑπαγορευθείς. διὸ παυσάσθωσαν οἱ ἀνόητοί σου σοφοὶ ματαιολογοῦντες κατὰ τοῦ Κυρίου· συμφέρει γὰρ ὑμῖν Θεὸν κτίστην σέβεσθαι καὶ τὰ ἄφθαρτα αὐτοῦ ἐνωτίζεσθαι ῥήματα,4 ἵνα, κρίσιν ἐκφυγόντες καὶ τιμωρίαν, ζωῆς ἀνωλέθρου δειχθείητε κληρονόμοι.
圣灵中为了拯救人类从天降临,由圣童贞女无精无损而生,取了肉身,并显现于世人,以便将他们从多神崇拜的迷妄中召回。祂完成了自己奇妙的经纶之后,按照伟大的经纶凭着自愿的意愿藉由十字架尝了死味;三天之后复活,并升入诸天。王啊,你若展读在他们中间被称为福音圣经的典籍,便可知晓祂降临的荣耀。此人拥有十二门徒,他们在祂升入诸天之后,前往普天下的各行省,教导祂的伟大;正如他们中的一位走遍了我们这一带的地方,宣讲真理的教义一样。由此,至今仍在侍奉其宣讲之义的人被称为基督徒。这些人正是超越世上万民寻得真理之人;因为他们在独生子与圣灵中认识了万有的造物主与创造者上帝,除祂之外不敬拜别神。他们将主耶稣基督自己的诫命铭刻于心,遵守这些诫命,期盼着死人的复活与来世的生命。他们不奸淫,不淫乱,不作假见证,不贪图他人之物,孝敬父母,爱邻舍,秉公裁判,凡不欲他人施诸己者亦不施于人,抚慰亏待他们的人并使其与自己重归于好,致力于善待仇敌,谦逊温良,克制一切违法的交合与一切污秽,不轻视寡妇,不叫孤儿忧伤;富有者慷慨解囊资助缺乏者;若见外乡人,便接引入舍,欢喜接待如同真正的弟兄;因为他们彼此称兄道弟不是按着肉身,而是按着灵性。他们随时准备为基督献出自己的生命;因为他们坚定地遵守祂的诫命,虔诚而公义地生活,正如主上帝所吩咐他们的那样,在每一个时刻为一切饮食及其他善美之物向祂感恩。因此这诚然是真理之道,引领行于其上的人进入永恒的国度,即基督在来世所应许的国度。王啊,为了让你知晓我所言并非出于己见,你若考查基督徒的圣经,便会发现我所说的无一不合乎真理。因此你的儿子领悟得好,受到教导去侍奉永生上帝并在那将临的世代得救,是理所应当的。因为基督徒所说和所行的乃是伟大而奇妙的;他们所讲的并非人的言语,而是上帝的言语。然而其余的万族却在迷妄中并自欺欺人;因为他们在黑暗中行走,像醉酒之人一样彼此磕碰撞击。王啊,我向你进言的话语至此告终,这乃是由真理启示于我心中的。因此,让你那些愚妄的智者停止针对主的虚妄狂言吧;因为敬拜造物主上帝并侧耳倾听祂不朽的言语,以便逃脱审判与刑罚、得以显为永不衰残之生命的继承者,对你们是有益的。
- 27.253οὗ τὸ κλέος τῆς παρουσίας
阳性属格关系代词 οὗ 指向前句的主语基督,作所有格依附于 παρουσίας(或整个名词短语 τὸ κλέος τῆς παρουσίας),而非指代前述一系列事件的中性代词。
- 27.253ἐὰν ἐντύχῃς
动词 ἐντυγχάνω 的不定过去时虚拟式,虽通常表示“遇见、遭遇”,但在接指书籍文献(此处为被称为福音圣经之物)的语境中,具有“展读、查阅、研读”的惯用法含义。
- 27.253διακονοῦντες τῇ δικαιοσύνῃ τοῦ κηρύγματος αὐτῶν
现在时主动分词 διακονοῦντες 支配与格短语 τῇ δικαιοσύνῃ,意为“服侍/顺从他们宣讲之公义的人”。带定冠词的分词短语 οἱ ... διακονοῦντες 作为被动语态主谓语 καλοῦνται 的主语。
- 27.254συμφέρει γὰρ ὑμῖν Θεὸν κτίστην σέβεσθαι καὶ τὰ ἄφθαρτα αὐτοῦ ἐνωτίζεσθαι ῥήματα
无人称动词 συμφέρει(……是有益的)后接与格代词 ὑμῖν,两个并列的不定式短语(σέβεσθαι 与 ἐνωτίζεσθαι)充当其实质主语。其后的 ἵνα 从句表示践行这两项行动的目的或归宿。
